- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.23.151-1.23.154
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了摩西的出身、诞生、被弃于水边后获王女救起并得名的过程,继而记述了他所受的全面博雅教育,以及关于他击杀埃及人和与法老对抗的诸般传闻。
Μωυσῆς οὖν ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. ἑβδόμῃ γενεᾷ γεννηθεὶς καὶ τραφεὶς βασιλικῶς περιστάσει κέχρηται τοιαύτῃ. εἰς πολυανθρωπίαν ἐπιδεδωκότων ἐν Αἰγύπτῳ τῶν Ἑβραίων δείσας ὁ βασιλεὺς τῆς χώρας τὴν ἐκ τοῦ πλήθους ἐπιβουλὴν τῶν γεννωμένων ἐκ τῶν Ἑβραίων κελεύει τὰ μὲν θήλεα τρέφειν αὐτούς (ἀσθενὲς γὰρ εἰς πόλεμον γυνή), διαφθείρειν δὲ τὰ ἄρρενα εὐαλκῆ νεότητα ὑφορώμενος. εὐπατρίδην δὲ τὸν παῖδα ὄντα τρεῖς ἐφεξῆς κρύπτοντες ἔτρεφον μῆνας οἱ γονεῖς νικώσης τῆς φυσικῆς εὐνοίας τὴν τυραννικὴν ὠμότητα, δείσαντες δὲ ὕστερον μὴ συναπόλωνται τῷ παιδί, ἐκ βίβλου τῆς ἐπιχωρίου σκεῦός τι ποιησάμενοι τὸν παῖδα ἐνθέμενοι ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἑλώδους ὄντος, ἐπετήρει δὲ τὸ ἀποβησόμενον ἄπωθεν ἑστῶσα τοῦ παιδὸς ἡ ἀδελφή.
摩西按血统原本是迦勒底人,因他的祖先由于长期的饥荒从巴比伦迁移至埃及,故而出生在埃及。他生于第七代,受王家式的抚育,经历了如下的遭遇。由于希伯来人在埃及繁衍众多,该国之王畏惧来自这一群体的图谋,遂下令让他们抚养希伯来人所生的女婴(因为女子不宜于作战),而除灭男婴,以此防范健壮的青年。由于这孩子出身高贵,父母天生的慈爱战胜了暴政的残忍,连续隐藏抚养了他三个月;但后来因惧怕与孩子一同毁灭,便用当地的纸草制成一件器具,将孩子放入其中,抛弃在沼泽密布的河岸边,而孩子的姐姐则远远站着,监视着事情的发展。
ἐνταῦθα ἡ θυγάτηρ τοῦ βασιλέως, συχνῷ χρόνῳ μὴ κυΐσκουσα, τέκνων δὲ ἐπιθυμοῦσα, ἐκείνης ἀφικνεῖται τῆς ἡμέρας ἐπὶ τὸν ποταμὸν λουτροῖς καὶ περιρραντηρίοις χρησομένη, ἐπακούσασα δὲ κλαυθμυριζομένου τοῦ παιδὸς κελεύει προσενεχθῆναι αὐτῇ καὶ κατοικτείρασα ἐζήτει τροφόν. ἐνταῦθα προσδραμοῦσα ἡ ἀδελφὴ τοῦ παιδὸς ἔχειν ἔφασκεν Ἑβραίαν γυναῖκα μὴ πρὸ πολλοῦ τετοκυῖαν παραστῆσαι αὐτῇ τροφόν,1 εἰ βούλοιτο· τῆς δὲ συνθεμένης καὶ δεηθείσης παρήνεγκε τὴν μητέρα τὴν τοῦ παιδὸς τροφὸν ἐσομένην ὥς τινα ἄλλην οὖσαν ἐπὶ ῥητῷ μισθῷ. εἶτα τίθεται τῷ παιδίῳ ὄνομα ἡ βασιλὶς Μωυσῆν ἐτύμως διὰ τὸ ἐξ ὕδατος ἀνελέσθαι αὐτό (τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι), εἰς ὃ ἐκτέθειται τεθνηξόμενος. καὶ γάρ τοι Μωυσῆν τὸν ἀποπνεύσαντα τῷ ὕδατι προσαγορεύουσι.
这时,王的女儿久不生育,渴望得子,那一日来到河边,打算沐浴净身;她听见孩子啼哭,便吩咐人将他抱到面前,动了怜悯之心,开始寻找乳母。此时孩子的姐姐跑上前来,说若王女愿意,自己可以为她引荐一位不久前才分娩的希伯来妇人做乳母;王女应允并作了请求,姐姐便将孩子的母亲领来,以约定的工钱做乳母,犹如一位外人一般。随后,王女合乎字义地给孩子取名为摩西,因她将他从水中捞上来(盖埃及人称水为“莫乌”),而他曾被遗弃在水中等待死亡。事实上,他们也将溺死于水中的人称为“摩西斯”。
δῆλον οὖν ὡς ἐν τῷ ἔμπροσθεν χρόνῳ περιτμηθέντι τῷ παιδίῳ οἱ γονεῖς ἔθεντο ὄνομά τι, ἐκαλεῖτο δὲ Ἰωακείμ. ἔσχεν δὲ καὶ τρίτον ὄνομα ἐν οὐρανῷ μετὰ τὴν ἀνάληψιν, ὥς φασιν οἱ μύσται, Μελχί. ἐν δὲ ἡλικίᾳ γενόμενος ἀριθμητικήν τε καὶ γεωμετρίαν ῥυθμικήν τε καὶ ἁρμονικὴν ἔτι τε μετρικὴν ἅμα καὶ μουσικὴν παρὰ τοῖς διαπρέπουσιν Αἰγυπτίων ἐδιδάσκετο καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς ἱερογλυφικοῖς γράμμασιν ἐπιδείκνυνται. τὴν δὲ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον ἐν Αἰγύπτῳ, ὡς ἂν βασιλικὸν παιδίον, ᾗ φησι Φίλων ἐν τῷ Μωυσέως βίῳ, προσεμάνθανε δὲ τὰ Ἀσσυρίων γράμματα καὶ τὴν τῶν οὐρανίων ἐπιστήμην παρά τε Χαλδαίων παρά τε Αἰγυπτίων, ὅθεν ἐν ταῖς Πράξεσι πᾶσαν σοφίαν Αἰγυπτίων πεπαιδεῦσθαι φέρεται. Εὐπόλεμος δὲ ἐν τῷ περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὸν Μωυσῆ φησι πρῶτον σοφὸν γενέσθαι καὶ γραμματικὴν πρῶτον τοῖς Ἰουδαίοις παραδοῦναι καὶ παρὰ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων. εἰς δὲ τὴν ἀνδρῶν φύσιν ᾄξας ἐπέτεινε τὴν φρόνησιν, τὴν συγγενικὴν καὶ προγονικὴν ζηλώσας παιδείαν, ἄχρι καὶ τὸν Αἰγύπτιον τὸν τῷ Ἑβραίῳ ἀδίκως ἐπιθέμενον πατάξας ἀποκτεῖναι.
由此显明,在早先孩子受割礼之时,父母曾为他起过一个名字,他被称作约阿敬。而照秘仪传授者所说,他在升天之后在天上还获得了第三个名字,即麦勒基。到了适当的年龄,他在埃及人中卓越之士身边受教学习算术、几何、律动学、和声学,以及节律学与音乐,此外还学习了他们以象形文字所展现的象征哲学。至于其余的百科教育,如斐洛在《摩西传》中所言,如同对待王室幼童一般,是由在埃及的希腊人教授的;他又从迦勒底人和埃及人那里学习了亚述的文字以及关于天体的科学,因此《使徒行传》中记载他“受了埃及人一切的学问教育”。而欧波勒谟在《论犹太诸王》中说,摩西成为第一位智者,首先将文字传授给犹太人,腓尼基人从犹太人那里承接,希腊人又从腓尼基人那里承接。在他长成壮年之躯后,他更加增了明智,热心追求宗族与祖传的教诲,以至于击杀了那个不义地袭击希伯来人的埃及人。
φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον Πέτρος ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας.2 Ἀρτάπανος γοῦν ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἱστορεῖ κατακλεισθέντα εἰς φυλακὴν Μωυσέα ὑπὸ Χενεφρέους τοῦ Αἰγυπτίων βασιλέως ἐπὶ τῷ παραιτεῖσθαι τὸν λαὸν ἐξ Αἰγύπτου ἀπολυθῆναι,3 νύκτωρ ἀνοιχθέντος τοῦ δεσμωτηρίου κατὰ βούλησιν τοῦ θεοῦ ἐξελθόντα καὶ εἰς τὰ βασίλεια παρελθόντα ἐπιστῆναι κοιμωμένῳ τῷ βασιλεῖ καὶ ἐξεγεῖραι αὐτόν, τὸν δὲ καταπλαγέντα τῷ γεγονότι κελεῦσαι τῷ Μωυσεῖ τὸ τοῦ πέμψαντος εἰπεῖν ὄνομα θεοῦ καὶ τὸν μὲν προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα ἄφωνον πεσεῖν, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωυσέως πάλιν ἀναβιῶναι.
秘仪传授者们说,他是单凭一句话击杀那埃及人的,正如后来彼得的确在《使徒行传》中被记载凭一句话击杀了私自截留田产价银并说谎的人一样。阿尔塔帕努斯在《论犹太人》一书中便记载道,摩西因请求将民众从埃及释放而被埃及王刻涅弗列斯关入监狱,夜间牢狱依神的旨意被打开,他走脱出来,进入王宫,立在熟睡的王身边并将他唤醒;王对所发生之事大为惊骇,命令摩西说出差遣他来的神之名,摩西附耳低言,王听后哑然倒地,在摩西的扶持下才重新苏醒过来。
- 1.23.152ἔχειν ἔφασκεν Ἑβραίαν γυναῖκα μὴ πρὸ πολλοῦ τετοκυῖαν παραστῆσαι αὐτῇ τροφόν
动词 ἔχω 与不定词 παραστῆσαι 连用,表示能力(“能够提供/引荐”)。在间接引语中作为 ἔφασκεν 的补足成分,其中 Ἑβραίαν γυναῖκα 是 παραστῆσαι 的逻辑宾语,τροφόν 则作宾语补足语(“作为乳母”)。
- 1.23.154ὥσπερ ἀμέλει ὕστερον Πέτρος ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας
此为个人被动态句式(personal construction),主格分词 ἀποκτείνας 与受 φέρεται(“被记载/传闻”)支配的主语 Πέτρος 一致。语义上相当于无人称句(“据记载彼得……击杀了……”),但在希腊语结构中主语和分词均为主格。分词短语 τοὺς νοσφισαμένους ... καὶ ψευσαμένους 作 ἀποκτείνας 的宾语。
- 1.23.154ἐπὶ τῷ παραιτεῖσθαι τὸν λαὸν ἐξ Αἰγύπτου ἀπολυθῆναι
介词 ἐπί 与带冠词的与格不定词 τῷ παραιτεῖσθαι 连用,表示下狱的原因或由头(“因其请求……”)。中间态动词 παραιτεῖσθαι 支配后随的宾语不定词结构 τὸν λαὸν ... ἀπολυθῆναι(“使民众从埃及被释放”)。
