← 亚历山太的革利免

杂记

§1.22.148-1.22.150

七十士译本的翻译与希腊哲学家对摩西的依从

作者总结了关于历年的论述,记述了七十士译本的翻译奇迹与以斯拉复原圣书的事迹,并引用阿里斯托布鲁斯与努美纽斯的证言,论证柏拉图等希腊哲学家对摩西律法的借鉴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22.148

Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητικὰς ἐκ τῆς τῶν Ἑβραίων διαλέκτου εἰς τὴν Ἑλλάδα γλῶττάν φασιν ἐπὶ βασιλέως Πτολεμαίου τοῦ Λάγου ἢ ὥς τινες ἐπὶ τοῦ Φιλαδέλφου ἐπικληθέντος, τὴν μεγίστην φιλοτιμίαν εἰς τοῦτο προσενεγκαμένου, Δημητρίου τοῦ Φαληρέως τὰ περὶ τὴν ἑρμηνείαν ἀκριβῶς πραγματευσαμένου· ἔτι γὰρ Μακεδόνων τὴν Ἀσίαν κατεχόντων φιλοτιμούμενος ὁ βασιλεὺς τὴν ἐν Ἀλεξανδρείᾳ πρὸς αὐτοῦ γενομένην βιβλιοθήκην πάσαις κατακοσμῆσαι γραφαῖς ἠξίωσε καὶ τοὺς Ἱεροσολυμίτας τὰς παρ’ αὐτοῖς προφητείας εἰς τὴν Ἑλλάδα διάλεκτον ἑρμηνεῦσαι.

关于历年的事,既由许多人作了各不相同的记述,且由我们阐明,就且停留于此吧;而律法书与先知书由希伯来人的方言翻译为希腊语,人们说是发生在拉戈斯之子托勒密王在位时,或如某些人所说,发生在被称作费拉德尔甫斯的那位王在位时,他对此事倾注了极大的热忱,而法勒隆的德米特里准确掌管了有关翻译的事宜。因为当时马其顿人尚统治着亚洲,那位王志在用一切文献来充实自己于亚历山大里亚所建的图书馆,便要求耶路撒冷人也将他们那里的先知书翻译为希腊方言。

§1.22.149

οἳ δὲ ἅτε ἔτι ὑπακούοντες Μακεδόσι τῶν παρὰ σφίσιν εὐδοκιμωτάτων περὶ τὰς γραφὰς ἐμπείρους καὶ τῆς Ἑλληνικῆς διαλέκτου εἰδήμονας ἑβδομήκοντα πρεσβυτέρους ἐκλεξάμενοι ἀπέστειλαν αὐτῷ μετὰ καὶ τῶν θείων βίβλων. ἑκάστου δὲ ἐν μέρει κατ’ ἰδίαν ἑκάστην ἑρμηνεύσαντος προφητείαν συνέπνευσαν αἱ πᾶσαι ἑρμηνεῖαι συναντιβληθεῖσαι καὶ τὰς διανοίας καὶ τὰς λέξεις· θεοῦ γὰρ ἦν βούλημα μεμελετημένον εἰς Ἑλληνικὰς ἀκοάς. οὐ δὴ ξένον ἐπιπνοίᾳ θεοῦ τοῦ τὴν προφητείαν δεδωκότος καὶ τὴν ἑρμηνείαν οἱονεὶ Ἑλληνικὴν προφητείαν ἐνεργεῖσθαι, ἐπεὶ κἀν τῇ ἐπὶ Ναβουχοδονόσορ αἰχμαλωσίᾳ διαφθαρεισῶν τῶν γραφῶν κατὰ τοὺς Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνους ἐπίπνους Ἔσδρας ὁ Λευίτης ὁ ἱερεὺς γενόμενος πάσας τὰς παλαιὰς αὖθις ἀνανεούμενος προεφήτευσε γραφάς.

而耶路撒冷人由于仍臣服于马其顿人,便从他们中间最负盛名的人中选出了七十位精通圣书且通晓希腊方言的长老,将他们连同圣书一同差遣到王那里。当他们各自轮流单独翻译每一卷先知书后,把所有的译文相互对照,无论在思想上还是文词上都完全吻合;因为这是神预先考虑到希腊人的听闻而作出的决意。因此,借着赐下预言之神的灵感,使这翻译也如同希腊语的预言般产生出来,绝非不可思议之事;因为在尼布甲尼撒手下被虏、圣书遭毁灭之时,及至波斯王阿尔塔薛西斯时代,身为利未人的祭司以斯拉受了神的感动,重新恢复并重新预言了所有古代的经书。

§1.22.150

Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει· κατηκολούθηκε δὲ καὶ ὁ Πλάτων τῇ καθ’ ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ λεγομένων. διηρμήνευται δὲ πρὸ Δημητρίου ὑφ’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου Περσῶν ἐπικρατήσεως,1 τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις· ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά (γέγονε γὰρ πολυμαθής), καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ’ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν. Νουμήνιος δὲ ὁ Πυθαγόρειος φιλόσοφος ἄντικρυς γράφει· τί γάρ ἐστι Πλάτων ἢ Μωυσῆς ἀττικίζων; οὗτος ὁ Μωυσῆς θεολόγος καὶ προφήτης, ὡς δέ τινες νόμων ἱερῶν ἑρμηνεὺς ἦν. τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸν βίον ἀξιόπιστοι κηρύσσουσαι αὐταὶ αἱ γραφαί, λεκτέον δὲ ὅμως καὶ ἡμῖν2 ὡς ὅτι μάλιστα δι’ ὀλίγων.

而阿里斯托布鲁斯在呈斐洛墨托尔书的第一卷中逐字写道: “柏拉图也遵循了我们的律法,显而易见他曾细心研求其中所述的每一件事。在德米特里之前,在亚历山大征服波斯人之前,关于我们希伯来同胞出埃及的事、降临在他们身上的一切显赫奇事、对那块土地的占领以及对全部律法的阐释,便已被其他人翻译出来了;因此前述哲学家借鉴了诸多内容是显而易见的(因为他成了一位博学者),正如毕达哥拉斯也将我们之中的许多东西转入了他自己的教义体系中一样。” 而毕达哥拉斯派哲学家努美纽斯更直截了当地写道: “柏拉图若不是操着阿提卡方言的摩西,又是什么呢?” 这位摩西是神学家与先知,依某些人说也是神圣律法的阐释者。关于他的出身、行迹与生平,圣经本身作为可靠的见证予以昭示,然而我们无论如何也当尽可能简要地予以论述。

语法注2 条
  1. 1.22.150πρὸ τῆς Ἀλεξάνδρου Περσῶν ἐπικρατήσεως

    名词 ἐπικρατήσεως(统治、征服)带有两个属格修饰语:Ἀλεξάνδρου 为表示动作发出者的主格性属格,Περσῶν 为表示支配对象的宾格性属格,意即“亚历山大对波斯人的征服”。

  2. 1.22.150τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸν βίον ἀξιόπιστοι κηρύσσουσαι αὐταὶ αἱ γραφαί, λεκτέον δὲ ὅμως καὶ ἡμῖν

    句首的“τὸ γένος... κηρύσσουσαι αὐταὶ αἱ γραφαί”是由主格主语及现在分词构成的悬空结构(破格句 anacoluthon),或可视为省略了系动词 εἰσίν 的独立分句,与后文的非人称动形容词结构 λεκτέον... ἡμῖν 形成转折对照,意为“尽管圣经本身已然昭示……,然而我们亦当予以论述”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.22.148-1.22.150