← 亚历山太的革利免

杂记

§1.21.145-1.21.147

基督降生受难的年代与预言推算

著者结合圣经及各类传统推算主降生、受洗与受难的年月和确切日期,并通过《但以理书》的预言日数、约瑟夫斯的纪年及福音书家谱论证其历史年代的吻合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21.145

Ἐγεννήθη δὲ ὁ κύριος ἡμῶν τῷ ὀγδόῳ καὶ εἰκοστῷ ἔτει, ὅτε πρῶτον ἐκέλευσαν ἀπογραφὰς γενέσθαι ἐπὶ Αὐγούστου.1 ὅτι δὲ τοῦτ’ ἀληθές ἐστιν, ἐν τῷ εὐαγγελίῳ τῷ κατὰ Λουκᾶν γέγραπται οὕτως· ἔτει δὲ πεντεκαιδεκάτῳ ἐπὶ Τιβερίου Καίσαρος ἐγένετο ῥῆμα κυρίου ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱόν. καὶ πάλιν ἐν τῷ αὐτῷ· ἦν δὲ Ἰησοῦς ἐρχόμενος ἐπὶ τὸ βάπτισμα ὡς ἐτῶν λ2΄. καὶ ὅτι ἐνιαυτὸν μόνον ἔδει αὐτὸν κηρῦξαι, καὶ τοῦτο γέγραπται οὕτως· ἐνιαυτὸν δεκτὸν κυρίου κηρῦξαι ἀπέστειλέν με. τοῦτο καὶ ὁ προφήτης εἶπεν καὶ τὸ εὐαγγέλιον. πεντεκαίδεκα οὖν ἔτη Τιβερίου καὶ πεντεκαίδεκα Αὐγούστου, οὕτω πληροῦται τὰ τριάκοντα ἔτη ἕως οὗ ἔπαθεν. ἀφ’ οὗ κὲ ἔπαθεν ἕως τῆς καταστροφῆς Ἱερουσαλὴμ γίνονται ἔτη μβ΄ μῆνες γ΄, καὶ ἀπὸ τῆς καταστροφῆς Ἱερουσαλὴμ ἕως Κομόδου τελευτῆς ἔτη ρκβ΄ μῆνες ι΄ ἡμέραι ιγ΄. γίνονται οὖν ἀφ’ οὗ ὁ κύριος ἐγεννήθη ἕως Κομόδου τελευτῆς τὰ πάντα ἔτη ρςδ΄ μὴν εἷς ἡμέραι ιγ΄. εἰσὶ δὲ οἱ περιεργότερον τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν οὐ μόνον τὸ ἔτος, ἀλλὰ καὶ τὴν ἡμέραν προστιθέντες, ἥν φασιν ἔτους κή Αὐγούστου ἐν πέμπτῃ Παχὼν καὶ εἰκάδι.

我们的主降生在第二十八年,当时首次下令在奥古斯都治下进行人口普查。此事确实,在《路加福音》中记载如下: “在提比略·凯撒在位第十五年,主的话临到了撒迦利亚的儿子约翰。” 在同一部福音书中又记载: “耶稣来受洗时,年纪约有三十岁。” 至于他只应当传道一年,这也记着说: “他差遣我宣告主悦纳人的禧年。” 先知与福音书都说了这事。提比略的十五年加上奥古斯都的十五年,便如此满了他受难前的三十年。从他受难到耶路撒冷毁灭,共有四十二年零三个月;从耶路撒冷毁灭到康茂德去世,共有一百二十二年十个月零十三天。因此,自主降生到康茂德去世,总共为一百九十四年一个月零十三天。有些人过于深究,为我们救主的降生不仅定出年份,甚至定出日子,他们说是在奥古斯都第二十八年帕克洪月二十五日。

§1.21.146

Οἱ δὲ ἀπὸ Βασιλείδου καὶ τοῦ βαπτίσματος αὐτοῦ τὴν ἡμέραν Ἑορτάζουσι προδιανυκτερεύοντες ἐν ἀναγνώσεσι. φασὶ δὲ εἶναι τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος τὴν πεντεκαιδεκάτην τοῦ Τυβὶ μηνός, τινὲς δὲ αὖ τὴν ἑνδεκάτην τοῦ αὐτοῦ μηνός. τό τε πάθος αὐτοῦ ἀκριβολογούμενοι φέρουσιν οἳ μέν τινες τῷ ἑκκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος Φαμενὼθ κε΄, οἳ δὲ Φαρμουθὶ κε΄· ἄλλοι δὲ Φαρμουθὶ ιθ΄ πεπονθέναι τὸν σωτῆρα λέγουσιν. ναὶ μήν τινες αὐτῶν φασι Φαρμουθὶ γεγενῆσθαι κδ΄ ἢ κε΄. Ἔτι δὲ κἀκεῖνα τῇ χρονογραφίᾳ προσαποδοτέον, τὰς ἡμέρας λέγω, ἃς αἰνίττεται Δανιὴλ ἀπὸ τῆς ἐρημώσεως Ἱερουσαλήμ, τὰ Οὐεσπεσιανοῦ ἔτη ζ΄ μῆνας ια3΄. τὰ γὰρ δύο ἔτη προσλαμβάνεται τοῖς Ὄθωνος καὶ Γάλβα καὶ Οὐιτελλίου μησὶ ιζ΄ ἡμέραις η΄ καὶ οὕτω γίνεται ἔτη τρία καὶ μῆνες ς΄, ὅ ἐστι τὸ ἥμισυ τῆς ἑβδομάδος, καθὼς εἴρηκε Δανιὴλ ὁ προφήτης. εἴρηκεν δὲ βτ΄ ἡμέρας γενέσθαι ἀφ’ οὗ ἔστη τὸ βδέλυγμα ὑπὸ Νέρωνος εἰς τὴν πόλιν τὴν ἁγίαν μέχρι τῆς καταστροφῆς αὐτῆς. οὕτω γὰρ τὸ ῥητὸν τὸ ὑποτεταγμένον δείκνυσιν· ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ ἡ δύναμις καὶ τὸ ἅγιον συμπατηθήσεται; καὶ εἶπεν αὐτῷ, ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι βτ΄, καὶ καθαρθήσεται τὸ ἅγιον. αὗται οὖν αἱ βτ΄ ἡμέραι γίνονται ἔτη ς΄, μῆνες δ΄, ὧν τὸ ἥμισυ κατέσχε Νέρων βασιλεύων, καὶ ἐγένετο ἥμισυ ἑβδομάδος· τὸ δὲ ἥμισυ Οὐεσπεσιανὸς σὺν Ὄθωνι καὶ Γάλβᾳ καὶ Οὐιτελλίῳ. καὶ διὰ τοῦτο λέγει Δανιήλ· μακάριος ὁ φθάσας εἰς ἡμέρας ατλε΄. μέχρι γὰρ τούτων τῶν ἡμερῶν ὁ πόλεμος ἦν, μετὰ δὲ ταῦτα ἐπαύσατο.

巴西利德的门徒们甚至庆祝他受洗之日,在诵读中守夜达旦。他们说那是在提比略·凯撒第十五年提比月十五日,但又有人说是同月的十一日。关于他的受难,他们细加推求,有人定在提比略·凯撒第十六年法梅诺斯月二十五日,有人定在法尔穆斯月二十五日;另有人说救主是在法尔穆斯月十九日受难。确实,他们中甚至有人说他是在法尔穆斯月二十四日或二十五日降生的。 此外,还应在编年史中附加上那些事,我是说但以理自耶路撒冷荒凉起所暗示的那些日子,即韦斯伯芗的七年十一个月。因为两年被加在奥托、加尔巴和维特里乌斯的十七个月零八天之上,由此便成了三年零六个月,这便是“一七之半”,如先知但以理所说。他还说,自尼禄将那可憎之物立在圣城起直到圣城毁灭,共有二千三百天。因为下文所引的经文如此显示: “这异象,就是被除掉的祭祀和所设立招致荒凉的罪过,要持续到何时,军队与圣所又要被践踏到何时呢?他对他说:‘直到晚上和早晨,二千三百天,圣所才得洁净。’” 因此,这二千三百天等于六年零四个月,其中尼禄在位占了一半,便成了一七之半;另一半则为韦斯伯芗同奥托、加尔巴和维特里乌斯所占。为此但以理说: “那达到一千三百三十五日的人是有福的。” 因为战事持续直至那些日子,在此之后便止息了。

§1.21.147

δείκνυται δὲ καὶ οὗτος ὁ ἀριθμὸς ἐκ τοῦ ὑποτεταγμένου κεφαλαίου ἔχοντος ὧδε· καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέρας ασς΄, μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας ατλε΄. Φλαύιος δὲ Ἰώσηπος ὁ Ἰουδαῖος ὁ τὰς Ἰουδαϊκὰς συντάξας ἱστορίας καταγαγὼν τοὺς χρόνους φησὶν ἀπὸ Μωυσέως ἕως Δαβὶδ ἔτη γίγνεσθαι φπε΄, ἀπὸ δὲ Δαβὶδ ἕως Οὐεσπεσιανοῦ δευτέρου ἔτους αροθ΄. εἶτα ἀπὸ τούτου μέχρι Ἀντωνίνου δεκάτου ἔτους ἔτη οζ΄, ὡς εἶναι ἀπὸ Μωυσέως ἐπὶ τὸ δέκατον ἔτος Ἀντωνίνου πάντα ἔτη αωλγ΄. ἄλλοι δὲ μέχρι τῆς Κομόδου τελευτῆς ἀριθμήσαντες ἀπὸ Ἰνάχου καὶ Μωυσέως ἔτη ἔφησαν γίνεσθαι αωμβ΄, οἳ δὲ ἁ̣̣̓κα΄, ἐν δὲ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ἡ ἀπὸ Ἀβραὰμ γενεαλογία μέχρι Μαρίας τῆς μητρὸς τοῦ κυρίου περαιοῦται· γίνονται γάρ, φησίν, ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ γενεαὶ ιδ΄, καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ ιδ΄, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ ὁμοίως ἄλλαι γενεαὶ ιδ΄, τρία διαστήματα μυστικὰ ἓξ ἑβδομάσι τελειούμενα.4

这一数目也可从下面包含如下内容的段落中看出: “从除掉常献燔祭并设立行毁坏的可憎之物之时起,共有一千二百九十日;那等候并达到一千三百三十五日的人是有福的。” 编撰了犹太史的犹太人弗拉维乌斯·约瑟夫斯在考订历年时说,从摩西到大卫有五百八十五年,从大卫到韦斯伯芗第二年有一千一百七十九年。随后自此至安敦尼第十年为七十七年,以致从摩西到安敦尼第十年总历年为一千八百三十三年。另有人从伊那科斯与摩西数到康茂德去世,称其年数为一千八百四十二年,还有人称是一千八百二十一年。而在《马太福音》中,从亚伯拉罕直到主的母亲玛利亚的家谱终告完成;因为,经上说,“从亚伯拉罕到大卫共有十四代,从大卫到迁至巴比伦共有十四代,从迁至巴比伦到基督同样另有十四代”,这是以六个七得以圆满的三段神秘时期。

语法注4 条
  1. 1.21.145ὅτε πρῶτον ἐκέλευσαν ἀπογραφὰς γενέσθαι ἐπὶ Αὐγούστου

    动词 ἐκέλευσαν 为主动语态第三人称复数,未指明具体主语,表示泛指的“人们/官方下令”,后接宾格不定式结构 ἀπογραφὰς γενέσθαι(“进行户口登记”)作为其宾语补足成分。

  2. 1.21.145ὡς ἐτῶν λ΄

    副词 ὡς(“大约”)修饰属格短语 ἐτῶν λ΄(“三十岁”),属于表示度量或性质的属格(genitive of measure/quality),作表语用以表示年龄(“约三十岁”)。

  3. 1.21.146τὰ Οὐεσπεσιανοῦ ἔτη ζ΄ μῆνας ια΄

    该句以宾格形式同格附加在前面的直接宾语 τὰς ἡμέρας(“那些日子”)之后,以持续时间宾格(年与月)的形式对预言所指的具体天数进行换算和同格说明。

  4. 1.21.147ἓξ ἑβδομάσι τελειούμενα

    ἓξ 为数词“六”。与格 ἑβδομάσι 为方式或度量与格;由于三段“十四代”中的每一段均含两个“七”(14 = 2 × 7),故三段一共由六个“七”(周)所完满构成(3 × 2 = 6)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.145-1.21.147