- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.142-1.21.144
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者根据圣经与历史学家论述了民族和语言的数目、动物的方言以及外邦语言的本性力量,随后列出罗马诸位皇帝的统治年代,以指明救主的降生年代。
Ἔφορος δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἱστορικῶν καὶ ἔθνη καὶ γλώσσας πέντε καὶ ἑβδομήκοντα λέγουσιν εἶναι, ἐπακούσαντες τῆς φωνῆς Μωυσέως λεγούσης· ἦσαν δὲ πᾶσαι αἱ ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα αἱ εἰς Αἴγυπτον κατελθοῦσαι. φαίνονται δὲ εἶναι καὶ κατὰ τὸν ἀληθῆ λόγον αἱ γενικαὶ διάλεκτοι δύο καὶ ἑβδομήκοντα ὡς αἱ ἡμέτεραι παραδιδόασι γραφαί, αἱ δὲ ἄλλαι αἱ πολλαὶ ἐπὶ κοινωνίᾳ διαλέκτων δύο ἢ τριῶν ἢ καὶ πλειόνων γίνονται. διάλεκτος δέ ἐστι λέξις ἴδιον χαρακτῆρα τόπου ἐμφαίνουσα, ἢ λέξις ἴδιον ἢ κοινὸν ἔθνους ἐπιφαίνουσα χαρακτῆρα. φασὶ δὲ οἱ Ἕλληνες διαλέκτους εἶναι τὰς παρὰ σφίσι ε΄, Ἀτθίδα, Ἰάδα, Δωρίδα, Αἰολίδα καὶ πέμπτην τὴν κοινήν, ἀπεριλήπτους δὲ οὔσας τὰς βαρβάρων φωνὰς μηδὲ διαλέκτους, ἀλλὰ γλώσσας λέγεσθαι.
埃福罗斯以及其他许多历史学家说有七十五个民族和语言,这是听从了摩西说出的声音: “从雅各所出的、下到埃及去的一切人口共有七十五人。” 然而按照真确的论说,基本方言显见为七十二种,如我们的经书所传授的那样,而其余诸多语言则是由于两种、三种甚至更多方言的交融而产生的。方言是展现一地特有特征的言辞,或是显现一个民族特有或共同特征的言辞。希腊人说他们那里的方言有五种——阿提卡、爱奥尼亚、多立斯、伊奥利亚,以及第五种通用希腊语——而外邦人的话音因无法穷尽理解,故不被称为方言,而被称为语言。
ὁ Πλάτων δὲ καὶ τοῖς θεοῖς διάλεκτον ἀπονέμει τινά, μάλιστα μὲν ἀπὸ τῶν ὀνειράτων τεκμαιρόμενος καὶ τῶν χρησμῶν, ἄλλως δὲ καὶ ἀπὸ τῶν δαιμονώντων, οἳ τὴν αὑτῶν οὐ φθέγγονται φωνὴν οὐδὲ διάλεκτον, ἀλλὰ τὴν τῶν ὑπεισιόντων δαιμόνων. οἴεται δὲ καὶ ἀλόγων ζῴων διαλέκτους εἶναι, ὧν τὰ ὁμογενῆ ἐπακούειν.1 ἐλέφαντος γοῦν ἐμπεσόντος εἰς βόρβορον καὶ βοήσαντος παρών τις ἄλλος καὶ τὸ συμβὰν θεωρήσας ὑποστρέψας μετ’ οὐ πολὺ ἄγει μεθ’ ἑαυτοῦ ἀγέλην ἐλεφάντων καὶ σῴζει τὸν ἐμπεπτωκότα. φασὶ δὲ καὶ ἐν τῇ Λιβύῃ σκορπίον, ἐὰν μὴ ἐφικνῆται παίειν τὸν ἄνθρωπον, ἀπιόντα μετὰ πλειόνων ἀναστρέφειν, ἐξαρτώμενον δὲ θάτερον θατέρου ἁλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλῇ,2 οὐ δή που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλ’, οἶμαι, τῇ οἰκείᾳ διαλέκτῳ. φασὶ δὲ καὶ ἄλλοι τινές, ὡς εἴ τις ἰχθὺς ἀνασπώμενος τῆς μηρίνθου ἀπορραγείσης ἀποδράσει, οὐκέτ’ ἂν ἐν τῷ αὐτῷ τόπῳ τοῦ αὐτοῦ εἴδους ἰχθὺς αὐτῆς ἐκείνης εὑρεθήσεται τῆς ἡμέρας.3 αἱ δὲ πρῶται καὶ γενικαὶ διάλεκτοι βάρβαροι μέν, φύσει δὲ τὰ ὀνόματα ἔχουσιν, ἐπεὶ καὶ τὰς εὐχὰς ὁμολογοῦσιν οἱ ἄνθρωποι δυνατωτέρας εἶναι τὰς βαρβάρῳ φωνῇ λεγομένας. καὶ Πλάτων δὲ ἐν Κρατύλῳ τὸ πῦρ ἑρμηνεῦσαι βουλόμενος βαρβαρικόν φησιν εἶναι τὸ ὄνομα. μαρτυρεῖ γοῦν τοὺς Φρύγας οὕτω καλοῦντας μικρόν τι παρακλίνοντας.
柏拉图甚至将某种方言赋予诸神,这主要是根据梦境与神谕推测而来,此外也是根据被鬼附之人推断的,因为他们发出的不是自己的声音或方言,而是进入他们体内的鬼魔之音。他还认为无理性的动物也有其方言,同类的动物能够听懂。无论如何,有一头大象陷在泥淖中呼叫,另一头在场的大象见到了发生的事,便转身返回,不久后带着象群赶来,解救了掉进泥里的大象。据说在利比亚,蝎子若是够不着螫人,便走开并带着更多同伴返回,像链条一样一个钩住另一个,就以此种方式设法得逞其图谋——这绝非因为无理性的动物使用了隐秘的示意,也不是靠体态向彼此传达,我以为乃是凭借它们固有的方言。还有其他人说,一条正被钓起的鱼若是因钓线扯断而逃脱,那么在同一天同一地点就再也找不到同一类的鱼了。最根本的原初方言固然是属于外邦人的,然而它们所具有的名称是合于本性的,因为人们也承认,用外邦语言念出的祈祷更为有力。柏拉图在《克拉底鲁篇》中试图阐释“火”时,也说该名称是外邦语。他作证说弗里吉亚人正是如此称呼它,只作了轻微的词形偏转。
Οὐδὲν δὲ οἶμαι ἐπὶ τούτοις χεῖρον καὶ τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων παραθέσθαι εἰς ἐπίδειξιν τῆς τοῦ σωτῆρος γενέσεως· Αὔγουστος ἔτη τεσσαράκοντα τρία, Τιβέριος ἔτη κβ΄, Γάιος ἔτη δ΄, Κλαύδιος ἔτη ιδ΄, Νέρων ἔτη ιδ΄, Γάλβας ἔτος ἕν, Οὐεσπεσιανὸς ἔτη ι΄, Τίτος ἔτη γ΄, Δομιτιανὸς ἔτη ιε΄, Νέρβας ἔτος α΄, Τραϊανὸς ἔτη ιθ΄, Ἀδριανὸς ἔτη κα΄, Ἀντωνῖνος ἔτη κγ΄, ὁμοίως πάλιν Ἀντωνῖνος καὶ Κόμοδος ἔτη λβ΄. γίνεται τὰ πάντα ἀπὸ Αὐγούστου ἕως Κομόδου τελευτῆς ἔτη σκβ΄, καὶ τὰ ἀπὸ Ἀδὰμ ἕως Κομόδου τελευτῆς ἔτη εψπδ΄ μῆνες δύο ἡμέραι δώδεκα. τινὲς μέντοι τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων οὕτως ἀναγράφουσι· Γάιος Ἰούλιος Καῖσαρ ἔτη γ΄ μῆνας δ΄ ἡμέρας ς΄, μεθ’ ὅν Αὔγουστος ἐβασίλευσεν ἔτη μς΄ μῆνας δ΄ ἡμέραν μίαν, ἔπειτα Τιβέριος ἔτη κς΄ μῆνας ς΄ ἡμέρας ιθ΄, ὅν διαδέχεται Γάιος Καῖσαρ ἔτη τρία μῆνας ι΄ ἡμέρας ὀκτώ· τοῦτον Κλαύδιος ἔτη ιγ΄ μῆνας η΄ ἡμέρας κη΄, Νέρων ἔτη ιγ΄ μῆνας ὀκτὼ ἡμέρας κη΄, Γάλβας μῆνας ἑπτὰ ἡμέρας ς΄, Ὄθων μῆνας ε΄ ἡμέραν α΄, Οὐιτέλλιος μῆνας ἑπτὰ ἡμέραν α΄, Οὐεσπεσιανὸς ἔτη ια΄ μῆνας ια΄ ἡμέρας κβ΄, Τίτος ἔτη β΄ μῆνας β΄ Δομιτιανὸς ἔτη ιε΄ μῆνας η΄ ἡμέρας ε΄, Νέρβας ἔτος α΄ μῆνας δ΄ ἡμέρας ι΄, Τραϊανὸς ἔτη ιθ΄ μῆνας ζ΄ ἡμέρας ιε΄, Ἀδριανὸς ἔτη κ΄ μῆνας ι΄ ἡμέρας κη΄, Ἀντωνῖνος ἔτη κβ΄ μῆνας τρεῖς ἡμέρας ζ΄, Μάρκος Αὐρήλιος Ἀντωνῖνος ἔτη ιθ΄ ἡμέρας ια΄, Κόμοδος ἔτη ιβ΄ μῆνας θ΄ ἡμέρας ιδ΄. ἀπὸ Ἰουλίου τοίνυν Καίσαρος ἕως Κομόδου τελευτῆς γίνονται ἔτη σλς΄ μῆνες ς΄. συνάγεται δὲ πάντα τὰ ἀπὸ Ῥωμύλου τοῦ κτίσαντος Ῥώμην ἕως Κομόδου τελευτῆς μγ΄ μῆνες ς4΄.
除这些之外,我认为把罗马诸王的年历列于其后以指明救主的降生也并无不妥:奥古斯都四十三年,提比略二十二年,盖乌斯四年,克劳狄十四年,尼禄十四年,加尔巴一年,韦斯伯芗十年,提图斯三年,图密善十五年,涅尔瓦一年,图拉真十九年,哈德良二十一年,安敦尼二十三年,同样又有安敦尼与康茂德合为三十二年。自奥古斯都到康茂德去世总共为二百二十二年,而从亚当到康茂德去世为五千七百八十四年二个月零十二天。不过,有人这样记录罗马诸王的历年:盖乌斯·尤利乌斯·凯撒三年四个月零六天;此后奥古斯都统治四十六年四个月零一天;随后提比略二十六年六个月零十九天,盖乌斯·凯撒接续他,统治三年十个月零八天;克劳狄继其后统治十三年八个月零二十八天,尼禄十三年八个月零二十八天,加尔巴七个月零六天,奥托五个月零一天,维特里乌斯七个月零一天,韦斯伯芗十一年十一个月零二十二天,提图斯二年二个月,图密善十五年八个月零五天,涅尔瓦一年四个月零十天,图拉真十九年七个月零十五天,哈德良二十年十个月零二十八天,安敦尼二十二年三个月零七天,马可·奥勒留·安敦尼十九年零十一天,康茂德十二年九个月零十四天。因此,从尤利乌斯·凯撒到康茂德去世为二百三十六年零六个月。而从建立罗马的罗慕路斯直到康茂德去世的总历年共计为四十三年零六个月。
- 1.21.143ὧν τὰ ὁμογενῆ ἐπακούειν
关系代词 ὧν 是先行词 διαλέκτους 的宾格性属格,作动词 ἐπακούειν(“倾听”、“领会”)的宾语。不定式 ἐπακούειν 延续由前文动词 οἴεται 所支配的“宾格加不定式”间接引语结构,其逻辑主语为宾格中性复数 τὰ ὁμογενῆ。
- 1.21.143ἐξαρτώμενον δὲ θάτερον θατέρου ἁλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλῇ
在句首 φασί 所支配的间接引语中,分词 ἐξαρτώμενον 和 ἐπιχειροῦντα 与不定式 φθάνειν 的逻辑主语(宾格 σκορπίον)在性数格上保持一致。短语 θάτερον θατέρου 是表示相互关系的属格结构(“一个连着另一个”),ἁλύσεως δίκην 作状语性宾格,意为“如链条一般”。动词 φθάνω 搭配补充性分词构成惯用句式,表示“先发制人地/成功地实施……”。
- 1.21.143οὐκέτ’ ἂν ἐν τῷ αὐτῷ τόπῳ τοῦ αὐτοῦ εἴδους ἰχθὺς αὐτῆς ἐκείνης εὑρεθήσεται τῆς ἡμέρας
这是条件句结论分句中语气小词 ἄν 与将来时直陈式 εὑρεθήσεται 连用的罕见句式。在后古典期希腊语中,这种将来直陈式加 ἄν 的结构承担了相当于不定过去时虚拟式或潜势祈愿式的推测表达功能。
- 1.21.144μγ΄ μῆνες ς΄
抄本传统中的数字符号 μγ΄(43)对于从罗慕路斯到康茂德的跨度而言在算术上明显有缺漏(通常推测遗漏了数百位字母,如 ϡμγ΄[943]),但就句法结构而言,它直接充当主语 πάντα τὰ... ἕως... 的表语补足语,表示“四十三年零六个月”。
