← 亚历山太的革利免

杂记

§1.21.133-1.21.135

异教占卜者与希伯来真先知的谱系

作者列举了以莫普索斯和苏格拉底为代表的希腊及外邦占卜者与智者,斥责他们不过是凭借推测或邪灵行事的“贼和强盗”,并与从亚当到玛拉基凭神圣默示说话的希伯来先知谱系作了鲜明对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21.133

φασὶ δὲ τὴν Μόψου καλουμένην Μαντικὴν συντάξαι τὸν Κυρηναῖον Βάττον, Δωρόθεός τε ἐν τῷ πρώτῳ πανδέκτῃ ἀλκυόνος καὶ κορώνης ἐπακοῦσαι τὸν Μόψον ἱστορεῖ. προγνώσει δὲ καὶ Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας ὁ Προκοννήσιος Ἐπιμενίδης τε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωροάστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Λάκων, ναὶ μὴν Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος ἐπί τε τούτοις Σωκράτης ὁ Ἀθηναῖος μάλιστα· ἔστι γάρ μοι, φησὶν ἐν τῷ Θεάγει, ἐκ παιδὸς ἀρξάμενον1 θείᾳ μοίρᾳ παραγινόμενον δαιμόνιον σημεῖον, τοῦτο δέ ἐστι φωνή, ἣ ὅταν γένηται, ἐπίσχει τοῦτο ὃ μέλλω πράττειν, προτρέπει δὲ οὐδέποτε. Ἐξήκεστός τε ὁ Φωκέων τύραννος δύο δακτυλίους φορῶν γεγοητευμένους τῷ ψόφῳ τῷ πρὸς ἀλλήλους διῃσθάνετο τοὺς καιροὺς τῶν πράξεων, ἀπέθανεν δὲ ὅμως δολοφονηθείς, καίτοι προσημήναντος τοῦ ψόφου, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Φωκέων πολιτείᾳ.

人们说,整理所谓莫普索斯《占卜术》的是居勒尼人巴图斯;而多罗泰奥斯在其《全编》第一卷中记载,莫普索斯曾听懂翠鸟和乌鸦的鸣叫。伟大的毕达哥拉斯也始终潜心于预知之术,极北人阿巴里斯、普罗孔奈索斯人阿里斯忒阿斯、来到斯巴达的克里特人厄庇墨尼得斯、米底人琐罗亚斯德、阿克拉加斯人恩培多克勒、拉哥尼亚人福尔弥翁,乃至萨索斯人波利阿拉托斯、叙拉古人恩培多提摩,以及在这些人之外尤以雅典人苏格拉底为甚;因为他在《泰阿革斯篇》中说: “自幼时起,因着神圣的指派,便有一种属神精灵的兆头伴随着我;这是一道声音,每当它出现时,就制止我将要做的事,却从未催促我行动。” 福基斯人的僭主厄克塞克斯托斯佩戴着两枚施了法术的戒指,借着它们相互碰撞的响声辨识行事的时机;然而,尽管响声预先示警,他最终仍遭暗杀而死,正如亚里士多德在《福基斯政制》中所说。

§1.21.134

ἀλλὰ καὶ τῶν παρ’ Αἰγυπτίοις ἀνθρώπων ποτέ, γενομένων δὲ ἀνθρωπίνῃ δόξῃ θεῶν,2 Ἑρμῆς τε ὁ Θηβαῖος καὶ Ἀσκληπιὸς ὁ Μεμφίτης, Τειρεσίας τε αὖ καὶ Μαντὼ ἐν Θήβαις, ὥς φησιν Εὐριπίδης, Ἕλενος ἤδη καὶ Λαοκόων καὶ Οἰνώνη Κεβρῆνος ἐν Ἰλίῳ· † Κρῆνος γὰρ εἷς τῶν Ἡρακλειδῶν ἐπιφανὴς φέρεται μάντις καὶ Ἴαμος ἄλλος ἐν Ἤλιδι, ἀφ’ οὗ οἱ Ἰαμίδαι, Πολύιδός τε ἐν Ἄργει καὶ ἐν Μεγάροις, οὗ μέμνηται ἡ τραγῳδία. τί μοι Τήλεμον καταλέγειν, ὃς Κυκλώπων μάντις ὢν Πολυφήμῳ θεσπίζει τὰ κατὰ τὴν Ὀδυσσέως πλάνην, ἢ τὸν Ἀθήνησιν Ὀνομάκριτον ἢ τὸν Ἀμφιάρεων τὸν σὺν τοῖς ἑπτὰ τοῖς ἐπὶ Θήβας στρατεύσασι μιᾷ γενεᾷ τῆς Ἰλίου ἁλώσεως πρεσβύτερον φερόμενον ἢ Θεοκλύμενον ἐν Κεφαλληνίᾳ ἢ Τελμησσὸν ἐν Καρίᾳ ἢ Γαλεὸν ἐν Σικελίᾳ; εἶεν δ’ ἂν καὶ ἕτεροι πρὸς τούτοις, Ἴδμων ὁ σὺν τοῖς Ἀργοναύταις, Φημονόη Δελφίς, Μόψος ὁ Ἀπόλλωνος καὶ Μαντοῦς ἐν Παμφυλίᾳ καὶ Κιλικίᾳ, Ἀμφίλοχος Ἀμφιαράου ἐν Κιλικίᾳ, Ἀλκμέων ἐν Ἀκαρνᾶσιν, Ἄνιος ἐν Δήλῳ Ἀρίστανδρός τε ὁ Τελμησσεὺς ὁ σὺν Ἀλεξάνδρῳ γενόμενος. ἤδη δὲ καὶ Ὀρφέα Φιλόχορος μάντιν ἱστορεῖ γενέσθαι ἐν τῷ πρώτῳ Περὶ μαντικῆς.

此外,在那些曾是埃及人当中的凡人、后因人的意见而成为神明者当中,有底比斯的赫耳墨斯和孟菲斯的阿斯克勒庇俄斯;再有底比斯的忒瑞西阿斯和曼托,如欧里庇得斯所说;还有特洛伊的赫勒诺斯、拉奥孔和刻布壬之女俄诺涅;因为赫拉克勒斯后裔之一的克瑞诺斯被记载为显赫的占卜者,另一人是厄利斯的雅摩斯,雅米代家族由此而出;还有阿耳戈斯和墨伽拉的波吕伊多斯,悲剧曾提及他。我何须一一列举独眼巨人的占卜者忒勒摩斯——他向波吕斐摩斯预言了有关奥德修斯漂泊之事,或是雅典的奥诺马克利托,或是与进军底比斯的七雄一同出征、被记载比特洛伊陷落早一代人的安菲阿拉俄斯,或是凯法利尼亚的忒俄克吕墨诺斯,或是卡利亚的忒尔墨索斯,或是西西里的加勒俄斯?除了这些人之外,还可以有与阿尔戈英雄同行的伊德蒙、德尔斐的费摩诺厄、阿波罗与曼托之子潘菲利亚和奇里乞亚的莫普索斯、安菲阿拉俄斯之子奇里乞亚的安菲洛科斯、阿卡纳尼亚的阿尔克迈翁、提洛的阿尼俄斯,以及陪伴亚历山大的忒尔墨索斯人阿里斯坦德罗斯。菲洛科罗斯在《论占卜术》第一卷中已经记载奥路菲成了占卜者。

§1.21.135

Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τίμαιος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι, καθάπερ ὁ Σάμιος Πυθοκλῆς ἐν τετάρτῳ Ἰταλικῶν Γάιον Ἰούλιον Νέπωτα. ἀλλ’ οἳ μὲν κλέπται πάντες καὶ λῃσταί, ὥς φησιν ἡ γραφή, τὰ πλεῖστα ἐκ παρατηρήσεως καὶ ἐξ εἰκότων προειρηκότες, καθάπερ οἱ φυσιογνωμονοῦντες ἰατροί τε καὶ μάντεις, οἳ δὲ καὶ ὑπὸ δαιμόνων κινηθέντες ἢ ὑδάτων καὶ θυμιαμάτων καὶ ἀέρος ποιοῦ ἐκταραχθέντες· παρὰ Ἑβραίοις δὲ οἱ προφῆται3 δυνάμει θεοῦ καὶ ἐπιπνοίᾳ, πρὸ μὲν τοῦ νόμου Ἀδὰμ ἐπί τε τῆς γυναικὸς ἐπί τε τῆς ζῴων ὀνομασίας προθεσπίσας καὶ Νῶε μετάνοιαν κηρύξας Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἄντικρυς οὐκ ὀλίγα τῶν μελλόντων καὶ ἤδη ἐνεστώτων προφαίνοντες. σὺν δὲ τῷ νόμῳ Μωυσῆς τε καὶ Ἀαρών, μεθ’ οὓς προφητεύουσιν Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σαμουήλ, Γάδ, Νάθαν, Ἀχίας, Σαμαίας, Ἰού, Ἠλία, Μιχαίας, Ἀβδιού, Ἐλισσαῖος, Ἀβδαδωναΐ, Ἀμώς, Ἡσαΐας, Ὠσηέ, Ἰωνᾶς, Ἰωήλ. Ἱερεμίας, Σοφονίας, Βουζί, Ἰεζεκιήλ, Οὐρίας, Ἀμβακούμ, Ναούμ. Δανιήλ, Μισαήλ, ὁ τοὺς συλλογισμούς, Ἀγγαῖος, Ζαχαρίας καὶ ὁ ἐν τοῖς δώδεκα Ἄγγελος.

忒奥彭波斯、厄福罗斯和提麦奥斯记录了一位名叫奥尔塔戈拉斯的占卜者,正如萨摩斯的皮托克勒斯在《意大利纪》第四卷中记录了盖乌斯·尤利乌斯·奈波斯。然而,正如经上所记,他们“都是贼和强盗”,绝大多数是凭观察和推测预先告知,如同察颜观色的医者和卜筮者;另一些人则是受邪灵驱使,或是被特定的水泉、熏香和空气所扰乱发狂。但在希伯来人当中,先知们则是凭着神的大能和默示说话:在律法之前,亚当关于女人以及给动物起名预先宣告,挪亚宣讲悔改,亚伯拉罕、以撒和雅各明白指示了不少未来的以及已经临前的事;而在律法伴随之下,有摩西和亚伦,继他们之后发预言的有嫩的儿子约书亚、撒母耳、迦得、拿单、亚希雅、示玛雅、耶户、以利亚、米该雅、俄巴底亚、以利沙、阿卜达多奈、阿摩司、以赛亚、何西阿、约拿、约珥、耶利米、西番雅、布西、以西结、乌利亚、哈巴谷、那鸿、但以理、通晓理则的米沙利、哈该、撒迦利亚,以及十二先知书中的使者(玛拉基)。

语法注3 条
  1. 1.21.133ἐκ παιδὸς ἀρξάμενον

    与中性名词短语 δαιμόνιον σημεῖον 一致的中性单数第一不定过去时中动分词主格。此处用作惯用性的分词结构,表示起点(“从幼年开始”)。

  2. 1.21.134ἀλλὰ καὶ τῶν παρ’ Αἰγυπτίοις ἀνθρώπων ποτέ, γενομένων δὲ ἀνθρωπίνῃ δόξῃ θεῶν

    列举谱系体裁中的省略结构。属格短语 τῶν... ἀνθρώπων ποτέ 作为后接主格专有名词(Ἑρμῆς... καὶ Ἀσκληπιὸς...)的部分属格(“在那些曾经是凡人……当中”),系动词(如 εἰσίν)被承前省略。

  3. 1.21.135ἀλλ’ οἳ μὲν κλέπται πάντες καὶ λῃσταί... παρὰ Ἑβραίοις δὲ οἱ προφῆται

    宏大的 μέν... δέ 对比结构,将前面的外邦占卜者(οἳ μέν,“贼和强盗”)与希伯来先知(παρὰ Ἑβραίοις δὲ οἱ προφῆται)对立起来。在后半句中省略了限定动词(如“说预言”),并由一系列主格分词(προθεσπίσας, κηρύξας, προφαίνοντες)以破格(anacoluthon)形式修饰各列祖与先知。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.133-1.21.135