← 亚历山太的革利免

杂记

§1.21.130-1.21.132

从所罗门与奥林匹亚期考证希腊先贤之后发

作者论证了第一届奥林匹亚周期及所罗门的年代远早于希腊七贤,并随后考证了奥诺马克利托、奥路菲、史诗环诗人及希腊诸预言者的年代,借此确立希腊人物晚于希伯来传统的论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21.130

ὅθεν ἀναμφιλέκτως τῆς τῶν προειρημένων προφητῶν ἡλικίας σὺν καὶ τοῖς ἑπτὰ λεγομένοις σοφοῖς προγενεστέρα ἂν εἴη ἡ ὀλυμπιὰς ἡ πρώτη,1 ἣ καὶ ὑστέρα τῶν Ἰλιακῶν δείκνυται ἔτεσι τετρακοσίοις ἑπτά. ῥᾴδιον τοίνυν συνιδεῖν Σολομῶνα τὸν κατὰ Μενέλαον γενόμενον (ὃ δὲ κατὰ Ἰλιακα) ἦν’ πολλοῖς ἔτεσι πρεσβύτερον2 τῶν παρ’ Ἕλλησι σοφῶν. τούτου δ’ αὖ ὁπόσοις ἔτεσι Μωυσῆς προτερεῖ, ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. Ἀλέξανδρος δὲ ὁ Πολυίστωρ ἐπικληθεὶς ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἀνέγραψέν τινας ἐπιστολὰς Σολομῶνος μὲν τε Οὐάφρην τὸν Αἰγύπτου βασιλέα πρός τε τὸν Φοινίκης Τυρίων3 τάς τε αὐτῶν πρὸς Σολομῶντα, καθ’ ἃς δείκνυται ὁ μὲν Οὐάφρης ὀκτὼ μυριάδας ἀνδρῶν Αἰγυπτίων ἀπεσταλκέναι αὐτῷ εἰς οἰκοδομὴν τοῦ νεώ, ἅτερος δὲ τὰς ἴσας σὺν ἀρχιτέκτονι Τυρίῳ ἐκ μητρὸς Ἰουδαίας ἐκ τῆς φυλῆς Δαβίδ, ὡς ἐκεῖ γέγραπται, Ὑπέρων τοὔνομα.

因此,毫无疑问,第一届奥林匹亚周期要早于上述先知的年代,连同所谓的七贤在内;而这一奥林匹亚周期被证明比特洛伊之战晚四百零七年。因此,容易看出,与墨涅拉俄斯同时代(即在特洛伊战事之时)的所罗门,比希腊人当中的智者们要年长许多年。至于摩西比这位所罗门早多少年,我们此前已经阐明了。此外,绰号博学者(波利希斯托尔)的亚历山大在《论犹太人》的著作中,记录了所罗门写给埃及王瓦弗利以及写给腓尼基推罗人君王的若干书信,以及他们写给所罗门的回信;据这些书信所显明,瓦弗利差遣了八万名埃及人给他建造圣殿,而另一位君王也差遣了同等数量的人,并附带了一位推罗建筑师,正如那里所载,其母亲是出自大卫部族的犹太妇女,名叫许珀隆。

§1.21.131

Ναὶ μὴν Ὀνομάκριτος ὁ Ἀθηναῖος, οὗ τὰ εἰς Ὀρφέα φερόμενα ποιήματα λέγεται εἶναι, κατὰ τὴν τῶν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα εὑρίσκεται, Ὀρφεὺς δὲ, ὁ συμπλεύσας Ἡρακλεῖ, Μουσαίου διδάσκαλος· Ἀμφίων γὰρ δυσὶ προάγει γενεαῖς τῶν Ἰλιακῶν, Δημόδοκος δὲ καὶ Φήμιος μετὰ τὴν Ἰλίου ἅλωσιν (ὃ μὲν γὰρ παρὰ τοῖς Φαίαξιν, ὃ δὲ παρὰ τοῖς μνηστῆρσι) κατὰ τὸ κιθαρίζειν εὐδοκίμουν. καὶ τοὺς μὲν ἀναφερομένους εἰς Μουσαῖον χρησμοὺς Ὀνομακρίτου εἶναι λέγουσι, τὸν Κρατῆρα δὲ τὸν Ὀρφέως Ζωπύρου τοῦ Ἡρακλεώτου τήν τε Εἰς Ἅιδου κατάβασιν Προδίκου τοῦ Σαμίου. Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. Ἐπιγένης δὲ ἐν τοῖς Περὶ τῆς εἰς Ὀρφέα ποιήσεως Κέρκωπος εἶναι λέγει τοῦ Πυθαγορείου τὴν Εἰς Ἅιδου κατάβασιν καὶ τὸν Ἱερὸν λόγον, τὸν δὲ Πέπλον καὶ τὰ Φυσικὰ Βροντίνου. ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες· Ἑλλάνικος γοῦν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι, Φανίας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέσβιον Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον, διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ καὶ νενικηκέναι· Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην ὀλυμπιάδα (ὡς δὲ Διονύσιος, περὶ τὴν πεντεκαιδεκάτην) Θάσον ἐκτίσθαι, ὡς εἶναι συμφανὲς τὸν Ἀρχίλοχον μετὰ τὴν εἰκοστὴν ἤδη γνωρίζεσθαι ὀλυμπιάδα. μέμνηται γοῦν καὶ τῆς Μαγνήτων ἀπωλείας προσφάτως γεγενημένης. Σιμωνίδης μὲν οὖν κατὰ Ἀρχίλοχον φέρεται, Καλλῖνος δὲ πρεσβύτερος οὐ μακρῷ· τῶν γὰρ Μαγνήτων ὁ μὲν Ἀρχίλοχος ἀπολωλότων, ὃ δὲ εὐημερούντων μέμνηται· Εὔμηλος δὲ ὁ Κορίνθιος πρεσβύτερος ὢν ἐπιβεβληκέναι Ἀρχίᾳ τῷ Συρακούσας κτίσαντι.

再者,雅典人奥诺马克利托——归于奥路菲名下的诗篇被认为出自他手——被发现处于庇西特拉图诸子统治的时期,约在第五十届奥林匹亚周期前后;而曾与赫拉克勒斯同舟航行的奥路菲,则是缪塞奥斯的老师。因为安菲翁比特洛伊之战早了两代人,德莫多科斯与费米奥斯则在特洛伊陷落之后(一人在法埃亚客斯人那里,另一人在求婚者那里)因弹奏齐特拉琴而享有盛名。人们说归于缪塞奥斯名下的神谕出自奥诺马克利托,而奥路菲的《调酒缸》出自赫拉克利亚的佐皮鲁斯,《降入冥府》出自萨摩斯的普罗狄科。希俄斯的伊翁在《鼎足集》中记载,毕达哥拉斯也将某些著作托名于奥路菲。厄庇革涅斯在《论归于奥路菲的诗歌》中说,《降入冥府》和《神圣之言》属于毕达哥拉斯学派的刻耳科普斯,而《佩普洛斯神袍》和《自然之论》属于布隆提诺斯。更有甚者,有些人还将泰尔潘德罗归于更古老之列;海拉尼科斯记载他生活在弥达斯之时,然而法尼亚斯将莱斯博斯的莱斯凯斯置于泰尔潘德罗之前,认为泰尔潘德罗比阿尔基洛科斯更年轻,并记载莱斯凯斯曾与阿克提诺斯竞赛并获胜;吕底亚人克桑托斯说萨索斯岛约在第十八届奥林匹亚周期(或如狄奥尼修斯所说,约在第十五届)建城,由此显然阿尔基洛科斯是在第二十届奥林匹亚周期之后才广为人知的,因为他确实提及了麦格尼西亚人的毁灭是刚发生的事。西蒙尼德斯被认为与阿尔基洛科斯同时代,而卡利诺斯并不比他年长多少;因为关于麦格尼西亚人,阿尔基洛科斯提到了他们的毁灭,而卡利诺斯则提到了他们的昌盛;科林斯人欧墨洛斯更为年长,曾延及建立叙拉古的阿基亚斯之时。

§1.21.132

Καὶ ταῦτα μὲν προήχθημεν εἰπεῖν, ὅτι μάλιστα ἐν τοῖς πάνυ παλαιοῖς τοὺς τοῦ Κύκλου ποιητὰς τιθέασιν. ἤδη δὲ καὶ παρ’ Ἕλλησι χρησμολόγοι συχνοὶ γεγονέναι φέρονται, ὡς οἱ Βάκιδες (ὃ μὲν Βοιώτιος, ὃ δὲ Ἀρκάς), πολλὰ πολλοῖς προαγορεύσαντες. τῇ δὲ τοῦ Ἀθηναίου Ἀμφιλύτου συμβουλῇ καὶ Πεισίστρατος ἐκράτυνε τὴν τυραννίδα τὸν καιρὸν τῆς ἐπιθέσεως δηλώσαντος. σιγάσθω γὰρ Κομήτης ὁ Κρής, Κινύρας ὁ Κύπριος, Ἄδμητος ὁ Θετταλός, Ἀρισταῖος ὁ Κυρηναῖος, Ἀμφιάραος ὁ Ἀθηναῖος, Τιμόξενος ὁ Κερκυραῖος, Δημαίνετος ὁ Φωκαεύς, Ἐπιγένης ὁ Θεσπιεύς, Νικίας ὁ Καρύστιος, Ἀρίστων ὁ Θετταλός, Διονύσιος ὁ Καρχηδόνιος, Κλεοφῶν ὁ Κορίνθιος, Ἱππώ τε ἡ Χείρωνος καὶ Βοιὼ καὶ Μαντὼ καὶ τῶν Σιβυλλῶν τὸ πλῆθος, ἡ Σαμία ἡ Κολοφωνία ἡ Κυμαία ἡ Ἐρυθραία ἡ Φυτὼ ἡ Ταραξάνδρα ἡ Μακέτις ἡ Θετταλὴ Θεσπρωτίς, Κάλχας τε αὖ καὶ Μόψος, οἳ κατὰ τὰ Τρωϊκὰ γεγόνασι, πρεσβύτερος δὲ ὁ Μόψος, ὡς ἂν συμπλεύσας τοῖς Ἀργοναύταις.4

我们之所以进而论及这些,是因为他们尤其将史诗环的诗人们置于极古老的年代。在希腊人当中,也已有许多神谕者被记载出现,诸如巴吉斯们(一人是波奥提亚人,另一人是阿卡迪亚人),他们向许多人预言了许多事。庇西特拉图也因雅典人安菲吕托斯的建议而巩固了僭主统治,后者向他指明了发起进攻的时机。克里特人科墨特斯、塞浦路斯人喀倪剌斯、色萨利人阿德墨托斯、居勒尼人阿里斯泰俄斯、雅典人安菲阿拉俄斯、科基拉人提摩克塞诺斯、福西亚人德迈内托斯、忒斯庇埃人厄庇革涅斯、卡律斯托斯人尼基亚斯、色萨利人阿里斯同、迦太基人狄奥尼修斯、科林斯人克勒俄丰,喀戎之女希波,以及波奥、曼托和众多女先知西比拉——萨摩斯的女先知、科洛丰的女先知、库迈的女先知、厄律特里亚的女先知、菲托、塔拉克珊德拉、马其顿的女先知、色萨利的塞斯普罗提亚女先知——就且按下不表;还有生活在特洛伊战事时期的卡尔卡斯和摩普索斯,摩普索斯更为年长,因为他被认为曾与阿尔戈英雄同舟出航。

语法注4 条
  1. 1.21.130προγενεστέρα ἂν εἴη ἡ ὀλυμπιὰς ἡ πρώτη

    带有 ἄν 的希求法(潜能希求法)表示审慎的断言(“当是/无疑是”)。比较级 προγενεστέρα 支配前置的属格短语 τῆς τῶν προειρημένων προφητῶν ἡλικίας 作为比较属格。

  2. 1.21.130ῥᾴδιον τοίνυν συνιδεῖν Σολομῶνα τὸν κατὰ Μενέλαον γενόμενον (ὃ δὲ κατὰ Ἰλιακα) ἦν’ πολλοῖς ἔτεσι πρεσβύτερον

    非人称形容词 ῥᾴδιον(“容易的”)带不定词 συνιδεῖν(“看清、明白”),后者引出宾格补足语结构(主格宾格 Σολομῶνα,表语形容词 πρεσβύτερον)。传抄文本中的 ἦν(或为 εἶναι 之讹误或插入)在语法上充当该间接陈述中的系词角色。

  3. 1.21.130Σολομῶνος μὲν τε Οὐάφρην τὸν Αἰγύπτου βασιλέα πρός τε τὸν Φοινίκης Τυρίων

    虽然介词 πρός 仅明示在第二分句中(πρός τε τὸν Φοινίκης),但语境上它同时支配第一分句的宾格 Οὐάφρην(共用介词或文本省略),意为“所罗门写给埃及王瓦弗利、以及写给腓尼基推罗人君王的书信”。

  4. 1.21.132ὡς ἂν συμπλεύσας τοῖς Ἀργοναύταις

    ὡς ἄν 结合分词 συμπλεύσας,表示基于传闻或推测的主观理由(“鉴于被认为曾与阿尔戈英雄同舟航行”),用以说明为何称摩普索斯为年长者(πρεσβύτερος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.130-1.21.132