- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.136-1.21.138
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在确定新旧约男女先知的总数之后,作者以摩西时代为起点对照希腊年代学,详尽列举从神话诸事件至特洛伊战争、厄拉多塞年代记乃至罗马建城的各项年数推算。
γίνονται δὲ οἱ πάντες προφῆται πέντε καὶ τριάκοντα. γυναικῶν δὲ (καὶ γὰρ καὶ αὗται προεφήτευον) Σάρρα τε καὶ Ῥεβέκκα καὶ Μαριὰμ Δεββώρα τε καὶ Ὀλδά. ἔπειτα περὶ τοὺς αὐτοὺς χρόνους Ἰωάννης προφητεύει μέχρι τοῦ σωτηρίου βαπτίσματος, μετὰ δὲ τὴν γένεσιν τοῦ Χριστοῦ Ἄννα καὶ Συμεών· Ζαχαρίας γὰρ ὁ Ἰωάννου πατὴρ καὶ πρὸ τοῦ παιδὸς προφητεύειν ἐν τοῖς εὐαγγελίοις λέγεται. Ἄνωθεν οὖν ἀπὸ Μωυσέως συναγάγωμεν τὴν καθ’ Ἕλληνας χρονογραφίαν· ἀπὸ τῆς Μωυσέως γενέσεως ἐπὶ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον ἔτη ὀγδοήκοντα καὶ τὰ μέχρι τῆς τελευτῆς αὐτοῦ ἄλλα τεσσαράκοντα γίνεται ἡ ἔξοδος κατὰ Ἴναχον πρὸ τῆς Σωθιακῆς περιόδου ἐξελθόντος ἀπ’ Αἰγύπτου Μωυσέως ἔτεσι πρότερον τριακοσίοις τεσσαράκοντα ε1΄. ἀπὸ δὲ τῆς Μωυσέως στρατηγίας καὶ Ἰνάχου ἐπὶ τὸν Δευκαλίωνος κατακλυσμόν, τὴν δευτέραν λέγω ἐπομβρίαν, καὶ ἐπὶ τὸν Φαέθοντος ἐμπρησμόν, ἃ δὴ συμβαίνει κατὰ Κρότωπον, γενεαὶ † τεσσαράκοντα ἀριθμοῦνται· εἰς μέντοι τὰ ἑκατὸν ἔτη τρεῖς ἐγκαταλέγονται γενεαί. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸν Ἴδης ἐμπρησμὸν καὶ τὴν εὕρεσιν τοῦ σιδήρου καὶ Ἰδαίους δακτύλους ἔτη ἑβδομήκοντα τρία, ὥς φησι Θράσυλλος. καὶ ἀπὸ Ἴδης ἐμπρησμοῦ Γανυμήδους ἁρπαγὴν ἔτη ἐξήκοντα πέντε.
这样,全部的先知共有三十五位。至于女子(因为她们也曾发预言),则有撒拉、利百加、米利暗、底波拉以及户勒大。随后在同一时期,约翰发预言直到施救的洗礼;在基督降生之后,亚拿和西面也发预言;因为约翰的父亲撒迦利亚在福音书中也被记载在他孩子之前就发了预言。 那么,让我们从起头自摩西开始整理希腊人的年代记:从摩西出生到犹太人出埃及时为八十年,到他去世为止则是另外四十年。出埃及之事发生于伊纳科斯之时,摩西离开埃及时,是在天狼星周期之前的三百四十五年。从摩西的领率以及伊纳科斯之时,直到丢卡利翁的大洪水(我指第二次大降雨)以及法厄同的大火——这些事正发生在克罗托波斯之时——共计四十个世代;然而一百年内算作三个世代。自大洪水直到伊达山大火、铁的发现以及伊达达克提利人的出现,共有七十三年,正如特拉叙卢斯所说;从伊达山大火到伽倪墨得斯被劫,有六十五年。
ἐντεῦθεν δὲ ἐπὶ τὴν Περσέως στρατείαν, ὅτε καὶ Γλαῦκος ἐπὶ Μελικέρτῃ τὰ Ἴσθμια ἔθηκεν, ἔτη πεντεκαίδεκα. ἀπὸ δὲ Περσέως στρατείας ἐπὶ Ἰλίου κτίσιν ἔτη τριάκοντα τέσσαρα. ἐντεῦθεν ἐπὶ τὸν ἔκπλουν τῆς Ἀργοῦς ἔτη ἐξήκοντα τέσσαρα. ἐκ τούτου ἐπὶ Θησέα καὶ Μινώταυρον ἔτη τριάκοντα δύο, εἶτα ἐπὶ τοὺς ἑπτὰ ἐπὶ Θήβαις ἔτη δέκα, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἀγῶνα, ὃν Ἡρακλῆς ἔθηκεν ἐπὶ Πέλοπι, ἔτη τρία, εἴς τε τὴν Ἀμαζόνων εἰς Ἀθήνας στρατείαν καὶ τὴν Ἑλένης ὑπὸ Θησέως ἁρπαγὴν ἔτη ἐννέα. ἐντεῦθεν ἐπὶ Ἡρακλέους ἀποθέωσιν ἔτη ἕνδεκα, εἶτα ἐπὶ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου ἁρπαγὴν ἔτη τέσσαρα. εἶτα ἐπὶ τὴν Τροίας ἅλωσιν ἔτη εἴκοσι. ἀπὸ δὲ Τροίας ἁλώσεως ἐπὶ τὴν Αἰνείου κάθοδον καὶ κτίσιν Λαουινίου ἔτη δέκα, ἐπί τε τὴν Ἀσκανίου ἀρχὴν ἔτη ὀκτώ, καὶ ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἐξήκοντα ἕν, ἐπί τε τὴν Ἰφίτου ὀλυμπιάδα ἔτη τριακόσια τριάκοντα ὀκτώ.
自此到珀耳修斯出征——当时格劳科斯也为墨利客耳忒斯设立了地峡运动会——共有十五年。从珀耳修斯出征到伊利翁建城共有三十四年。自此到阿尔戈船出航共有六十四年。从这事到忒修斯与弥诺陶洛斯共有三十二年;随后到进军底比斯的七雄有十年;到赫拉克勒斯为珀罗普斯设立的奥林匹亚竞技有三年;到亚马孙人进犯雅典以及忒修斯劫持海伦有九年。自此到赫拉克勒斯升天成神有十一年;随后到亚历山大劫持海伦有四年;随后到特洛伊陷落有二十年。自特洛伊陷落到埃涅阿斯渡海抵达与拉维尼乌姆建城有十年;到阿斯卡尼俄斯统治有八年;到赫拉克勒斯后裔归来有六十一年;到伊菲托斯确立的奥林匹亚节有三百三十八年。
Ἐρατοσθένης δὲ τοὺς χρόνους ὧδε ἀναγράφει· ἀπὸ μὲν Τροίας ἁλώσεως ἐπὶ Ἡρακλειδῶν κάθοδον ἔτη ὀγδοήκοντα· ἐντεῦθεν δὲ ἐπὶ τὴν Ἰωνίας κτίσιν ἔτη ἑξήκοντα· τὰ δὲ τούτοις ἑξῆς ἐπὶ μὲν τὴν ἐπιτροπίαν τὴν Λυκούργου ἔτη ἑκατὸν πεντήκοντα ἐννέα· ἐπὶ δὲ τὸ προηγούμενον ἔτος τῶν πρώτων ὀλυμπίων ἔτη ἑκατὸν ὀκτώ· ἀφ’ ἧς ὀλυμπιάδος ἐπὶ τὴν Ξέρξου διάβασιν2 ἔτη διακόσια ἐνενήκοντα ἑπτά· ἀφ’ ἧς ἐπὶ τὴν ἀρχὴν τοῦ Πελοποννησιακοῦ πολέμου ἔτη τεσσαράκοντα ὀκτώ· καὶ ἐπὶ τὴν κατάλυσιν καὶ Ἀθηναίων ἧτταν ἔτη εἴκοσι ἑπτά· καὶ ἐπὶ τὴν ἐν Λεύκτροις μάχην ἔτη τριάκοντα τέσσαρα· μεθ’ ἥν ἐπὶ τὴν Φιλίππου τελευτὴν ἔτη τριάκοντα πέντε· μετὰ δὲ ταῦτα ἐπὶ τὴν Ἀλεξάνδρου μεταλλαγὴν ἔτη δώδεκα. Πάλιν ἀπὸ τῆς πρώτης ὀλυμπιάδος ἔνιοί φασιν ἐπὶ Ῥώμης κτίσιν συνάγεσθαι ἔτη εἴκοσι τέσσαρα. ἐντεῦθεν ἐπὶ τὴν βασιλέων ἀναίρεσιν. ὅτε ὕπατοι ἐγένοντο, ἔτη διακόσια τεσσαράκοντα τρία, ἀπὸ δὲ τῆς βασιλέων ἀναιρέσεως ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν ἔτη ἑκατὸν ὀγδοήκοντα ἕξ.
厄拉多塞则如此记载年代:从特洛伊陷落到赫拉克勒斯后裔归来为八十年;自此到爱奥尼亚殖民建城为六十年;接续这些,直到吕库古摄政为一百五十九年;直到第一届奥林匹克竞技的前一年为一百零八年;从这一届奥林匹亚节到薛西斯渡海为二百九十七年;自此到伯罗奔尼撒战争爆发为四十八年;到其结束及雅典人战败为二十七年;到留克特拉战役为三十四年;战役之后到腓力去世为三十五年;在这些之后到亚历山大离世为十二年。 此外,有人说从第一届奥林匹亚节到罗马建城共计二十四年;自此到废除王政设立执政官时为二百四十三年;而从废除王政到亚历山大去世为一百八十六年。
- 1.21.136ἐξελθόντος ἀπ’ Αἰγύπτου Μωυσέως ἔτεσι πρότερον τριακοσίοις τεσσαράκοντα ε΄
ἐξελθόντος... Μωυσέως 是属格独立结构,说明出埃及的历史情境。ἔτεσι 是伴随比较级副词 πρότερον 的“程度差异与格”,与数词 τριακοσίοις τεσσαράκοντα ε΄(345)同格一致,意为“提早三百四十五年”。
- 1.21.138ἀφ’ ἧς ὀλυμπιάδος ἐπὶ τὴν Ξέρξου διάβασιν
关系代词短语 ἀφ’ ἧς ὀλυμπιάδος 承接前句 τὸ προηγούμενον ἔτος τῶν πρώτων ὀλυμπίων(第一届奥林匹亚竞技的前一年)中的核心概念,并将名词 ὀλυμπιάς 吸收进关系从句中,以该奥林匹亚纪年作为后续跨度的新起点。
