- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.126-1.21.129
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将但以理的七十个七预言对应于耶路撒冷的重建、基督受膏以及罗马诸帝对圣殿的摧毁,并通过计算从巴比伦之囚经波斯和马其顿(托勒密王朝)诸王统治的年代,以此证明旧约先知在时间上早于毕达哥拉斯和泰勒斯等希腊哲学家。
Ὅτι μὲν οὖν ἐν ἑπτὰ ἑβδομάσιν ᾠκοδομήθη ὁ ναός, τοῦτο φανερόν ἐστι· καὶ γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ οὕτως ἐγένετο χριστὸς βασιλεὺς Ἰουδαίων ἡγούμενος πληρουμένων τῶν ἑπτὰ ἑβδομάδων ἐν Ἱερουσαλήμ, καὶ ἐν ταῖς ἑξήκοντα δύο ἑβδομάσιν ἡσύχασεν ἅπασα ἡ Ἰουδαία καὶ ἐγένετο ἄνευ πολέμων, καὶ ὁ κύριος ἡμῶν Χριστός, ἅγιος τῶν ἁγίων, ἐλθὼν καὶ πληρώσας τὴν ὅρασιν καὶ τὸν προφήτην ἐχρίσθη τὴν σάρκα τῷ τοῦ πατρὸς αὐτοῦ πνεύματι1 ἐν ταύταις ταῖς ἑξήκοντα δύο ἑβδομάσι, καθὼς εἶπεν ὁ προφήτης. καὶ ἐν τῇ μιᾷ ἑβδομάδι, ἧς ἑβδομάδος τὸ ἥμισυ κατέσχεν Νέρων βασιλεύων2 καὶ ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλὴμ ἔστησεν τὸ βδέλυγμα, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀνῃρέθη καὶ αὐτὸς καὶ Ὄθων καὶ Γάλβας καὶ Οὐιτέλλιος, Οὐεσπεσιανὸς δὲ ἐκράτησε καὶ καθεῖλεν τὴν Ἱερουσαλὴμ καὶ τὸ ἅγιον ἠρήμωσεν. καὶ ὡς ταῦθ’ οὕτως ἔχει, τῷ γε συνιέναι δυναμένῳ δῆλον καθ’ ἃ καὶ ὁ προφήτης εἴρηκεν.
因此,圣殿是在七个七之内建成的,这是显而易见的;因为以斯拉记中也有记载,如此在耶路撒冷七个七满期之时,一位受膏者成为犹太人的领袖与君王;在六十二个七之内,犹太全地享有太平,全无战事;我们的主基督,即至圣者,来临并应验了异象与先知,正如先知所说,在这六十二个七之内按着肉体受了他父之灵的膏抹。而在那一七之内,尼禄在统治期间占据了该七的一半,并在圣城耶路撒冷立了憎恶之物;而在这一七的半途,他本人与奥索、迦尔巴和维特里乌斯一同被除灭,而韦斯巴芗掌握了大权,拆毁了耶路撒冷并使圣所荒凉。凡有理解力的人,照着先知所说的话,都能明白这些事确实如此。
Τοῦ ἑνδεκάτου τοίνυν ἔτους πληρουμένου κατὰ τὴν ἀρχὴν τοῦ ἑπομένου βασιλεύοντος Ἰωακεὶμ ἡ αἰχμαλωσία εἰς Βαβυλῶνα γίνεται ὑπὸ βασιλέως Ναβουχοδονόσορ τῷ ἑβδόμῳ ἔτει βασιλεύοντος αὐτοῦ Ἀσσυρίων, Αἰγυπτίων δὲ Οὐαφρηοῦς βασιλεύοντος τῷ δευτέρῳ ἔτει, Φιλίππου δὲ Ἀθήνησιν ἄρχοντος τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος, καὶ ἔμεινεν ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα καταλήξασα εἰς τὸ δεύτερον ἔτος τῆς Δαρείου τοῦ Ὑστάσπου τοῦ Περσῶν καὶ Ἀσσυρίων καὶ Αἰγυπτίων γεγενημένου βασιλέως, ἐφ’ οὗ, ὡς προεῖπον, Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος προφητεύουσι, καὶ ἦν ἀρχιερεὺς Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ. κἀν τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας, ὅν φησιν Ἡρόδοτος καταλῦσαι τὴν τῶν Μάγων ἀρχήν, ἀποστέλλεται Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐγεῖραι καὶ ἐπικοσμῆσαι τὸν νεὼν τὸν ἐν Ἱεροσολύμοις.
因此,当第十一年满期、在紧接着的一年之初、约雅敬统治之时,在尼布甲尼撒王统治亚述人的第七年、瓦弗利统治埃及人的第二年、腓力在雅典担任执政官的第四十八届奥林匹亚周期的第一年,发生了掳往巴比伦的迁徙;被掳持续了七十年,结束于成为波斯人、亚述人和埃及人君王的希斯塔斯佩斯之子大利乌统治的第二年。正如我先前所说,正是在这位君王时期,哈该、撒迦利亚和十二小先知中的“使者”说预言,约撒答的儿子约书亚担任大祭司。而在大利乌统治的第二年——希罗多德称他推翻了玛戈人的统治——撒拉铁的儿子所罗巴伯被差遣去重建并修饰耶路撒冷的圣殿。
Συνάγονται οὖν καὶ τῶν Περσῶν οἱ χρόνοι οὕτως· Κῦρος ἔτη τριάκοντα, Καμβύσης δεκαεννέα, Δαρεῖος ἓξ καὶ τεσσαράκοντα, Ξέρξης ἓξ καὶ εἴκοσι, Ἀρταξέρξης ἓν καὶ τεσσαράκοντα, Δαρεῖος ὀκτώ, Ἀρταξέρξης τεσσαράκοντα δύο, Ὦχος η΄, Ἀρσὴς τρία. συνάγεται ἐπὶ τὸ αὐτὸ τῶν Περσικῶν ἔτη διακόσια τριάκοντα πέντε. καθελὼν δὲ τὸν Δαρεῖον τοῦτον Ἀλέξανδρος ὁ Μακεδὼν κατὰ τὰ προκείμενα ἔτη βασιλεύειν ἄρχεται. ὁμοίως οὖν καὶ τῶν Μακεδονικῶν βασιλέων οἱ χρόνοι οὕτω κατάγονται. Ἀλέξανδρος ἔτη δεκαοκτώ, Πτολεμαῖος ὁ Λάγου ἔτη τεσσαράκοντα, Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη εἴκοσι ἑπτά, εἶτα ὁ Εὐεργέτης ἔτη πέντε καὶ εἴκοσι, εἶτα ὁ Φιλοπάτωρ ἔτη ἑπτακαίδεκα, μεθ’ ὃν ὁ Ἐπιφανὴς ἔτη τέσσαρα καὶ εἴκοσι· τοῦτον διαδέχεται ὁ Φιλομήτωρ καὶ βασιλεύει ἔτη πέντε καὶ τριάκοντα, μεθ’ ὃν ὁ Φύσκων ἔτη ἐννέα καὶ εἴκοσι, εἶτα ὁ Λάθουρος ἔτη ἓξ καὶ τριάκοντα, εἶτα ὁ ἐπικληθεὶς Διόνυσος ἔτη ἐννέα καὶ εἴκοσι.
因此,波斯诸王的年代计算如下:居鲁士三十年,冈比西斯十九年,大利乌四十六年,薛西斯二十六年,亚达薛西四十一年,大利乌八年,亚达薛西四十二年,奥库斯八年,阿尔塞斯三年。波斯统治年代总计达二百三十五年。马其顿的亚历山大推翻了这位大利乌,按照上述年代开始统治。因此,马其顿诸王的年代同样叙述如下:亚历山大十八年,拉戈斯之子托勒密四十年,托勒密·费拉德尔甫斯二十七年,接着是欧厄尔盖忒斯二十五年,然后是菲洛帕托尔十七年,在他之后是埃庇法纽二十四年;菲洛墨托尔继承了他并统治三十五年,在他之后是费斯康二十九年,接着是拉图鲁斯三十六年,然后是被称为狄奥尼索斯者二十九年。
ἐπὶ πᾶσιν ἡ Κλεοπάτρα ἐβασίλευσεν ἔτη δύο καὶ εἴκοσι, μεθ’ ἣν ἡ τῶν Κλεοπάτρας παίδων βασιλεία ἡμερῶν ὀκτωκαίδεκα. γίνονται τοίνυν ἐπὶ τὸ αὐτὸ καὶ οἱ τῶν Μακεδόνων βασιλέων χρόνοι ἔτη τριακόσια δώδεκα ἡμέραι ὀκτωκαίδεκα. ἀποδείκνυνται τοίνυν οἱ ἐπὶ Δαρείου τοῦ Ὑστάσπου προφητεύσαντες κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος προφητεύσαντες πρεσβύτεροι εἶναι3 Πυθαγόρου τοῦ κατὰ τὴν δευτέραν καὶ ἑξηκοστὴν ὀλυμπιάδα φερομένου καὶ τοῦ πρεσβυτάτου τῶν παρ’ Ἕλλησι σοφῶν Θαλοῦ περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα γενομένου. συνεχρόνισαν δὲ οἱ συγκαταλεγέντες σοφοὶ τῷ Θαλεῖ, ὥς φησιν Ἄνδρων ἐν τῷ Τρίποδι. Ἡράκλειτος γὰρ μεταγενέστερος ὢν Πυθαγόρου μέμνηται αὐτοῦ ἐν τῷ συγγράμματι.
最后克利奥帕特拉统治了二十二年,在她之后克利奥帕特拉诸子的统治持续了十八天。因此,马其顿诸王的年代总计为三百一十二年零十八天。由此证明,在希斯塔斯佩斯之子大利乌统治第二年说预言的哈该、撒迦利亚以及十二小先知中的“使者”,即在第四十八届奥林匹亚周期的第一年说预言的人,要比被置于第六十二届奥林匹亚周期的毕达哥拉斯更古老,也要比生活在第五十届奥林匹亚周期前后、希腊智者中最古老的泰勒斯更古老。而与泰勒斯齐名的智者们是与他同时代的人,正如安德隆在《三脚祭坛》中所言。因为赫拉克利特晚于毕达哥拉斯,在自己的著作中就提到了他。
- 1.21.126ἐχρίσθη τὴν σάρκα τῷ τοῦ πατρὸς αὐτοῦ πνεύματι
τὴν σάρκα 是限制/关系宾格(accusative of specification/respect),意为“就肉体而言/在肉体上”。与格短语 τῷ τοῦ πατρὸς αὐτοῦ πνεύματι 在被动动词 ἐχρίσθη 旁充当工具/手段与格。
- 1.21.126ἧς ἑβδομάδος τὸ ἥμισυ κατέσχεν Νέρων βασιλεύων
该关系从句在句内重复了先行词(ἧς ἑβδομάδος)。属格 ἧς ἑβδομάδος 作为部分属格修饰 τὸ ἥμισυ,句子的核心结构为“在此一七之中,尼禄在统治期间占据了其一半”。
- 1.21.129ἀποδείκνυνται τοίνυν οἱ ἐπὶ Δαρείου τοῦ Ὑστάσπου προφητεύσαντες ... πρεσβύτεροι εἶναι
这是由被动动词 ἀποδείκνυνται 搭配主格名词短语(οἱ ... προφητεύσαντες)与不定式(πρεσβύτεροι εἶναι)构成的主格不定式结构(Nominative with Infinitive),意为“……被论证为比……更古老”,是被动转换后的结果。
