← 亚历山太的革利免

杂记

§1.21.115-1.21.117

犹大诸王与先知的年代及荷马的时期

克莱门特梳理了从亚比央至约阿施的犹大诸王年数以及以利亚、以利沙等先知的活动年代,随后引用并对比希腊各家史料,论证按任何一种说法荷马的年代皆晚于所罗门与先知以利沙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21.115

μετὰ τοῦτον βασιλεύει Ἀβιοὺμ υἱὸς αὐτοῦ ἔτη τρία, καὶ ὁμοίως ὁ τούτου υἱὸς Ἄσα μά· οὗτος ἐπὶ γήρως ἐποδάγρησε, προφητεύει δὲ ἐπ’ αὐτοῦ Ἰοὺ υἱὸς Ἀνανίου. μετὰ τοῦτον βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κέ· ἐπὶ τούτου προφητεύουσιν Ἠλίας ὁ Θεσβίτης καὶ Μιχαίας υἱὸς Ἰεβλᾶ καὶ Ἀβδίας υἱὸς Ἀνανίου. ἐπὶ δὲ Μιχαίου καὶ ψευδοπροφήτης ἦν Σεδεκίας ὁ τοῦ Χαναάν. ἕπεται τούτοις ἡ βασιλεία Ἰωρὰμ τοῦ υἱοῦ Ἰωσαφὰτ ἐπὶ ἔτη ὀκτώ, ἐφ’ οὗ προφητεύει Ἠλίας καὶ μετὰ Ἠλίαν Ἐλισσαῖος ὁ τοῦ Σαφάτ. ἐπὶ τούτου οἱ ἐν Σαμαρείᾳ κόπρον ἔφαγον περιστερᾶς καὶ τὰ τέκνα τὰ ἑαυτῶν. ὁ δὲ χρόνος Ἰωσαφὰτ ἀπὸ τῶν ὑστάτων τῆς τρίτης τῶν Βασιλειῶν ἄχρι τῆς τετάρτης ἐπεκτείνει. ἐπὶ δὲ τοῦ Ἰωρὰμ ἀνελήφθη μὲν Ἠλίας, ἤρξατο δὲ προφητεύειν Ἐλισσαῖος υἱὸς Σαφὰτ ἔτη ἕξ, ὢν ἐτῶν τεσσαράκοντα. εἶτα Ὀχοζίας ἐβασίλευσεν ἔτος ἕν, ἐπὶ τούτου ἔτι προφητεύει Ἐλισσαῖος καὶ σὺν αὐτῷ Ἀβδαδωναῖος.

在他之后,其子亚比央统治了三年,同样其子亚撒统治了四十一年;此人在晚年患有痛风,在他统治时哈拿尼之子耶户作先知。在他之后,其子约沙法统治了二十五年;在他统治时,提斯比人以利亚、音拉之子米该雅以及哈拿尼之子俄巴底亚作先知。在米该雅的时代,还有基拿拿之子西底家这一假先知。接着便是约沙法之子约兰的王权,历时八年,在他统治时以利亚作先知,以利亚之后则是沙法之子以利沙。在他统治时,撒玛利亚的人吞食鸽粪和自己的儿女。约沙法的统治时间从《王国记第三卷》的末尾一直延伸到《第四卷》。在约兰统治时,以利亚被接升天,沙法之子以利沙在四十岁时开始作先知达六年之久。接着亚哈谢统治了一年,在他统治时以利沙继续作先知,与他一起的还有阿卜达多奈奥斯。

§1.21.116

μετὰ τοῦτον ἡ μήτηρ Ὀζίου Γοθολία βασιλεύει ἔτη ὀκτώ, κατακτείνασα τὰ τέκνα τοῦ ἀδελφοῦ αὐτῆς· ἐκ γὰρ τοῦ γένους ἦν Ἀχαάβ. ἡ δὲ ἀδελφὴ Ὀζίου Ἰωσαβαία ἐξέκλεψε τὸν υἱὸν Ὀζίου Ἰωὰν καὶ τούτῳ περιέθηκεν ὕστερον τὴν βασιλείαν. ἐπὶ τῆς Γοθολίας ταύτης ἔτι ὁ Ἐλισσαῖος προφητεύει, μεθ’ ἣν βασιλεύει, ὡς προεῖπον, Ἰωὰς ὁ περισωθεὶς ὑπὸ Ἰωσαβαίας τῆς Ἰωδαὲ τοῦ ἀρχιερέως γυναικός, καὶ τὰ πάντα γίνεται ἔτη τεσσαράκοντα. συνάγεται οὖν ἀπὸ Σολομῶνος ἐπὶ Ἐλισσαίου τοῦ προφήτου τελευτήν ἔτη, ὡς μέν τινές φασιν, ἑκατὸν έ, ὡς δὲ ἕτεροι, ἑκατὸν δύο, ὡς δὲ ἡ προκειμένη δηλοῖ χρονογραφία, ἀπὸ βασιλείας τῆς Σολομῶνος ἔτη ἑκατὸν ὀγδοήκοντα ἕν.

在他之后,亚哈谢之母亚他利雅在杀害了自己兄弟的儿女后统治了八年;因为她是亚哈家族的后裔。但亚哈谢的姐妹约示巴暗中带走了亚哈谢之子约阿施,并在后来将王权赋予了他。在这一亚他利雅统治期间,以利沙仍在作先知;在她之后,正如我前面所说,由大祭司耶何耶大之妻约示巴所救出的约阿施作王,总计为四十年。因此,从所罗门到先知以利沙去世,依某些人所说为一百零五年,依另一些人则为一百零二年,而正如当下的编年史所指明,自所罗门的治世起算为一百八十一年。

§1.21.117

Ἀπὸ δὲ τῶν Τρωϊκῶν ἐπὶ τὴν Ὁμήρου γένεσιν κατὰ μὲν Φιλόχορον ἑκατὸν ὀγδοήκοντα ἔτη γίνεται ὕστερον τῆς Ἰωνικῆς ἀποικίας· Ἀρίσταρχος δὲ ἐν τοῖς Ἀρχιλοχείοις ὑπομνήμασι κατὰ τὴν Ἰωνικὴν ἀποικίαν φησὶ φέρεσθαι αὐτόν, ἣ ἐγένετο μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Τρωϊκῶν. Ἀπολλόδωρος δὲ μετὰ ἔτη ἑκατὸν τῆς Ἰωνικῆς ἀποικίας Ἀγησιλάου τοῦ Δορυσσαίου Λακεδαιμονίων βασιλεύοντος, ὥστε ἐπιβαλεῖν αὐτῷ Λυκοῦργον τὸν νομοθέτην ἔτι νέον ὄντα.1 Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως. ταύτης δέ ἐστι τῆς δόξης καὶ Ἀρχέμαχος ἐν Εὐβοϊκῶν τρίτῳ· ὡς εἶναι αὐτόν τε καὶ τὸν Ἡσίοδον καὶ Ἐλισσαίου τοῦ προφήτου νεωτέρους.2 κἂν ἕπεσθαί τις βουληθῇ τῷ γραμματικῷ Κράτητι καὶ λέγῃ3 περὶ τὴν Ἡρακλειδῶν κάθοδον Ὅμηρον γεγονέναι μετὰ ἔτη ὀγδοήκοντα τῆς Ἰλίου ἁλώσεως, εὑρεθήσεται πάλιν Σολομῶνος μεταγενέστερος, ἐφ’ οὗ ἡ Μενελάου εἰς Φοινίκην ἄφιξις, ὡς προείρηται. Ἐρατοσθένης δὲ μετὰ τὸ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως τὴν Ὁμήρου ἡλικίαν φέρει. ναὶ μὴν Θεόπομπος μὲν ἐν τῇ τεσσαρακοστῇ τρίτῃ τῶν Φιλιππικῶν μετὰ ἔτη πεντακόσια τῶν ἐπὶ Ἰλίῳ στρατευσάντων γεγονέναι τὸν Ὅμηρον ἱστορεῖ. Εὐφορίων δὲ ἐν τῷ περὶ Ἀλευαδῶν κατὰ Γύγην αὐτὸν τίθησι γεγονέναι, ὃς βασιλεύειν ἤρξατο ἀπὸ τῆς ὀκτωκαιδεκάτης ὀλυμπιάδος, ὃν καὶ φησι πρῶτον ὠνομάσθαι τύραννον. Σωσίβιος δὲ ὁ Λάκων ἐν χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει. βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἐξήκοντα τέσσαρα, μεθ’ ὃν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα· τούτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησι τὴν πρώτην ὀλυμπιάδα. ὡς εἶναι ἐνενήκοντά που ἐτῶν πρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον.

而从特洛伊战争至荷马诞生,依照菲洛科鲁斯的说法,是在爱奥尼亚迁徙之后一百八十年;但阿里斯塔库斯在《阿尔基罗库斯注疏》中指出,他活动于爱奥尼亚迁徙之时,而迁徙发生在特洛伊战争之后一百四十年。然而阿波罗多洛斯认为他活动于爱奥尼亚迁徙之后一百年,正值多律苏斯之子阿格西劳斯统治斯巴达人之时,以至于立法者吕库古在尚年轻时便与他处于同一时代。欧堤墨涅斯在《编年史》中称,他与赫西俄德同时达到鼎盛,在阿卡斯图斯任内于希俄斯岛出生,约在伊利昂陷落之后第二百年前后。阿耳刻马库斯在《尤伯亚史》第三卷中也持此种观点;以致他与赫西俄德皆晚于先知以利沙。即便是有人愿意听从文法学家克拉特斯,主张荷马生活于赫拉克勒斯后裔回归前后,即伊利昂陷落之后八十年,他也同样会被发现晚于所罗门——正如前文所述,墨涅拉俄斯抵达腓尼基正是在所罗门时代。埃拉托斯特尼将荷马的鼎盛期定在伊利昂陷落第一百年之后。此外,泰奥彭波斯在《腓力史》第四十三卷中记载,荷马生活于远征伊利昂者之后的五百年。欧福里翁在《论阿勒乌阿斯家族》中将他置于居革斯的时代,居革斯自第十八届奥林匹亚节起开始统治,欧福里翁亦称其为首位被称为僭主之人。拉哥尼亚人索西比乌斯在《年代记录》中将荷马置于波吕得克特斯之子卡里劳斯在位的第八年。卡里劳斯在位六十四年,其后其子尼坎德罗斯在位三十九年;索西比乌斯称第一届奥林匹亚节即在此君第三十四年设立。因而荷马大约生活在奥林匹克竞技设立之前九十年左右。

语法注3 条
  1. 1.21.117ὥστε ἐπιβαλεῖν αὐτῷ Λυκοῦργον τὸν νομοθέτην ἔτι νέον ὄντα

    由 ὥστε 加不定式 ἐπιβαλεῖν 构成的结果从句。不定式的逻辑主语是宾格短语 Λυκοῦργον τὸν νομοθέτην,支配与格 αὐτῷ(意为“遇上他”或“与他在年代上相接”)。分词短语 ἔτι νέον ὄντα 修饰主语吕库古,表示其当时尚且年轻。

  2. 1.21.117ὡς εἶναι αὐτόν τε καὶ τὸν Ἡσίοδον καὶ Ἐλισσαίου τοῦ προφήτου νεωτέρους

    由 ὡς 引导的宾格加不定式结构,引出从前文论断中推导出的逻辑结果(“以致……”)。不定式 εἶναι 的逻辑主语是宾格 αὐτόν τε καὶ τὸν Ἡσίοδον,谓语比较级形容词 νεωτέρους 则支配比较属格 Ἐλισσαίου τοῦ προφήτου。

  3. 1.21.117κἂν ἕπεσθαί τις βουληθῇ τῷ γραμματικῷ Κράτητι καὶ λέγῃ

    κἄν 为 καὶ ἐάν 的缩合形式,后接虚拟式动词 βουληθῇ 和 λέγῃ,构成让步条件从句(“即便有人愿意听从……并且主张……”)。主句则以将来时直陈式 εὑρεθήσεται(“他也将被证明是……”)呼应,得出不容争辩的年代推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.115-1.21.117