- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.111-1.21.114
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特详细列述了从耶弗他经所罗门至王国分裂时期的士师、君王、祭司和先知的年代,计算了从出埃及至所罗门离世的时间跨度,并将其与特洛伊陷落后的希腊史事相对照。
μετανοησάντων δὲ αὐτῶν ἡγεῖται Ἰεφθαὲ ὁ Γαλααδίτης ἐκ φυλῆς Μανασσῆ καὶ ἦρξεν ἔτη ἕξ, μεθ’ ὃν ἦρξεν Ἀβατθὰν ὁ ἐκ Βηθλεὲμ φυλῆς Ἰούδα ἔτη ἑπτά, ἔπειτα Ἑβρὼν ὁ Ζαβουλωνίτης ἔτη ὀκτώ, ἔπειτα Ἐγλὼμ Ἐφραῒμ ἔτη ὀκτώ. ἔνιοι δὲ τοῖς τοῦ Ἀβατθὰν ἔτεσιν ἑπτὰ συνάπτουσι τὰ Ἑβρὼν ὀκτὼ ἔτη. καὶ μετὰ τοῦτον ἐξαμαρτὼν πάλιν ὁ λαὸς ὑπὸ ἀλλοφύλοις γίνεται τοῖς Φυλιστιεὶμ ἔτη τεσσαράκοντα. ἐπιστρεψάντων δὲ αὐτῶν Σαμψὼν ἡγεῖται ἐκ φυλῆς Δάν, νικήσας ἐν πολέμῳ τοὺς ἀλλοφύλους. οὗτος ἦρξεν ἔτεσιν εἴκοσι. καὶ μετὰ τοῦτον ἀναρχίας οὔσης διέκρινε τὸν λαὸν Ἠλὶ ὁ ἱερεὺς τεσσαράκοντα ἔτη. τοῦτον δὲ διαδέχεται Σαμουὴλ ὁ προφήτης, σὺν οἷς Σαοὺλ ἐβασίλευσεν,1 ἔτη εἴκοσι ἑπτὰ κατασχών. οὗτος καὶ τὸν Δαβὶδ ἔχρισεν.
在他们悔改之后,玛拿西支派的基列人耶弗他领导他们并统治了六年;在他之后,犹大支派伯利恒的亚伯赞统治了七年,接着是西布伦人希伯仑统治了八年,随后是以法莲支派的伊矶伦统治了八年。但有些人将希伯仑的八年并入亚伯赞的七年之中。在他之后,民众再次犯罪,落入异族人非利士人手中凡四十年。在他们回转之后,但支派的参孙在战争中击败了异族人并领导他们。他统治了二十年。在他之后,在无政府状态下,祭司以利审判民众凡四十年。先知撒母耳继承了他,掌权凡二十七年,包括扫罗在位作王的时间。此人亦膏立了大卫。
ἐτελεύτα δὲ Σαμουὴλ δυοῖν ἐτῶν πρότερος τοῦ Σαοὺλ ἐπὶ ἀρχιερέως Ἀβιμέλεχ. οὗτος τὸν Σαοὺλ εἰς βασιλέα ἔχρισεν, ὃς πρῶτος ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ μετὰ τοὺς κριτάς, ὧν ὁ πᾶς ἀριθμὸς ἕως τοῦ Σαμουὴλ γίνεται ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά. ἔπειτα διὰ τῆς πρώτης βίβλου τῶν Βασιλειῶν τοῦ Σαοὺλ ἔτη εἴκοσι, ἐπεὶ ἀνακαινισθεὶς ἐβασίλευσε.2 μετὰ δὲ τὴν τελευτὴν Σαοὺλ βασιλεύει Δαβὶδ τὸ δεύτερον ἐν Χεβρὼν ὁ τοῦ Ἰεσσαὶ ἐκ φυλῆς Ἰούδα ἔτη τεσσαράκοντα, ὡς περιέχει ἡ δευτέρα τῶν Βασιλειῶν, καὶ ἦν ἀρχιερεὺς Ἀβιάθαρ ὁ τοῦ Ἀβιμέλεχ ἐκ συγγενείας Ἠλί, προφητεύουσι δὲ Γὰδ καὶ Νάθαν ἐπ’ αὐτοῦ. γίνονται οὖν ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἕως παρέλαβε τὴν βασιλείαν Δαβίδ, ὡς μέν τινες, ἔτη τετρακόσια πεντήκοντα, ὡς δὲ ἡ προκειμένη δείκνυσι χρονογραφία, συνάγονται ἔτη πεντακόσια εἴκοσι τρία μῆνες ἑπτὰ εἰς τὴν τοῦ Δαβὶδ τελευτήν.
而撒母耳在大祭司亚比米勒任内去世,比扫罗早两年。正是此人膏立扫罗为王,后者是在士师时代之后首位统治以色列的君王;直至撒母耳为止,士师的总年数为四百六十三年零七个月。接着根据《王国记第一卷》,扫罗的年数为二十年,自他被更新作王起算。扫罗死后,犹大支派耶西之子大卫在希伯仑第二次作王四十年,正如《王国记第二卷》所载;大祭司是以利的亲族、亚比米勒之子亚比亚他,迦得和拿单在他统治时作先知。因此,从嫩的儿子约书亚直至大卫承受王权,依某些人算为四百五十年;但正如当下的编年史所示,直至大卫离世,总共汇集了五百二十三年零七个月。
καὶ μετὰ ταῦτα ἐβασίλευσε Σολομὼν υἱὸς Δαβὶδ ἔτη τεσσαράκοντα. διαμένει ἐπὶ τούτου Νάθαν προφητεύων, ὃς καὶ παρεκάλει αὐτὸν περὶ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὁμοίως καὶ Ἀχίας ἐκ Σηλὼμ προφητεύει, ἦσαν δὲ καὶ οἱ βασιλεῖς ἄμφω, ὃ τε Δαβὶδ ὅ τε Σολομών, προφῆται. Σαδὼν δὲ ὁ ἀρχιερεὺς πρῶτος ἐν τῷ ναῷ, ὃν ᾠκοδόμησε Σολομών, ἱεράτευσεν, ὄγδοος ὢν ἀπὸ Ἀαρὼν τοῦ πρώτου ἀρχιερέως. γίνονται οὖν ἀπὸ Μωυσέως ἐπὶ τὴν Σολομῶνος ἡλικίαν, ὡς μέν τινές φασιν, ἔτη πεντακόσια ἐνενήκοντα πέντε, ὡς δὲ ἕτεροι, πεντακόσια ἑβδομήκοντα ἕξ. εἰ δέ τις τοῖς ἀπὸ Ἰησοῦ μέχρι Δαβὶδ τετρακοσίοις πεντήκοντα ἔτεσι συγκαταριθμήσαι τὰ τῆς Μωυσέως στρατηγίας τεσσαράκοντα καὶ τὰ ἄλλα τὰ ὀγδοήκοντα ἔτη, ἃ γεγόνει ὁ Μωυσῆς πρὸ τοῦ τὴν ἔξοδον τοῖς Ἑβραίοις ἀπὸ Αἰγύπτου γεγονέναι, προσθείη τε τούτοις τά τῆς βασιλείας τῆς Δαβὶδ τεσσαράκοντα ἔτη, συνάξει ἔτη τὰ πάντα ἑξακόσια δέκα.
在这些事之后,大卫之子所罗门统治了四十年。在他统治期间拿单继续作先知,他也劝告他建造圣殿;同样示罗的亚希雅也作先知,而大卫与所罗门二王本身亦是先知。大祭司撒督是自初代大祭司亚伦算起的第八代,首先在所罗门建造的圣殿中任祭司职。因此,从摩西到所罗门的时代,正如某些人所言,为五百九十五年;依另一些人,则为五百七十六年。但若有人将从约书亚至大卫的四百五十年,与摩西领军的四十年以及摩西在希伯来人出埃及之前所度过的另外八十年一并计算,并在这之上加上大卫统治的四十年,他将得出整整六百一十年。
ἀκριβέστερον δὲ ἡ καθ’ ἡμᾶς χρονογραφία πρόεισιν, εἰ τοῖς πεντακοσίοις εἴκοσι καὶ τρισὶ καὶ μησὶν ἑπτὰ μέχρι τῆς Δαβὶδ τελευτῆς προσθείη τις τά τε τοῦ Μωυσέως ἑκατὸν εἴκοσι ἔτη τά τε τοῦ Σολομῶνος τεσσαράκοντα· συνάξει γὰρ τὰ πάντα ἐπὶ τὴν Σολομῶνος τελευτὴν ἔτη ἑξακόσια ὀγδοήκοντα τρία μῆνας ἑπτά. Εἴραμος τὴν ἑαυτοῦ θυγατέρα Σολομῶνι δίδωσι καθ’ οὓς χρόνος μετὰ τὴν Τροίας ἅλωσιν Μενελάῳ εἰς Φοινίκην ἄφιξις,3 ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος ἐν τοῖς Φοινικικοῖς. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ υἱὸς αὐτοῦ ἔτη ἑπτακαίδεκα, καὶ ἦν ἀρχιερεὺς Ἀβιμέλεχ ὁ τοῦ Σαδώκ. ἐπὶ τούτου μερισθείσης τῆς βασιλείας ἐν Σαμαρείᾳ βασιλεύει Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραῒμ ὁ δοῦλος Σολομῶνος, προφητεύει δὲ ἔτι Ἀχίας ὁ Σηλωνίτης καὶ Σαμαίας υἱὸς Αἰλὰμ καὶ ὁ ἐξ Ἰούδα ἀπελθὼν ἐπὶ Ἱεροβοὰμ καὶ προφητεύσας ἐπὶ τοῦ θυσιαστηρίου.
然而若有人将摩西的一百二十年和所罗门的四十年,加在直至大卫离世的五百二十三年零七个月之上,我们的编年史便会更加精确地推进;因为直到所罗门离世,他将总共得出六百八十三年零七个月。正如帕加马的墨南德以及莱图斯在《腓尼基史》中所说,在特洛伊陷落之后墨涅拉俄斯抵达腓尼基的时期,希兰将自己的女儿赐给了所罗门。在所罗门之后,其子罗波安统治了十七年,大祭司是撒督之子亚比米勒。在他统治时王国分裂,所罗门的仆人、以法莲支派的耶罗波安在撒玛利亚统治,示罗人亚希雅、埃兰之子示玛雅,以及从犹大前往耶罗波安处在祭坛上发预言的人亦继续作先知。
- 1.21.111σὺν οἷς Σαοὺλ ἐβασίλευσεν
关系代词 οἷς 指代隐含的先行词“年数”(由后文 ἔτη 补足),与介词 σὺν 结合表示“包含扫罗作王的年数在内”。这表明所说的时期不仅包括撒母耳单独掌权的时期,还将他与扫罗统治重叠的年数一并计入。
- 1.21.112ἐπεὶ ἀνακαινισθεὶς ἐβασίλευσε
被动态分词 ἀνακαινισθείς 呼应了七十士译本《撒母耳记上》11:14(在吉甲“更新”国度的记载),作时间或伴随状况理解,意为“(王位)被更新之后便作王”。
- 1.21.114καθ’ οὓς χρόνος μετὰ τὴν Τροίας ἅλωσιν Μενελάῳ εἰς Φοινίκην ἄφιξις
抄本中的 καθ’ οὓς χρόνος 可能是 καθ’ οὓς χρόνους(“在那些时代”)之误写,或是按语意组合的表达。整句为省略系动词(如 ἐγένετο)的名词句,意为“在特洛伊陷落后墨涅拉俄斯抵达腓尼基的时代”。
