- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.118-1.21.121
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了自亚玛谢至西底家的犹大诸王统治年数及同时期先知的活动谱系,并将直至耶路撒冷沦陷的年代与希腊年表以及摩西、大卫的时代进行比对计算。
Μετὰ δὲ τὸν Ἰωὰν διαδέχεται τὴν βασιλείαν Ἀμασίας ὁ υἱὸς αὐτοῦ ἔτη τριάκοντα ἐννέα, τοῦτον Ὀζίας ὁμοίως ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτη πεντήκοντα δύο, καὶ λεπρῶν οὗτος ἐτελεύτα· προφητεύουσι δὲ ἐπ’ αὐτοῦ Ἀμῶς καὶ Ἡσαΐας ὁ υἱὸς αὐτοῦ καὶ Ὠσηὲ ὁ τοῦ Βεηρὶ καὶ Ἰωνᾶς ὁ τοῦ Ἀμαθὶ ὁ ἐκ Γὲθ Χοβὲρ ὁ κηρύξας Νινευίταις, ὁ ἐκ τοῦ κήτους προελθών. ἔπειτα βασιλεύει Ἰωναθὰν ὁ υἱὸς Ὀζίου ἔτη ἑκκαίδεκα· ἐπὶ τούτου ἔτι Ἡσαΐας προφητεύει καὶ Ὠσηὲ καὶ Μιχαίας ὁ Μωρασθίτης καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ.
在约阿施之后,其子亚玛谢继承王位,统治了三十九年;其后其子乌西雅同样继位,统治了五十二年,此人因患麻风而死。在他统治时,阿摩司及其子以赛亚、备利之子何西阿,以及来自迦特希弗、曾向尼尼微人布道并从大鱼腹中脱险的亚米太之子约拿作先知。随后乌西雅之子约坦统治了十六年;在他统治时,以赛亚仍在作先知,此外还有何西阿、摩利沙人弥迦以及毗土珥之子约珥。
τοῦτον διαδέχεται ὁ υἱὸς αὐτοῦ Ἄχαζ ἐπὶ ἔτη ἑκκαίδεκα· ἐπὶ τούτου πεντεκαιδεκάτῳ ἔτει ὁ Ἰσραὴλ εἰς Βαβυλῶνα ἀπήχθη Σαλμανασάρ τε ὁ βασιλεὺς τῶν Ἀσσυρίων μετῴκισε τοὺς ἐν Σαμαρείᾳ εἰς Μήδους καὶ Βαβυλῶνα. πάλιν τὸν Ἄχαζ διαδέχεται Ὠσηὲ ἐπὶ ἔτη ὀκτώ, εἶτα Ἐζεκίας ἐπὶ ἔτη εἴκοσι ἐννέα. τούτῳ δι’ ὁσιότητα πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ1 διὰ Ἡσαΐου δωρεῖται ὁ θεὸς ἄλλα ἔτη βιῶσαι πεντεκαίδεκα δι’ ἀναποδισμοῦ ἡλίου. μέχρι τούτου διατείνουσι προφητεύοντες Ἡσαΐας καὶ Ὠσηὲ καὶ Μιχαίας. λέγονται δὲ οὗτοι μετὰ τὴν Λυκούργου τοῦ νομοθέτου Λακεδαιμονίων ἡλικίαν γεγονέναι· Διευχίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἐνενηκοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμὴν Λυκούργου φέρει· Ἡσαΐας δὲ ἀπὸ τῆς Σολομῶντος βασιλείας, ἐφ’ οὗ Μενέλεως εἰς Φοινίκην γενόμενος ἐδείχθη, τριακοσιοστῷ ἔτει προφητεύων ἔτι φαίνεται Μιχαίας τε σὺν αὐτῷ καὶ Ὠσηὲ καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ.
其子亚哈斯继位统治了十六年;在他统治的第十五年,以色列人被掳至巴比伦,亚述王撒缦以色将撒玛利亚的居民迁徙至米底亚和巴比伦。再者,在亚哈斯之后,何细亚继位统治了八年,随后希西家统治了二十九年。因希西家的虔敬,当他行将走到生命终点时,神借着以赛亚,通过日影后退赐予他额外生活十五年的寿命。以赛亚、何西阿和弥迦作先知一直延续至此时。据说这些人生活在斯巴达立法者吕库古的时代之后;因为迪埃乌基达斯在《墨加拉史》第四卷中将吕库古的鼎盛期定在伊利昂陷落之后约第二百九十年。然而以赛亚在距所罗门统治——正如已指明的,墨涅拉俄斯正是在其时代抵达腓尼基——第三百年时,仍可见在作先知,弥迦与他在一起,何西阿以及毗土珥之子约珥亦然。
μετὰ δὲ Ἐζεκίαν ὁ υἱὸς αὐτοῦ Μανασσῆς βασιλεύει ἔτη πεντήκοντα πέντε, ἔπειτα ὁ τούτου υἱὸς Ἀμὼς ἔτη δύο, μεθ’ ὃν Ἰωσίας ὁ υἱὸς αὐτοῦ ὁ νομικώτατος ἔτη τριάκοντα καὶ ἕν. οὗτος ἐπέθηκε τὰ κῶλα τῶν ἀνθρώπων ἐπὶ τὰ κῶλα τῶν εἰδώλων, καθὼς ἐν τῷ Λευιτικῷ γέγραπται. ἐπὶ τούτου ὀκτωκαιδεκάτῳ ἔτει τὸ πάσχα ἤχθη, ἐξ οὗ † ἀπὸ Σαμουήλ, μήτε ἐν τῷ μεταξὺ χρόνῳ τελεσθέν. τότε καὶ Χελκίας ὁ ἱερεὺς τοῦ προφήτου Ἱερεμίου πατὴρ περιτυχὼν τῷ τοῦ νόμου βιβλίῳ ἐν τῷ ἱερῷ ἀποκειμένῳ ἀναγνοὺς ἐτελεύτησεν. ἐπὶ τούτου προφητεύει Ὀλδᾶ καὶ Σοφονίας καὶ Ἱερεμίας. ἐπὶ δὲ Ἱερεμίου ψευδοπροφήτης γίνεται Ἀνανίας. ὁ Ἰωσίας οὗτος παρακούσας Ἱερεμίου τοῦ προφήτου ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀνῃρέθη κατὰ ποταμὸν Εὐφράτην, ὁρμῶντι αὐτῷ πρὸς Ἀσσυρίους ἀπαντήσας.2
在希西家之后,其子玛拿西统治了五十五年,随后其子亚们统治了两年,在他之后,其子极守律法的约西亚统治了三十一年。此人正如《利未记》中所记,将人的尸首置于偶像的尸首之上。在他统治的第十八年守了逾越节,自撒母耳以来,在中间的岁月中从未如此守过。那时,先知耶利米的父亲祭司希勒家在圣殿中发现了藏置的律法书,诵读之后便去世了。在约西亚统治时,户勒大、西番雅和耶利米作先知。在耶利米时代,哈拿尼雅成了假先知。这位约西亚因不听从先知耶利米之言,在幼发拉底河边迎击正向亚述人进军的埃及王尼哥,结果被其所杀。
Ἰωσίαν διαδέχεται Ἰεχωνίας, ὁ καὶ Ἰωάχας, ὁ υἱὸς αὐτοῦ μῆνας τρεῖς καὶ ἡμέρας δέκα. τοῦτον Νεχαὼ βασιλεὺς Αἰγύπτου δήσας ἀπήγαγεν εἰς Αἴγυπτον, καταστήσας ἀντ’ αὐτοῦ βασιλέα τὸν ἀδελφὸν αὐτοῦ Ἰωακεὶμ ἐπὶ φόρῳ τῆς γῆς ἔτη ἕνδεκα. μετὰ τοῦτον ὁ ὁμώνυμος αὐτοῦ Ἰωακεὶμ τρίμηνον βασιλεύει, εἶτα Σεδεκίας ἔτη ἕνδεκα. καὶ μέχρι τούτου προφητεύων διατείνει Ἱερεμίας, προφητεύουσι δὲ καὶ Βουζὶ καὶ Οὐρίας ὁ υἱὸς Σαμαίου καὶ Ἀμβακοὺμ σὺν αὐτῷ, καὶ τέλος ἔχει τὰ τῶν Ἑβραϊκῶν βασιλέων. γίνονται οὖν ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἕως τῆς μετοικεσίας ταύτης ἔτη, ὡς μέν τινες, ἐννακόσια ἑβδομήκοντα δύο, κατὰ δὲ τὴν ἀκριβῆ χρονογραφίαν χίλια ὀγδοήκοντα πέντε μῆνες ἕξ ἡμέραι δέκα· ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἕως τῆς αἰχμαλωσίας τῆς ὑπὸ Χαλδαίων γενομένης ἔτη τετρακόσια πεντήκοντα δύο μῆνες ἕξ, ὡς δὲ ἡ καθ’ ἡμᾶς τῶν χρόνων ἀκρίβεια συνάγει, ἔτη τετρακόσια ὀγδοήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.
约西亚之子耶哥尼雅(又名约哈斯)继位,在位三个月零十天。埃及王尼哥将他捆绑掳往埃及,立其兄弟约雅敬代替他作王,以该地纳贡为条件,〔约雅敬〕统治了十一年。在此之后,与其同名的约雅斤统治了三个月,接着西底家统治了十一年。耶利米作先知一直延续至此时,布西、示玛雅之子乌利亚以及与他一同的哈巴谷亦作先知,至此希伯来诸王的历史便告终结。因此,从摩西诞生至此次被掳,依某些人的说法为九百七十二年,依精确的编年史则为一千零八十五年零六个月零十天;而从大卫统治至迦勒底人所造成的流徙,为四百五十二年零六个月,但依照我们精确的年代推算,则共计四百八十二年零六个月零十天。
- 1.21.119τούτῳ δι’ ὁσιότητα πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ
与格分词短语 πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ 与间接宾语 τούτῳ(希西家王)保持一致,兼具表示时间的状语功能(“当他行将走到生命终点时”)。主动词 δωρεῖται 的句式为“授予某人(与格)做某事(不定词短语 ἄλλα ἔτη βιῶσαι πεντεκαίδεκα)”。
- 1.21.120ὁρμῶντι αὐτῷ πρὸς Ἀσσυρίους ἀπαντήσας
与格短语 ὁρμῶντι αὐτῷ(“在他向亚述人进军之时”)中的代词 αὐτῷ 指代前文的埃及王尼哥(Νεχαὼ βασιλέως Αἰγύπτου),作为分词 ἀπαντήσας(支配与格,意为“迎击、迎面遭遇”)的补足语。主格分词 ἀπαντήσας 修饰句子的主语约西亚(ὁ Ἰωσίας),而被动动词 ἀνῃρέθη 的施事者由 ὑπὸ Νεχαώ 表示。
