- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.107-1.21.110
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者结合谱系与诗作论证了摩西比希腊诸神、诗人与哲学家更为古老,西比拉亦同样古老,随后依次叙述了摩西之后约书亚与诸士师的统治年代。
Ἆπις δὲ τρίτος ἐστὶν ἀπὸ Ἰνάχου. ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται, " Λητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν, "Τιτυὸς δὲ συνεχρόνισεν Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει· ἐν χρόνῳ δὲ γένετ’ Ἀπόλλων, καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται1 σὺν καὶ Ἡρακλεῖ μέγαν εἰς ἐνιαυτόν. Ζῆθος δὲ καὶ Ἀμφίων οἱ μουσικῆς εὑρεταὶ περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ’ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσι ἑπτὰ οἱ περὶ Ὀρφέα2 καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον. Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ’ οὕς μακρῷ νεώτεροι οἱ παρ’ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοί, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν. καὶ θεῶν ἄρα τῶν πλείστων παρ’ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.
而阿庇斯是从伊纳科斯算起的第三代。确实,勒托生活在提堤俄斯的时代: “因他曾拉扯勒托,宙斯的尊贵妻子,”而提堤俄斯与坦塔罗斯同时代。因此,玻俄提亚的品达写道: “过了一段时日,阿波罗方才出生,”这自是理所当然;且这毫不奇怪,既然他还被发现与赫拉克勒斯一同作雇工服事阿德墨托斯“达一整年之久”。 音乐的发现者仄忒斯与安菲翁生活在卡德摩斯的时代前后。即使有人告诉我们,费摩诺厄是最早为阿克里西俄斯传下神谕的人,他也当知道,在费摩诺厄之后的第二十七年,才有奥尔甫斯、缪撒俄斯以及赫拉克勒斯的导师利诺斯等人。另一方面,荷马与赫西俄德比特洛伊史事晚得多,而比他们晚得多的则是希腊人中的立法者,即吕库古与梭伦,还有七贤,以及叙罗斯的斐瑞居德斯和大毕达哥拉斯周围的人,正如我们所表明的,他们大致出现在奥林匹亚纪元前后。因此,我们已经证明,摩西不仅比希腊人所谓智者和诗人们更古老,甚至比希腊人的大多数神明还要更古老。
Καὶ οὔτι γε μόνος οὗτος, ἀλλὰ καὶ ἡ Σίβυλλα Ὀρφέως παλαιοτέρα· λέγονται γὰρ καὶ περὶ τῆς ἐπωνυμίας αὐτῆς καὶ περὶ τῶν χρησμῶν τῶν καταπεφημισμένων ἐκείνης εἶναι λόγοι πλείους, Φρυγίαν τε οὖσαν κεκλῆσθαι Ἄρτεμιν καὶ ταύτην παραγενομένην εἰς Δελφοὺς ᾆσαι· "ὦ Δελφοί, θεράποντες ἑκηβόλου Ἀπόλλωνος, ἦλθον ἐγὼ χρήσουσα Διὸς νόον αἰγιόχοιο, αὐτοκασιγνήτῳ κεχολωμένη Ἀπόλλωνι." ἔστι δὲ καὶ ἄλλη Ἐρυθραία Ἡροφίλη καλουμένη· μέμνηται τούτων Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ χρηστηρίων. ἐῶ δὲ τὴν Αἰγυπτίαν καὶ τὴν Ἰταλήν, ἥ τὸ ἐν Ῥώμῃ Κάρμαλον ᾤκησεν, ἧς υἱὸς Εὔανδρος ὁ τὸ ἐν Ῥώμῃ τοῦ Πανὸς ἱερὸν τὸ Λουπέρκιον καλούμενον κτίσας.
而且绝非唯独他是如此,西比拉也比奥尔甫斯更为古老。因为关于她的称号以及相传属于她的神谕,有许多说法流传:据说她本是弗里吉亚女子,被称为阿耳忒弥斯,并且她来到德尔斐时曾歌唱道: “德尔斐人啊,远射者阿波罗的仆从,我来此传达荷神盾之宙斯的心意,因对自己的胞兄阿波罗怀着忿怒。” 还有另一个厄律特赖女子,名叫厄罗菲勒;彭托斯的赫拉克利德斯在《论神谕所》中提到了她们。我姑且不论埃及的西比拉,以及居住在罗马卡尔门塔山丘的意大利西比拉,她的儿子欧安德洛斯在罗马建立了被称为卢佩尔卡尔的潘神圣所。
Ἄξιον δὴ ἐνταῦθα γενομένους διερευνῆσαι καὶ τῶν ἄλλων τῶν μετὰ Μωσέα παρὰ τοῖς Ἑβραίοις προφητῶν τοὺς χρόνους. Μετὰ τὴν Μωυσέως τοῦ βίου τελευτὴν διαδέχεται τὴν ἡγεμονίαν τοῦ λαοῦ Ἰησοῦς πολεμῶν μὲν ἔτη † ξε΄, ἐν δὲ τῇ γῇ τῇ ἀγαθῇ ἄλλα πέντε καὶ εἴκοσι ἀναπαυσάμενος. ὡς δὲ τὸ βιβλίον τοῦ Ἰησοῦ περιέχει, διεδέξατο τὸν Μωυσέα ὁ προειρημένος ἀνὴρ ἔτη κζ΄. ἔπειτα ἁμαρτόντες οἱ Ἑβραῖοι παραδίδονται Χουσαχὰρ βασιλεῖ Μεσοποταμίας ἔτεσιν ὀκτώ, ὡς ἡ τῶν Κριτῶν ἱστορεῖ βίβλος· δεηθέντες δὲ ὕστερον τοῦ θεοῦ λαμβάνουσιν ἡγεμόνα Γοθονιὴλ τὸν ἀδελφὸν τοῦ Χαλὲβ τὸν νεώτερον ἐκ φυλῆς Ἰούδα, ὅς ἀποκτείνας τὸν τῆς Μεσοποταμίας βασιλέα ἦρξε τοῦ λαοῦ ἔτεσιν ἐφεξῆς ν΄. καὶ πάλιν ἁμαρτόντες παρεδόθησαν Αἰγλὼμ βασιλεῖ Μωαβιτῶν ἔτεσιν ὀκτωκαίδεκα, ἐπιστρεψάντων δὲ αὐτῶν αὖθις ἡγήσατο αὐτῶν Ἀὼδ ἔτεσιν ὀγδοήκοντα, ἀνὴρ ἀμφοτεροδέξιος ἐκ φυλῆς Ἐφραΐμ· οὗτός ἐστιν ὁ ἀνελὼν τὸν Αἰγλώμ.
既然已经论及此处,确实值得进一步探究摩西之后希伯来人中其他先知的时代。 摩西离世之后,约书亚继承了对民众的领导权,作战六十五年,在美地安居又有二十五年。但正如《约书亚记》所载,前述之人继承摩西凡二十七年。随后,希伯来人因犯罪而被交于美索不达米亚王古珊·利萨逊手中凡八年,正如《士师记》所记载;但后来他们祈求上帝,便获得了出自犹大支派、迦勒的幼弟俄陀聂为首领,他击杀了美索不达米亚王,相继统治民众五十年。他们再次犯罪,又被交于摩押王伊矶伦手中十八年;但在他们回转之后,出自以法莲支派的双利手之人以笏再次领导了他们八十年;正是他杀死了伊矶伦。
τελευτήσαντος δὲ Ἀὼδ ἁμαρτήσαντες αὖθις παρεδόθησαν βασιλεῖ Χαναὰν Ἰαβεὶμ ἔτεσιν εἴκοσι· ἐπὶ τούτου προφητεύει Δεββώρα γυνὴ Λαβιδὼθ ἐκ φυλῆς Ἐφραΐμ, καὶ ἦν ἀρχιερεὺς Ὀζιοῦς ὁ τοῦ Ῥιησοῦ. διὰ ταύτης ἡγησάμενος τῆς στρατιᾶς Βαρὰκ ὁ τοῦ Βεννὴρ ἐκ φυλῆς Νεφθαλὶμ παραταξάμενος Σισάρᾳ τῷ ἀρχιστρατήγῳ τοῦ Ἰαβεὶμ ἐνίκησε, καὶ ἦρξεν ἐντεῦθεν τοῦ λαοῦ διακρίνουσα ἡ Δεββώρα ἔτη τεσσαράκοντα. τελευτησάσης δὲ αὐτῆς ἁμαρτὼν αὖθις ὁ λαὸς παραδίδοται Μαδιηναίοις ἔτη ἑπτά. ἐπὶ τούτοις Γεδεὼν ἐκ φυλῆς Μανασσῆ ὁ τοῦ Ἰωὰς τριακοσίους ἐκστρατεύσας καὶ δώδεκα μυριάδας, αὐτῶν ἀπολέσας3 ἦρξεν ἔτη τεσσαράκοντα. μεθ’ ὃν ὁ υἱὸς αὐτοῦ Ἀβιμέλεχ ἔτη τρία. διαδέχεται τοῦτον Βωλεᾶς υἱὸς Βηδᾶν υἱοῦ Χαρρὰν ἐκ φυλῆς Ἐφραῒμ ἄρξας ἔτη τρία πρὸς τοῖς εἴκοσι. μεθ’ ὃν ἐξαμαρτὼν πάλιν ὁ λαὸς ἔτεσιν ὀκτωκαίδεκα Ἀμμανίταις παραδίδοται.
以笏死后,他们再次犯罪,被交于迦南王耶宾手中二十年;在此期间,出自以法莲支派的拉比多的妻子底波拉作先知,大祭司是列苏斯之子俄齐乌斯。出自拿弗他利支派的基挪庵之子巴拉藉着她率领军队,与耶宾的总指挥西西拉摆阵作战并取得了胜利;自此底波拉统治民众、施行审判凡四十年。她死后,民众再度犯罪,被交于米甸人手中七年。在这些事情之后,出自玛拿西支派的约阿施之子基甸率领三百人出征,歼灭了他们中的十二万人,统治了四十年。在他之后,其子亚比米勒统治了三年。继承他的是出自以法莲支派的陀拉,他是察兰之子贝丹之子,统治了二十三年。在他之后,民众再次犯罪,被交于亚扪人手中十八年。
- 1.21.107ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται
连词 ὅπου (γε) 在此处并非表示空间处所,而是用作表示原因或依据(“既然”、“鉴于”)。作者以阿波罗曾臣服于凡人阿德墨托斯这一神话事实,作为证明该神明产生于时间之中(并非永恒先存)的依据。
- 1.21.107μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσι ἑπτὰ οἱ περὶ Ὀρφέα
句法上省略了主要动词(如 ἐγένοντο)。介词 μετὰ 接宾格(μετὰ Φημονόην)与副词 ὕστερον 带表示度量差额的与格(ἔτεσιν... εἴκοσι ἑπτὰ)重叠使用,共同指明时间先后的跨度。主语 οἱ περὶ Ὀρφέα 指奥尔甫斯本人及其同代人物群体。
- 1.21.110τριακοσίους ἐκστρατεύσας καὶ δώδεκα μυριάδας, αὐτῶν ἀπολέσας
通常用作不及物动词的 ἐκστρατεύω(“出征”)在此处作使役性及物动词使用,直接带宾语 τριακοσίους(“率领三百人出征”)。紧随其后的 δώδεκα μυριάδας 则作为分词 ἀπολέσας 的直接宾语,并受部分属格代词 αὐτῶν(“在他们之中”)修饰。
