← 亚历山太的革利免

杂记

§1.21.104-1.21.106

特洛伊沦陷年代与摩西早于希腊诸神

革利免对照了各家历史学家关于特洛伊沦陷的年代记载,推算了狄奥尼索斯、赫拉克勒斯、忒修斯等的神化与谱系年代,以此证明摩西甚至早于希腊诸神和人类起源传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21.104

κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος, Ἀγίας δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς πανήμου ὀγδόῃ φθίνοντος, Ἑλλάνικος γὰρ δωδεκάτῃ θαργηλιῶνος μηνός. καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης· "νὺξ μὲν ἔην, "φησὶν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς, "μεσάτα, λαμπρὰ δὲ ἐπέτελλε σελάνα·" ἕτεροι δὲ σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς δὲ Ἡρακλέους ζηλωτὴς ὢν πρεσβύτερός ἐστι τῶν Τρωϊκῶν μιᾷ γενεᾷ. τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς Ἡρακλέους, Ὅμηρος μέμνηται ἐπὶ Ἴλιον στρατεύσαντος.1

在阿伽门农统治的第十八年,伊利昂陷落,当时正是忒修斯之子德摩丰在雅典统治的第一年,据阿耳戈斯的狄奥尼修所言,是在萨尔格利翁月十二日;而阿吉亚斯和德耳枯罗斯在第三卷中则称是在珀涅摩斯月下弦第八日,盖赫拉尼库斯称是在萨尔格利翁月十二日。某些撰写阿提卡史的人称是在下弦第八日,正值墨涅斯透斯统治的最后一年,月圆之际;正如《小伊利亚特》的作者所言: “其时夜半,明月方升;”另一些人则称是在斯基罗佛利翁月的同日。忒修斯作为赫拉克勒斯的效仿者,比特洛伊史事要早一代。荷马至少提到,赫拉克勒斯之子特勒波勒摩斯曾出征伊利昂。

§1.21.105

Προτερεῖν ἄρα Μωυσῆς ἀποδείκνυται2 τῆς μὲν Διονύσου ἀποθεώσεως ἔτη ἑξακόσια τέσσαρα, εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας συνάγεται ἔτη ἑξήκοντα τρία· Ἀσκληπιός τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς. ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα ὀκτὼ κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντήκοντα τρία. ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ· "Ζηνὶ δ’ ἄρα Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκ’ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα· Καδμείη δ’ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱόν, μιχθεῖσ’ ἐν φιλότητι, Διώνυσον πολυγηθῆ. "

因此,摩西被证明比狄奥尼索斯的神化早六百零四年,假若狄奥尼索斯确实是在珀耳修斯统治第三十二年被奉为神明的,正如阿波罗多洛斯在《年代记》中所言。自狄奥尼索斯至赫拉克勒斯及随伊阿宋乘阿耳戈号航行的诸勇士,共计六十三年;阿斯克勒庇俄斯和狄俄斯库里兄弟与他们同行,正如罗得岛的阿波罗尼奥斯在《阿耳戈英雄纪》中所见证的。自赫拉克勒斯在阿耳戈斯的统治至赫拉克勒斯本人及阿斯克勒庇俄斯的神化,依年代记作家阿波罗多洛斯计算共三十八年。自此至卡斯托耳和波吕丢刻斯的神化为五十三年;大约在此前后伊利昂被攻克。如果还应当相信诗人赫西俄德,就让我们倾听他的诗句: “阿特拉斯之女迈亚登上神圣之床,为宙斯生下显赫的赫尔墨斯,不朽诸神的使者;卡德摩斯之女塞墨勒与他交合相爱,为他生下光辉之子,广施欢乐的狄奥尼索斯。”

§1.21.106

Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται, Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου (Ἶσιν δὲ τὴν καὶ Ἰώ φασιν διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην),3 ταύτην δὲ Ἴστρος ἐν τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν ἑβδόμῃ γενεᾷ μετὰ Μωυσέα, ὥστε καὶ πρὸ τῆς καθ’ Ἕλληνας ἀνθρωπογονίας ὁ Μωυσῆς ἠκμακέναι φαίνεται. Λέων δὲ ὁ τὰ περὶ τῶν κατ’ Αἴγυπτον θεῶν πραγματευσάμενος τήν Ἶσιν ὑπὸ Ἑλλήνων Δήμητρα καλεῖσθαί φησιν, ἥ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον Μωυσέως γενεᾷ. Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῃ Ἀρκαδικῶν. τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον εἶναι ὅν Αἰγύπτιοι σέβουσιν, Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος. κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν συνηθείᾳ τινὶ τῶν ἐγχωρίων ὕστερον.

塞墨勒之父卡德摩斯在吕恩刻乌斯时代来到忒拜,并成为希腊文字的发明者;而特里奥帕斯在自伊纳科斯算起的第七代与伊西斯同时代(人们说伊西斯即是伊俄,因为她流浪穿行了全地);伊斯特罗斯在《论埃及人的殖民》中称此女子为普罗米修斯之女。然而普罗米修斯在特里奥帕斯时代,是在摩西之后的第七代,由此可见摩西甚至在希腊人的人类起源传说之前就已达于极盛。论述埃及诸神事迹的莱翁称,伊西斯被希腊人称为德墨忒尔,她生活在吕恩刻乌斯时代,比摩西晚十一代。此外,阿耳戈斯王阿庇斯建立了孟菲斯,正如阿里斯提普斯在《阿卡迪亚史》第一卷中所言。阿耳戈斯的阿里斯忒阿斯称此人被加称萨拉皮斯,且此人正是埃及人所崇拜者;而安菲波利斯的宁福多罗斯在《亚洲风俗》第三卷中称,神牛阿庇斯死后经防腐处理,被安放在所受尊奉的神明神庙中的石棺内;由此被称为索罗阿庇斯,后来按当地人的某种习惯被称为萨拉皮斯。

语法注3 条
  1. 1.21.104τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς Ἡρακλέους, Ὅμηρος μέμνηται ἐπὶ Ἴλιον στρατεύσαντος

    表示忆及或提及的动词 μέμνηται 接属格宾语;此处补语分词 στρατεύσαντος 与属格名词短语 τοῦ ... Τληπολέμου 一致,表达整个事实(“提及特勒波勒摩斯出征伊利昂一事”)。

  2. 1.21.105Προτερεῖν ἄρα Μωυσῆς ἀποδείκνυται

    此处使用的是人称构式(主格与不定式构式,nominativus cum infinitivo),即主语 Μωυσῆς 作主格并带不定式 προτερεῖν,而非使用带宾格加不定式的非人称构式(ἀποδείκνυται...)。

  3. 1.21.106διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην

    由介词 διά 加上带定冠词的中性单数宾格不定式(τὸ ἰέναι)构成的表原因的副词性短语。不定式的逻辑主语是宾格代词 αὐτήν,后接起谓词作用的同格分词 πλανωμένην。这是一个民间词源学的说明,将 Ἰώ(伊俄)的名字与动词 εἶμι / ἰέναι(行走)相联系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.104-1.21.106