- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.101-1.21.103
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者为证明希伯来哲学为一切智慧中最古老者,比对了埃及、亚述和希腊的纪年,论证了摩西出埃及与阿耳戈斯王伊纳科斯处于同一时代。
Καὶ περὶ μὲν τοῦ παρ’ Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν,1 περὶ τῶν κατὰ Μωυσέα χρόνων ἤδη λεκτέον, δι’ ὧν δειχθήσεται ἀναμφηρίστως πάσης σοφίας ἀρχαιοτάτη ἡ κατὰ Ἑβραίους φιλοσοφία. εἴρηται μὲν οὖν περὶ τούτων ἀκριβῶς Τατιανῷ ἐν τῷ Πρὸς Ἕλληνας, εἴρηται δὲ καὶ Κασσιανῷ ἐν τῷ πρώτῳ τῶν Ἐξηγητικῶν· ἀπαιτεῖ δὲ ὅμως τὸ ὑπόμνημα καὶ ἡμᾶς ἐπιδραμεῖν τὰ κατὰ τὸν τόπον εἰρημένα. Ἀπίων τοίνυν ὁ γραμματικός, ὁ Πλειστονίκης ἐπικληθείς, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατ’ αὐτὸν πράξεων, μάρτυρα παρατίθεται Πτολεμαῖον τὸν Μενδήσιον. καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε ἔχει· κατέσκαψε δὲ τὴν Ἀουαρίαν Ἄμωσις κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραφεν ὁ Μενδήσιος Πτολεμαῖος. ὁ δὲ Πτολεμαῖος οὗτος ἱερεὺς μὲν ἦν, τὰς δὲ τῶν Αἰγυπτίων βασιλέων πράξεις ἐν τρισὶν ὅλαις ἐκθέμενος βίβλοις κατὰ Ἄμωσίν φησιν Αἰγύπτου βασιλέα Μωυσέως ἡγουμένου γεγονέναι Ἰουδαίοις τὴν ἐξ Αἰγύπτου πορείαν, ἐξ ὧν συνῶπται2 κατὰ Ἴναχον ἠκμακέναι τὸν Μωσέα.
关于哲学家的学说乃是从希伯来人那里剽窃而来这一事实,我们稍后将加以论述;但在此之前,按照顺理成章的次序,必须先论述摩西的时代,藉此可以无可争议地表明,希伯来人的哲学是一切智慧中最古老的。关于这些事,塔提安在《对希腊人的演说》中已有精密论述,卡西安在《释义集》第一卷中也有所论述;然而,本备忘录仍然要求我们也概括性地叙述关于这一论题的记载。于是,语法学家、被称为“普莱斯托尼克斯”的阿皮翁,在其《埃及史》第四卷中,尽管因其血统为埃及人而对希伯来人怀有敌意(以至于撰写了反对犹太人的著作),在提到埃及国王阿摩西斯及其时代的功绩时,仍援引了门德斯的托勒密作为见证人。他的原话如下:“阿摩西斯摧毁了阿瓦里斯,他生活在阿耳戈斯的伊纳科斯时代,正如门德斯的托勒密在《年代记》中所记载的。”这位托勒密是一位祭司,他在整整三卷书中陈述了埃及诸王的功绩,他说犹太人在摩西率领下出埃及是发生在埃及王阿摩西斯在位时;由此综合来看,摩西正当伊纳科斯的时代达于极盛。
παλαίτατα δὲ τῶν Ἑλληνικῶν τὰ Ἀργολικά, τὰ ἀπὸ Ἰνάχου λέγω, ὡς Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τοῖς Χρόνοις διδάσκει, τούτων δὲ † τεσσαράκοντα μὲν γενεαῖς νεώτερα τὰ Ἀττικὰ τὰ ἀπὸ Κέκροπος τοῦ διφυοῦς δὴ καὶ αὐτόχθονος, ὥς φησι κατὰ λέξιν ὁ Τατιανός, ἐννέα δὲ τὰ Ἀρκαδικὰ τὰ ἀπὸ Πελασγοῦ· λέγεται δὲ καὶ οὗτος αὐτόχθων. τούτων δὲ ἄλλαιν δυοῖν νεώτερα τὰ Φθιωτικὰ τὰ ἀπὸ Δευκαλίωνος. εἰς δὲ τὸν χρόνον τῶν Τρωϊκῶν ἀπὸ Ἰνάχου γενεαὶ μὲν εἴκοσι ἢ μιᾷ πλείους διαριθμοῦνται, ἔτη δέ, ὡς ἔπος εἰπεῖν, τετρακόσια καὶ πρόσω. εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα τῶν Ἑλληνικῶν ἀφ’ ὧν Κτησίας λέγει, φανήσεται τῷ δευτέρῳ καὶ τετρακοσιοστῷ ἔτει τῆς Ἀσσυρίων ἀρχῆς, τῆς δὲ Βηλούχου τοῦ ὀγδόου δυναστείας τῷ δευτέρῳ καὶ τριακοστῷ ἡ Μωυσέως κατὰ Ἄμωσιν τὸν Αἰγύπτιον καὶ κατὰ Ἴναχον τὸν Ἀργεῖον ἐξ Αἰγύπτου κίνησις.3 ἦν δὲ κατὰ τὴν Ἑλλάδα κατὰ μὲν Φορωνέα τὸν μετὰ Ἴναχον ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς καὶ ἡ ἐν Σικυῶνι βασιλεία, πρώτου μὲν Αἰγιαλέως, εἶτα Εὔρωπος, εἶτα Τελχῖνος, καὶ ἡ Κρητὸς ἐν Κρήτῃ. Ἀκουσίλαος γὰρ Φορωνέα πρῶτον ἄνθρωπον γενέσθαι λέγει· ὅθεν καὶ ὁ τῆς Φορωνίδος ποιητὴς εἶναι αὐτὸν ἔφη πατέρα θνητῶν ἀνθρώπων.
希腊史事中最古老的乃是阿耳戈斯的史事,我是指自伊纳科斯以来的史事,正如哈利卡尔那索斯的狄奥尼修在《年代记》中所教导的;比这些晚四十代的,是自具有双重身躯且为本土自生者的凯克洛普斯以来的阿提卡史事(正如塔提安字面上所言),晚九代的,是自佩拉斯古斯以来的阿卡迪亚史事(此人也被称为本土自生者)。比这些又晚两代的,是自丢卡利翁以来的弗提亚史事。从伊纳科斯到特洛伊战争的时代,共计有二十代或多出一代,若粗略以年数计算,则有四百余年。如果依照克特西亚斯所言,亚述人的史事比希腊人的史事要早许多年,那么摩西在埃及人阿摩西斯和阿耳戈斯人伊纳科斯的同时出埃及,将显明是在亚述统治的第四百零二年,亦即第八代统治者贝洛库斯治下的第三十二年。在希腊,在继伊纳科斯之后的福罗纽斯时代,发生了奥古戈斯时代的大洪水,以及西库昂王国的建立(最初是埃癸阿勒乌斯,其次是欧罗普斯,然后是忒尔欣),还有克里斯在克里特的王统。因为阿库西拉乌斯说福罗纽斯是第一个人;因此《福罗尼斯》的诗人也称他为“必死人类之父”。
ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ κατακολουθήσας Ἀκουσιλάῳ γράφει· καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους τῶν τῇδε τῇ πόλει τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖ, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ τὰ μετὰ τὸν κατακλυσμόν. κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ’ οὗ Ἀκταία ἡ Ἀττική. κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἄτλας καὶ Ἐπιμηθεὺς καὶ ὁ διφυὴς Κέκροψ καὶ Ἰώ. κατὰ δὲ Κρότωπον ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία. κατὰ δὲ Σθένελον ἥ τε Ἀμφικτυόνος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ὃν πρῶτον, φησὶν Ὅμηρος, τέκετο νεφεληγερέτα Ζεύς, ἥ τε τῆς Εὐρώπης εἰς Κρήτην ἐκ Φοινίκης ἀνακομιδή. κατὰ δὲ Λυγκέα τῆς κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις Τριπτολέμου τε γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασιλεία. κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος. κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως καὶ Διονύσου πράξεις Ὀρφεύς τε καὶ Μουσαῖος.
为此,柏拉图在《蒂迈欧篇》中依循阿库西拉乌斯写道:“有一次,他想引导他们就古事展开讨论,便尝试讲述关于这座城市最古老的事,即关于被称为第一个人的福罗纽斯和尼俄伯,以及洪水之后的诸事。”在福耳巴斯统治时有阿克泰乌斯,阿提卡因他而被称作阿克泰亚。在特里奥帕斯时代有普罗米修斯、阿特拉斯、埃庇米修斯、双重身躯的凯克洛普斯和伊俄。在克罗托普斯时代发生了法厄同的烈火焚世和丢卡利翁的大洪水。在斯忒涅洛斯时代有安菲克堤翁的统治、达那俄斯来到伯罗奔尼撒,以及达耳达诺斯建立达耳达尼亚——荷马说,“聚云者宙斯首先”生下了他——还有欧罗巴从腓尼基被带到克里特。在吕恩刻乌斯时代发生了抢掠少女事件、厄琉息斯圣所的建立、特里普托勒摩斯的农耕、卡德摩斯来到忒拜,以及米诺斯的统治。在普罗伊托斯时代发生了欧摩尔波斯针对雅典人的战争。在阿克里西俄斯时代发生了珀罗普斯从弗里吉亚的渡海、伊翁到达雅典、第二位凯克洛普斯,以及珀耳修斯和狄奥尼索斯的功绩,还有奥菲斯和墨索斯。
- 1.21.101ὅπερ ἀκόλουθον ἦν
中性单数关系代名词 ὅπερ 以随后的整句话(即论述摩西时代这件事)为先行词,表示理所当然、顺理成章的次序。
- 1.21.101ἐξ ὧν συνῶπται
介词短语 ἐξ ὧν 指向上文所引述的见证材料。动词 συνῶπται 是 συνοράω 的完成时被动态直陈语气第三人称单数,意为“从这些证据中综合看来/显明出”,后接宾格加不定式结构(κατὰ Ἴναχον ἠκμακέναι τὸν Μωσέα)。
- 1.21.102φανήσεται τῷ δευτέρῳ καὶ τετρακοσιοστῷ ἔτει... ἡ Μωυσέως... κίνησις
句子的核心骨架为条件句:“εἰ δὲ τὰ Ἀσσυρίων... [ἐστι], φανήσεται... ἡ Μωυσέως... κίνησις”。主语是后置并发生远距离隔置的主格短语 ἡ ... κίνησις(出发、移动),而前面的与格短语(τῷ δευτέρῳ καὶ τετρακοσιοστῷ ἔτει...)作为时间与格,表示事件发生的确切年代。
