- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.20.99-1.20.100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明哲学并非不可或缺的主因,而仅仅是属灵知者的预备教育与合作原因,如葡萄园之篱笆般起守护作用;希腊人如盗贼般窃得的部分真理,唯有在作门徒受教时方能获得确凿的认识。
εἰ δὲ καὶ διαστέλλεσθαι ἡμᾶς διὰ τοὺς φιλεγκλήμονας δεήσει, συναίτιον τὴν φιλοσοφίαν καὶ συνεργὸν λέγοντες τῆς ἀληθοῦς καταλήψεως, ζήτησιν οὖσαν ἀληθείας, προπαιδείαν αὐτὴν ὁμολογήσομεν τοῦ γνωστικοῦ οὐκ αἴτιον τιθέμενοι τὸ συναίτιον οὐδὲ μὴν τὸ συνεργὸν συνεκτικὸν οὐδ’ ὡς οὗ οὐκ ἄνευ τὴν φιλοσοφίαν,1 ἐπεὶ σχεδὸν οἱ πάντες ἄνευ τῆς ἐγκυκλίου παιδείας καὶ φιλοσοφίας τῆς Ἑλληνικῆς, οἳ δὲ καὶ ἄνευ γραμμάτων, τῇ θείᾳ καὶ βαρβάρῳ κινηθέντες φιλοσοφίᾳ, δυνάμει τὸν περὶ θεοῦ διὰ πίστεως παρειλήφαμεν2 λόγον, αὐτουργῷ σοφίᾳ πεπαιδευμένοι. ὃ δὲ μεθ’ ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ’ αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν ἢ ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ’ ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα τὸ κατ’ ἀλήθειαν παρέχειν. καίτοι καὶ καθ’ ἑαυτὴν ἐδικαίου ποτὲ καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην, εἰς ἣν εὑρίσκεται συνεργός(καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ γραμματιστὴς τῷ φιλοσοφήσοντι), οὐδ’ ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἢ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοὴ καὶ ἡ φωνὴ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων αὐτὴν προσφυῶς. ἀλλὰ τῶν συνεργῶν τὰ μὲν πλείονα, τὰ δ’ ἐλάσσονα προσφέρεται δύναμιν. ἡ γοῦν σαφήνεια συνεργεῖ πρὸς τὴν παράδοσιν τῆς ἀληθείας καὶ ἡ διαλεκτικὴ πρὸς τὸ μὴ ὑποπίπτειν ταῖς κατατρεχούσαις αἱρέσεσιν.
然而,即使为了那些吹毛求疵之人,我们必须加以细致区分,我们在称哲学为把握真理的协同原因与合作者(因其是对真理的探求)时,仍会承认它是属灵知者的预备教育,既不把协同原因设定为主因,也不把合作者当作主导原因,亦不将哲学视为不可或缺的前提;因为我们几乎所有人,即使未受过通识教育和希腊哲学训练,甚至有人目不识丁,却因被神圣而蛮邦的哲学所感动,藉着信心凭着大能领受了关于神的道,受教于亲力亲为的智慧。凡与他者共同发生作用、自身不足以单独生效者,我们称之为合作者与协同原因,其得名乃是因其与原因并存而为原因,或是与他者结合而成原因,但其自身却不能提供真实的结果。然而,哲学曾几何时也曾在自身范围内使希腊人称义,但并非达于那普遍的正义——就普遍正义而言,哲学只是被发现为合作者(正如第一级和第二级阶梯之于登上楼房者,识字教师之于将要学习哲学的人);也并非因抽离了哲学,普遍的道就会有所欠缺,或是真理遭到废除,因为视觉、听觉和声音固然对真理有所助益,但恰切认识真理的却是心灵。然而在合作的要素中,有的提供较大的力量,有的提供较小的力量。例如,明晰有助于真理的传达,辩证法则有助于不屈服于侵袭的异端。
αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, δύναμις οὖσα καὶ σοφία τοῦ θεοῦ, προσιοῦσα δὲ φιλοσοφία ἡ Ἑλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλ’ ἀδύνατον παρέχουσα τὴν κατ’ αὐτῆς σοφιστικὴν ἐπιχείρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος. καὶ ἣ μὲν ὡς ἄρτος ἀναγκαία πρὸς τὸ ζῆν, ἡ κατὰ τὴν πίστιν ἀλήθεια· ἡ προπαιδεία δὲ προσοψήματι ἔοικεν καὶ τραγήματι, "δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον "κατὰ τὸν Θηβαῖον Πίνδαρον. ἄντικρυς δὲ ἐξεῖπεν ἡ γραφή· πανουργότερος ἔσται ἄκακος συνίων, ὁ δὲ σοφὸς δέξεται γνῶσιν. καὶ ὁ μὲν ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, φησὶν ὁ κύριος, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν ἀληθής ἐστι καὶ ἀδικία οὐκ ἔστιν ἐν αὐτῷ. ἔμπαλιν οὖν ἀδικεῖ ὁ σφετερισάμενος τὰ βαρβάρων καὶ ὡς ἴδια αὐχῶν, τὴν ἑαυτοῦ δόξαν αὔξων καὶ ψευδόμενος τὴν ἀλήθειαν. οὗτος κλέπτης ὑπὸ τῆς γραφῆς εἴρηται. φησὶ γοῦν· υἱέ, μὴ γίνου ψεύστης· ὁδηγεῖ γὰρ τὸ ψεῦσμα πρὸς τὴν κλοπήν. ἤδη δὲ ὁ κλέπτης ὅπερ ὑφελόμενος ἔχει ἀληθῶς3 κἂν χρυσίον ᾖ κἂν ἄργυρος κἂν λόγος κἂν δόγμα. ἐκ μέρους τοίνυν, ἃ κεκλόφασιν, ἀληθῆ μέν, στοχαστικῶς δὲ καὶ ταῖς τῶν λόγων ἀνάγκαις ἴσασι. μαθητευθέντες οὖν καταληπτικῶς ἐπιγνώσονται.
因此,合乎救主的教导乃是圆满自足且无所欠缺的,因为它既是神的大能,又是神的智慧;而希腊哲学的加入并非使真理更有力量,而是使针对真理的诡辩攻击归于无效,击退针对真理的狡黠图谋,因而被适切地称为葡萄园的篱笆和围墙。合乎信心的真理如同面包一样为生命所必需;预备教育则如同佐餐配菜与甜点,正如忒拜的品达所言:“宴席将尽时甜美的干果。”经上更断然宣称: “无辜者因通达将更具智谋,智慧人将领受知识。” 主也说: “那凭着自己说话的,是寻求自己的荣耀;唯有那寻求差他来者之荣耀的,才是真实的,在他心里并没有不义。” 因此相反地,凡侵吞蛮邦人的成果并夸耀为己有,从而扩张自己的荣耀并歪曲真理的人,便是行不义。这样的人被经上称为盗贼。经上说: “我儿,不要成为说谎者,因为说谎引向偷窃。” 然而,盗贼所窃据并拥有的东西,无论那是黄金、白银、言论还是教条,他确实切实占有着。因此,他们所偷窃的东西固然部分是真实的,但他们只是出于推测并通过论辩的必然性而得知。所以,他们若受教作门徒,就会确凿地全面认知。
- 1.20.99οὐκ αἴτιον τιθέμενοι τὸ συναίτιον οὐδὲ μὴν τὸ συνεργὸν συνεκτικὸν οὐδ’ ὡς οὗ οὐκ ἄνευ τὴν φιλοσοφίαν
依附于分词 τιθέμενοι 的双重宾格否定排比结构。作者借此在因果论上对哲学的地位进行三重排除:(1) 不将协同原因(τὸ συναίτιον)当作原初原因(αἴτιον);(2) 不将合作者(τὸ συνεργόν)当作为支配性/结合性主因(συνεκτικόν);(3) 不将哲学(τὴν φιλοσοφίαν)视为“缺之不可的前提”(οὗ οὐκ ἄνευ / sine qua non)。
- 1.20.99σχεδὸν οἱ πάντες... παρειλήφαμεν
一种人称转折结构(依照意义的一致)。语法主语是第三人称复数的 σχεδὸν οἱ πάντες(几乎所有人)及分词修饰语,但主要动词却使用了第一人称复数的 παρειλήφαμεν(我们领受了),从而将一般的信徒群体直接融入叙述者自身的“我们”这一共同体中。
- 1.20.100ἤδη δὲ ὁ κλέπτης ὅπερ ὑφελόμενος ἔχει ἀληθῶς
包含主句动词省略的紧凑关系从句结构。关系代词 ὅπερ 作 ὑφελόμενος ἔχει 的宾语,整个结构承接省略的主句谓语动词 ἔχει(“盗贼窃取而拥有的东西,他确实[拥有]着”)。副词 ἀληθῶς 强调即使是窃得之物,其在事实上被持有的真实性。
