- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.20.97-1.20.98
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者以拉船的众人和德性的多样表现为喻,阐明哲学并非终极真理本身,而是寻求真理过程中的协同原因,并将希腊哲学的局部真理与神之子所启示的神圣真理区分开来。
Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ’ ἄν, ἀλλ’ ἐκ πολλῶν αἴτιον ἕν1 (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν ναῦν, ἀλλὰ σὺν τοῖς ἄλλοις), οὕτω καὶ ἡ φιλοσοφία πρὸς κατάληψιν τῆς ἀληθείας, ζήτησις οὖσα ἀληθείας, συλλαμβάνεται, οὐκ αἰτία οὖσα καταλήψεως, σὺν δὲ τοῖς ἄλλοις αἰτία καὶ συνεργός. τάχα δὲ καὶ τὸ συναίτιον αἴτιον. ὡς δὲ, ἑνὸς ὄντος τοῦ εὐδαιμονεῖν, αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πλείονες ὑπάρχουσαι. καὶ ὡς τοῦ θερμαίνεσθαι ὅ τε ἥλιος τό τε πῦρ βαλανεῖόν τε καὶ ἐσθής, οὕτω μιᾶς οὔσης τῆς ἀληθείας πολλὰ τὰ συλλαμβανόμενα πρὸς ζήτησιν αὐτῆς, ἡ δὲ εὕρεσις δι’ υἱοῦ. εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμίν ἐστιν ἡ ἀρετή, ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν, ἐν τούτοις δὲ σωφροσύνην, ἐν τούτοις δὲ ἀνδρείαν ἢ δικαιοσύνην. ἀνὰ τὸν αὐτὸν οὖν λόγον, καὶ μιᾶς οὔσης ἀληθείας, ἐν γεωμετρίᾳ μὲν γεωμετρίας ἀλήθεια, ἐν μουσικῇ δὲ μουσικῆς, κἀν φιλοσοφίᾳ τῇ ὀρθῇ Ἑλληνικὴ εἴη ἂν ἀλήθεια. μόνη δὲ ἡ κυρία αὕτη ἀλήθεια ἀπαρεγχείρητος, ἣν παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμεθα.
正如将船拖下水的许多人不会被称为许多原因,而是被称为由许多人构成的一个原因(因为单个人并不是拖船下水的原因,而是与其他所有人共同构成原因),同样,哲学作为对真理的求索,虽有助于把握真理,但它并非把握本身的原因,而是与其他因素并存的原因与合作者。或许,协同的原因本身也是一种原因。又正如幸福只有一种,但构成其原因的德性却有多种,正如温暖自身的原因有太阳、火焰、浴室和衣服一样,同样,真理虽然只有一个,但有助于寻求真理的途径却有很多,然而真理的获致却是通过圣子。我们若仔细考察,德性按其潜能而言原是一个,但当这德性产生于这些事务中时便被称为明智,在那些事务中被称为节制,在这些事务中被称为勇敢或正义。依此理推之,即使真理唯有一,在几何学中便有属于几何学的真理,在音乐中便有属于音乐的真理,而在正确的哲学中,便会有希腊式的真理。然而唯独我们在神的儿子那里所受教导的这一权威真理,是无可撼动的。
τοῦτόν φαμεν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον, τῷ δὲ τελώνῃ τέλος καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ, μισθὸν δὲ τῷ διδασκάλῳ καὶ τῷ πιπράσκοντι ἀρραβῶνα. ἑκάστη δὲ εἴτε ἀρετὴ εἴτε καὶ ἀλήθεια συνωνύμως καλουμένη μόνου τοῦ καθ’ ἑαυτὴν ἀποτελέσματός ἐστιν αἰτία. κατὰ σύγχρησιν δὲ τούτων γίνεται τὸ εὐδαιμόνως ζῆν (μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα),2 ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως. εἰ δὲ καὶ πόρρωθεν συλλαμβάνεται φιλοσοφία πρὸς τὴν ἀληθείας εὕρεσιν, κατὰ διαφόρους ἐπιβολὰς διατείνουσα ἐπὶ τὴν προσεχῶς ἁπτομένην τῆς ἀληθείας τὴν καθ’ ἡμᾶς εἴδησιν, ἀλλὰ συλλαμβάνεταί γε3 τῷ λογικῶς ἐπιχειρεῖν ἐσπουδακότι ἀνθάπτεσθαι γνώσεως. χωρίζεται δὲ ἡ Ἑλληνικὴ ἀλήθεια τῆς καθ’ ἡμᾶς, εἰ καὶ τοῦ αὐτοῦ μετείληφεν ὀνόματος. καὶ μεγέθει γνώσεως καὶ ἀποδείξει κυριωτέρᾳ καὶ θείᾳ δυνάμει καὶ τοῖς ὁμοίοις· θεοδίδακτοι γὰρ ἡμεῖς, ἱερὰ ὄντως, γράμματα παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμενοι· ἔνθεν οὐδ’ ὡσαύτως κινοῦσι τὰς ψυχάς, ἀλλὰ διαφόρῳ διδασκαλίᾳ.
我们说,以这种方式,同一枚德拉克马银币,付给船主时被称为运费,付给税吏时称为关税,付给房东时称为房租,付给教师时称为学酬,付给卖主时称为定金。每一项同名相称的德性或真理,都仅仅是其自身固有结果的原因。然而幸福的生活却是通过这些因素的共同运用而实现的(因为我们决不是仅凭名称而获得幸福的),这时我们称端正的生活为幸福,称灵魂以德性妆点的人为幸福之人。即使哲学只是远远地有助于真理的发现,通过各种探求而延伸至直接触及真理的属于我们的知识,但对于热心致力于合乎理性地把握知识的人而言,它毕竟是有所助益的。然而,希腊的真理即便共享了相同的名称,却因着知识的崇高、更具权威的论证、神圣的大能以及诸如此类的事物,而与我们的真理截然有别。因为我们是受神教导的人,在神的儿子那里领受真正神圣的经卷;因此,二者打动灵魂的方式并不相同,而是凭借各异的教导。
- 1.20.97οὐ πολλὰ αἴτια λέγοιντ’ ἄν, ἀλλ’ ἐκ πολλῶν αἴτιον ἕν
带有 ἄν 的希求法(λέγοιντο),表潜在语气。介词短语 ἐκ πολλῶν 表示构成成分,修饰 ἕν,意为“不是被称为许多个原因,而是被称为由许多人构成的一个整体原因”。
- 1.20.98μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα
括号式插入句中带有 μή 和 γὰρ δή 的现在时虚拟语气(εὐδαιμονῶμεν),兼具劝勉与防范之意:“因为我们决不要仅就名称而言去幸福(而应当看重德性生活的实质)”。
- 1.20.98εἰ δὲ καὶ πόρρωθεν συλλαμβάνεται φιλοσοφία... ἀλλὰ συλλαμβάνεταί γε
由 εἰ καί(让步从句,“即使……也”)引导,主句由表示转折与强调的 ἀλλά ... γε(“无论如何毕竟……”)引出的让步句式。分词 διατείνουσα 修饰主语 φιλοσοφία,与格 τῷ ... ἐσπουδακότι 由动词 συλλαμβάνεται 支配,充当利益与格。
