← 亚历山太的革利免

杂记

§1.19.94-1.19.96

希腊哲学的真理来源与对异端的驳斥

作者论证了希腊哲学对真理的认识源于神圣摄理、共通知性或真理的映照,并将哲学与异端进行对比,引用《箴言》驳斥了脱离教会规程的异端谬误及其虚假的仪式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19.94

Εἴτ’ οὖν κατὰ περίπτωσίν φασιν ἀποφθέγξασθαί τινα τῆς ἀληθοῦς φιλοσοφίας τοὺς Ἕλληνας, θείας οἰκονομίας ἡ περίπτωσις (οὐ γὰρ ταὐτόματον ἐκθειάσει τις διὰ τὴν πρὸς ἡμᾶς φιλοτιμίαν), εἴτε κατὰ συντυχίαν, οὐκ ἀπρονόητος ἡ συντυχία· εἴτ’ αὖ φυσικὴν ἔννοιαν ἐσχηκέναι τοὺς Ἕλληνας λέγοι.1 τὸν τῆς φύσεως δημιουργὸν ἕνα γινώσκομεν, καθὸ καὶ τὴν δικαιοσύνην φυσικὴν εἰρήκαμεν, εἴτε μὴν κοινὸν ἐσχηκέναι νοῦν, τίς ὁ τούτου πατὴρ καὶ τῆς κατὰ τὴν τοῦ νοῦ διανομὴν δικαιοσύνης σκοπήσωμεν. ἂν γὰρ προαναφώνησίν τις εἴπῃ καὶ συνεκφώνησιν αἰτιάσηται, προφητείας εἴδη λέγει. ναὶ μὴν κατ’ ἔμφασιν ἀληθείας ἄλλοι θέλουσιν εἰρῆσθαί τινα τοῖς φιλοσόφοις. ὁ μὲν οὖν θεσπέσιος ἀπόστολος ἐφ’ ἡμῶν γράφει· βλέπομεν γὰρ νῦν ὡς δἰ ἐσόπτρου, κατ’ ἀνάκλασιν ἐπ’ αὐτοῦ ἑαυτοὺς γινώσκοντες κἀκ τοῦ ἐν ἡμῖν θείου τὸ ποιητικὸν αἴτιον ὡς οἷόν τε συνθεωροῦντες· εἶδες γάρ, φησί, τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου. τὸν σωτῆρα οἶμαι θεὸν εἰρῆσθαι ἡμῖν τὰ νῦν· μετὰ δὲ τὴν τῆς σαρκὸς ἀπόθεσιν πρόσωπον πρὸς πρόσωπον, τότε ἤδη ὁριστικῶς καὶ καταληπτικῶς, ὅταν καθαρὰ ἡ καρδία γένηται. καὶ κατ’ ἔμφασιν δὲ καὶ διάφασιν οἱ ἀκριβῶς παρ’ Ἕλλησι φιλοσοφήσαντες διορῶσι τὸν θεόν· τοιαῦται γὰρ αἱ κατ’ ἀδυναμίαν φαντασίαι ἀληθεῖς, ὡς φαντασία καθορᾶται ἐν τοῖς ὕδασιν καὶ ὁρῶμεν διὰ τῶν διαφανῶν καὶ διαυγῶν σωμάτων.

因此,无论人们是说希腊人是凭偶然道出了真正哲学的某些真理,这种偶然也属于神圣的摄理(因为没有人会因与我们作对而将偶然神化);或者是出于机缘,这种机缘也绝非没有摄理;抑或若有人说希腊人具有一种自然的观念,我们深知自然的造物主唯有一位——正如我们也说过公义是出于自然一样;又或者是说他们拥有共通的知性,那就让我们思考谁是这种知性以及分配此知性时彰显之公义的父亲。因为如果有人提到先声的宣告,并将其归因于共鸣的呼喊,他所说的便是预言的形式。再者,另有人主张哲学家们是凭借真理的映照而说出了某些道理。神圣的使徒就针对我们写道: “我们如今仿佛对着镜子观看”,即借着镜中的反光认识我们自身,并在可能范围内,借着我们内在的神性一同观照那创造性的动因;因为他说: “你看见了你的弟兄,你就看见了你的神。” 我想,如今拯救者对我们来说被称为神;但在脱去肉体之后,“面对面”,到了那时,当内心变为纯洁之时,便能确然且领悟性地观照。而在希腊人中严谨进行哲学思考的人,也是通过映照和透见而辨察神的;因为在人的局限中所获得的真实表象便是如此,正如水中的倒影被看见,以及我们透过透明澄澈的物体观看一样。

§1.19.95

καλῶς οὖν ὁ Σολομὼν ὁ σπείρων φησὶ δικαιοσύνην ἐργάζεται πίστιν. εἰσὶ δὲ οἱ τὰ ἴδια σπείροντες οἳ πλείονα ποιοῦσιν. καὶ πάλιν· ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὥριμον, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. ὁρᾷς ὅπως καὶ τῆς ἔξωθεν σκέπης τε καὶ φυλακῆς φροντιστέον. γνωστῶς δὲ ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, τῆς ἀκροβυστίας τὰ δικαιώματα τοῦ νόμου φυλασσούσης κατὰ τὸν ἀπόστολον καὶ πρὸ τοῦ νόμου καὶ πρὸ τῆς παρουσίας. οἱονεὶ δὲ σύγκρισιν ποιούμενος ὁ λόγος τῶν ἀπὸ φιλοσοφίας πρὸς τοὺς αἱρετικοὺς καλουμένους, ἐμφανῶς πάνυ κρείσσων φησὶ φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν· ὃς δὲ ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους καὶ διώκει ὄρνεα πτερωτά. οὐκ οἶμαι φιλοσοφίαν λέγειν τὰ νῦν τὸν λόγον. καίτοι ἐν πολλοῖς τὰ εἰκότα ἐπιχειρεῖ καὶ πιθανεύεται φιλοσοφία, ἀλλὰ τὰς αἱρέσεις ἐπιρραπίζει. ἐπιφέρει γοῦν· ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὰς δὲ τροχιὰς τοῦ ἰδίου γεωργίου πεπλάνηται. αὗται δέ εἰσιν αἱ τὴν ἐξ ἀρχῆς ἀπολείπουσαι ἐκκλησίαν. αὐτίκα ὁ εἰς αἵρεσιν ὑποπεσὼν διέρχεται δἰ ἐρημίας ἀνύδρου, τὸν ὄντως ὄντα θεὸν καταλιπών, ἔρημος θεοῦ, ὕδωρ ἄνυδρον ζητῶν, τὴν ἀοίκητον καὶ δίψιον ἐπερχόμενος γῆν, συνάγων χερσὶν ἀκαρπίαν.

因此所罗门说得好: “那播种公义的,产生信实;但也有人播撒自己的财物,反而增添更多。” 又说: “要看顾田野中的青草,割取草木,收聚熟透的牧草,好使你有羊群作为衣裳。” 你可见人当如何也顾及外在的遮蔽与护卫。 “并且你要切实知道你羊群的心魂。” “因为没有律法的外邦人若顺着本性行律法上的事,他们虽然没有律法,自己就是自己的律法”,按照使徒所言,这是因为未受割礼的人在律法赐下之前和基督降临之前,就守全了律法的公义条例。仿佛将出于哲学的人与所谓的异端者进行对比,道极其明确地说道: “近处的友人胜过远居的弟兄;但那倚靠谎言的人牧养风,追赶飞鸟。” 我想道眼下并非在指哲学。尽管哲学在许多事上尝试盖然的论证并进行劝导,但道在此所责打的是异端。无论如何,经文接着说: “因为他离开了自己葡萄园的道路,在自己耕地的车辙中迷失了方向。” 而这些异端正是抛弃最初教会的人。随即,跌入异端的人,“经过无水的旷野”,离弃了真实存在的上帝,失去了上帝,寻求无水之水,“踏上无人居住且干渴的土地,徒手收集不毛之物。”

§1.19.96

καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι λέγουσα, φησὶν ἡ σοφία, τοῖς ἀμφὶ τὰς αἱρέσεις δηλονότι, ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ, ἄρτον καὶ ὕδωρ οὐκ ἐπ’ ἄλλων τινῶν, ἀλλ’ ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς.2 εἰσὶ γὰρ οἳ καὶ ὕδωρ ψιλὸν εὐχαριστοῦσιν. ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς. τόπον τὴν συναγωγήν. οὐχὶ δὲ ἐκκλησίαν ὁμωνύμως προσεῖπεν.3 εἶτα ἐπιφωνεῖ· οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, τὸ βάπτισμα τὸ αἱρετικὸν οὐκ οἰκεῖον καὶ γνήσιον ὕδωρ λογιζομένη. καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον τὸν παραφέροντα καὶ κατασύροντα εἰς θάλασσαν, εἰς ἣν ἐκδίδοται ὁ παρεκτραπεὶς ἐκ τῆς κατ’ ἀλήθειαν ἑδραιότητος. συνεκρυεὶς αὖθις εἰς τὰ ἐθνικὰ καὶ ἄτακτα τοῦ βίου κύματα.

“我对愚蒙人吩咐说”,智慧说道——显然是对那些陷入异端的人说: “你们要欣然吃隐藏的饼,喝偷来的甜水”,圣经显然不是针对别的人,而正是针对那些在奉献时不按教会规程使用饼和水的异端;因为甚至有人仅用水来进行圣餐感恩祭。 “然而你要跳开,不要在她的地方停留。” 经文将她们的会堂称为“地方”,而没有与教会同名相称。接着经文呼喊道: “因为这样你就能跨过外邦的水”,以此认定异端的洗礼不是固有而纯正的水。 “你也能渡过外邦的河流”,这条河将人卷走并拖入大海;凡偏离真理之稳固基石的人,便被冲入这海中,再次随波逐流于世俗且混乱的生命波涛之中。

语法注3 条
  1. 1.19.94εἴτ’ αὖ φυσικὴν ἔννοιαν ἐσχηκέναι τοὺς Ἕλληνας λέγοι

    由 εἴτε 引导并带有希求法动词 λέγοι 的条件从句。此处由前文 εἴτε ... φασιν(现在时直陈语气)转向希求法,表达假设性的设问;该动词支配带不定词的宾格结构(τοὺς Ἕλληνας ... ἐσχηκέναι),并与主句 τὸν τῆς φύσεως δημιουργὸν ἕνα γινώσκομεν 相呼应。

  2. 1.19.96ἀλλ’ ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς

    承接前面的 οὐκ ἐπ’ ἄλλων τινῶν,ἀλλ’ ἤ 是表示强力限定的惯用语,意为“除……之外”。随后的 ταττούσης τῆς γραφῆς 为属格独立结构,支配介词短语 ἐπὶ τῶν ... αἱρέσεων,用以明确经文引语所针对的具体对象。

  3. 1.19.96τόπον τὴν συναγωγήν, οὐχὶ δὲ ἐκκλησίαν ὁμωνύμως προσεῖπεν

    动词 προσεῖπεν 构成的双宾格结构:τὴν συναγωγήν 为直接宾语,τόπον 为宾语补足语(“称其会堂为‘地方’”)。后半句 οὐχὶ δὲ ἐκκλησίαν ὁμωνύμως 承前省略,意为“而不以相同的名称称之为‘教会’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.19.94-1.19.96