← 亚历山太的革利免

杂记

§1.1.16-1.1.18

希腊哲学在探求真理中的功用

作者借用厨师、牧羊人与农夫的比喻,论述了将希腊博学与哲学作为面向大众之预备手段的合理性,并阐明《杂记》将在哲学学说之下隐蔽真理,以此揭示哲学亦属神圣护理之作为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.16

ἁρμόζει δὲ καὶ ἄλλως τῇ τῶν ὑπομνημάτων ὑποτυπώσει τὸ γλαφυρὸν τῆς θεωρίας. αὐτίκα καὶ ἡ τῆς χρηστομαθίας περιουσία οἷον ἥδυσμά τί ἐστιν παραπεπλεγμένον ἀθλητοῦ βρώματι, οὐ τρυφητιῶντος, ὄρεξιν δὲ ἀγαθὴν φιλοτιμίᾳ λαμβάνοντος. ψάλλοντες γοῦν τὸ ὑπέρτονον τῆς σεμνότητος ἐμμελῶς ἀνίεμεν. καθάπερ δὲ οἱ βουλόμενοι δήμῳ προσομιλῆσαι διὰ κήρυκος τοῦτο πολλάκις ποιοῦσιν ὡς μᾶλλον ἐξάκουστα γενέσθαι τὰ λεγόμενα, οὕτω κἀνταῦθα (πρὸς πολλοὺς γὰρ ἡμῖν ὁ λόγος ὁ πρὸ αὐτῆς τῆς παραδόσεως λεγόμενος) τὰς συνήθεις παραθετέον δόξας τε καὶ φωνὰς τὰς ἐμβοώσας παρ’ ἕκαστα αὐτοῖς δι’ ὧν μᾶλλον οἱ ἀκούοντες ἐπιστραφήσονται. καὶ δὴ συνελόντι φάναι1 (ἐν πολλοῖς γὰρ τοῖς μαργαρίταις τοῖς μικροῖς ὁ εἷς, ἐν δὲ πολλῇ τῇ τῶν ἰχθύων ἄγρᾳ ὁ κάλλιχθυς) χρόνῳ τε καὶ πόνῳ τἀληθὲς ἐκλάμψει ἀγαθοῦ παρατυχόντος βοηθοῦ· δι’ ἀνθρώπων γὰρ θεόθεν αἱ πλεῖσται εὐεργεσίαι χορηγοῦνται.

此外,考察的雅致从另一角度而言亦适宜于备忘录的构想。例如,博学的丰富就如同调味品,调入并非耽于享乐、而是出于奋勉获取良好食欲的运动员之食物中。无论如何,我们在唱诗时,便以合乎旋律的方式舒缓庄重所带来的过度紧绷。又正如那些意欲向民众讲话的人常常通过传令官来做这事,以便使所说之话听得更真切,在此处亦是如此(因为我们在传述本身之前发表的论述是面向大众的),必须罗列出每每向他们呼喊的习见观念和话辞,借着这些,听者将更加专注倾听。简而言之(因为正如在众多小珍珠中方有那一颗珍宝,在捕捞的大量鱼获中方有那一尾佳鱼),若有一位良善的助手在场,真理终将在时间和劳作中显露光彩;因为来自神的大多数恩惠正是借由人来施予的。

§1.1.17

πάντες μὲν οὖν ὅσοι ταῖς ὄψεσι κεχρήμεθα, θεωροῦμεν τὰ προσπίπτοντα αὐταῖς, ἄλλοι δὲ ἄλλων ἕνεκα. αὐτίκα οὐχ ὁμοίως θεωρεῖ τὸ πρόβατον ὁ μάγειρός τε καὶ ὁ ποιμήν· ὃ μὲν γὰρ εἰ πῖόν ἐστι πολυπραγμονεῖ, ὃ δὲ εἰς εὐγονίαν τηρεῖ. τὸ γάλα τοῦ προβάτου ὃ μέν τις ἀμελξάτω, εἰ χρῄζει τροφῆς, τὸν μαλλὸν κειράτω. εἰ σκέπης δεῖται. ὧδέ μοι καὶ τῆς Ἑλληνικῆς χρηστομαθίας ὁ καρπὸς προχωρείτω. οὐκ οἶμαι γάρ τινα οὕτως εὐτυχῆ γραφὴν ἡγεῖσθαι ᾗ μηδεὶς ἀντερεῖ,2 ἀλλ’ ἐκείνην εὔλογον νομιστέον ᾗ μηδεὶς εὐλόγως ἀντερεῖ. καὶ πρᾶξιν ἄρα καὶ αἵρεσιν ἀποδεκτέον οὐ τὴν ἀμεμφῆ, ἀλλ’ ἥν οὐδεὶς εὐλόγως καταμέμψεται. οὐκ εὐθὺς δ’ εἴ τις μὴ προηγουμένως ἐπιτελεῖ, κατὰ περίστασιν αὐτὸ ποιεῖ,3 ἀλλὰ οἰκονομούμενός τι θεοσόφως καὶ συμπεριφερόμενος ἐνεργήσει. οὔτε γὰρ ὁ ἔχων τὴν ἀρετὴν χρῄζει τῆς ἐπὶ τὴν ἀρετὴν ἔτι ὁδοῦ οὔθ’ ὁ ἐρρωμένος ἀναλήψεως. καθάπερ δ’ οἱ γεωργοὶ προαρδεύσαντες τὴν γῆν, οὕτω δὴ καὶ ἡμεῖς τῷ ποτίμῳ τῶν παρ’ Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι.

因此,我们所有运用视觉的人虽都注视呈现在眼前之物,却各自为了不同的目的。例如,厨师与牧羊人看待羊的方式并不相同:前者打探它是否肥美,后者则留心其繁殖能力。至于羊奶,若有人需要食物,尽管去挤;若需要遮蔽,尽管去剪其羊毛。希腊博学的果实于我也当如此展开。因为我想没有人会认为有哪部作品如此幸运以至于无人反驳,而是应当将无人能合乎情理地予以反驳的著作视为合理的。因此,我们应当接纳的行动与抉择,并非无可指摘者,而是无人能合乎情理地加以指摘者。一个人若非首要地践行某事,并不立刻意味着他是权宜顺应环境而为之,而是以属神的智慧周全筹划、随宜变通而行事。因为拥有美德者不再需要通往美德的道路,强健者亦不需要康复之法。正如农夫预先灌溉土地,我们亦同样用希腊人论说中的甘泉预先灌溉他们属地的本性,好叫其接纳播下的属灵种子,并能轻易地培育它成长。

§1.1.18

Περιέξουσι δὲ οἱ Στρωματεῖς ἀναμεμιγμένην τὴν ἀλήθειαν τοῖς φιλοσοφίας δόγμασι, μᾶλλον δὲ ἐγκεκαλυμμένην καὶ ἐπικεκρυμμένην, καθάπερ τῷ λεπύρῳ τὸ ἐδώδιμον τοῦ καρύου· ἁρμόζει γάρ, οἶμαι, τῆς ἀληθείας τὰ σπέρματα μόνοις φυλάσσεσθαι τοῖς τῆς πίστεως γεωργοῖς. οὐ λέληθεν δέ με καὶ τὰ θρυλούμενα πρός τινων ἀμαθῶς ψοφοδεῶν χρῆναι λεγόντων4 περὶ τὰ ἀναγκαιότατα καὶ συνέχοντα τὴν πίστιν καταγίνεσθαι, τὰ δὲ ἔξωθεν καὶ περιττὰ ὑπερβαίνειν μάτην ἡμᾶς τρίβοντα καὶ κατέχοντα περὶ τοῖς οὐδὲν συμβαλλομένοις πρὸς τὸ τέλος. οἳ δὲ καὶ πρὸς κακοῦ οὖσαν τὴν φιλοσοφίαν εἰσδεδυκέναι τὸν βίον νομίζουσιν ἐπὶ λύμῃ τῶν ἀνθρώπων πρός τινος εὑρετοῦ πονηροῦ. ἐγὼ δὲ ὅτι μὲν ἡ κακία κακὴν φύσιν ἔχει καὶ οὔποτ’ ἂν καλοῦ τινος ὑποσταίη γεωργὸς γενέσθαι, παρ’ ὅλους ἐνδείξομαι τοὺς Στρωματεῖς, αἰνισσόμενος ἁμῇ γέ πῃ θείας ἔργον προνοίας καὶ φιλοσοφίαν.

而《杂记》将包含与哲学信条相掺杂的真理,或者更确切地说,被包覆与遮蔽的真理,如同坚果的可食部分为外壳所包裹那般;因为我认为,真理的种子理当唯独为信仰的农夫而保留。我也并未忽略某些人因无知而听风即惊的流言蜚语,他们说应当专注于那些最必要且维系信仰的事物,而跨过外部与多余之事,因这些事在无益于终极目标的事物上徒然消磨并缠累我们。他们中甚至有人认为哲学潜入生活是出于恶事,是由某个邪恶的发明者为了败坏人类而引入的。然而我将在整部《杂记》中表明,邪恶具有恶的本性,绝不可能承担起耕育任何美善之事的农夫之责,以此在某种程度上暗示,哲学亦是神圣护理的作为。

语法注4 条
  1. 1.1.16συνελόντι φάναι

    由表示判断者的关涉与格(与格主体)συνελόντι 与绝对不定式 φάναι 构成的习语,意为“简而言之”或“概括而言”。

  2. 1.1.17ᾗ μηδεὶς ἀντερεῖ, ἀλλ’ ἐκείνην εὔλογον νομιστέον ᾗ μηδεὶς εὐλόγως ἀντερεῖ

    两处 ᾗ 均为由动词 ἀντερεῖ 支配的与格关系代词,先行词为 γραφή(在后一分句中由代词 ἐκείνην 承接)。带有否定词 μηδεὶς 的将来时直陈式表达了一种特征性或结果性的语意(“无人会……”)。

  3. 1.1.17οὐκ εὐθὺς δ’ εἴ τις μὴ προηγουμένως ἐπιτελεῖ, κατὰ περίστασιν αὐτὸ ποιεῖ

    短语 οὐκ εὐθύς(“并不随即意味着……”)否定了从条件从句到结论的推论:即便某人不是首要地(作为根本目的)行某事,也并不立刻意味着他是出于境遇或偶然的权宜(κατὰ περίστασιν)而行之。

  4. 1.1.18χρῆναι λεγόντων

    属格分词 λεγόντων 与介词 πρός 的宾语 τινων 一致。它引出由无人称不定式 χρῆναι 主导的间接引语,其后并列连接了补充不定式 καταγίνεσθαι 与 ὑπερβαίνειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.1.16-1.1.18