← 亚历山太的革利免

杂记

§1.19.91-1.19.93

保罗的亚略巴古讲道与真哲学的探求

作者借助保罗在亚略巴古的布道及其对诗人的引用,指出希腊思想中也反映了真理的片断,并引述柏拉图的若干对话,论证真正的哲学既非技术工艺亦非广博杂学,而是灵魂对善与真理本身的追求与观照。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19.91

Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τινα δογματίζειν καὶ Ἕλληνες, ἔξεστι κἀντεῦθεν σκοπεῖν. ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀναγράφεται λέγων πρὸς τοὺς Ἀρεοπαγίτας· δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. διερχόμενος γὰρ καὶ ἱστορῶν τὰ σεβάσματα ὑμῶν εὗρον βωμὸν ἐν ᾧ ἀνεγέγραπτο· ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς δοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς πᾶν γένος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸ θεῖον, εἰ ἄρα ψηλαφήσειαν ἢ εὕροιεν,1 καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντος·2 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν· τοῦ γὰρ καὶ γένος ἐσμέν. ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρ’ Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμᾶσθαι μὲν κατὰ περίφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατ’ ἐπίγνωσιν δὲ δεῖν δἰ υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν.

因此,希腊人也被证实主张某些真实的教义,这一点也可以从以下的事实中看出来。在《使徒行传》中记载,保罗对亚略巴古的人说道: “我看你们十分敬畏神明。因为我四处游历、观察你们所敬奉的对象时,发现了一座坛,上面写着: ‘致未识之神。’ 你们所不认识而敬拜的这位,我现在宣告给你们。那创造宇宙和其中万物的神,既是天地的主,就不住人手所造的殿,也不用人手服事,好像缺少什么,因为祂自己将生命、气息和万物赐给万人。祂从一人造出万族的人,住在全地面上,并且预先定准了时令和他们居所的界限,要让他们寻求神,或者可以揣摩而寻得祂;其实祂离我们各人并不远。‘因为我们生活、动作、存留都在乎祂’,正如你们的诗人中也有人说过:‘原来我们也是祂的后裔。’” 由此显明,即使借助源自阿拉托斯《物象》的诗歌范例,他也赞同希腊人中说得精当的话,并且通过‘未识之神’暗示,希腊人固然用委婉迂回的方式尊崇创造主上帝,但必须通过圣子以真切的认知来领受和学习祂。

§1.19.92

ἀπέστειλα οὖν διὰ τοῦτό σε εἰς τὰ ἔθνη, ἀνοῖξαι, φησίν, ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. οὗτοι οὖν οἱ ἀνοιγόμενοι τυφλῶν ὀφθαλμοὶ ἡ δἰ υἱοῦ ἐπίγνωσίς ἐστι τοῦ πατρός, ἡ τῆς περιφράσεως τῆς Ἑλληνικῆς κατάληψις, τό τε ἀπὸ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπιστρέψαι τὸ ἀπὸ τῆς ἁμαρτίας ἐστὶ μεταβάλλεσθαι, δἰ ἣν ἡ δουλεία ἐγεγόνει. οὐ μὴν ἁπλῶς πᾶσαν φιλοσοφίαν ἀποδεχόμεθα, ἀλλ’ ἐκείνην περὶ ἧς καὶ ὁ παρὰ Πλάτωνι λέγει Σωκράτης· εἰσὶ γὰρ δή, ὥς φασι οἱ περὶ τὰς τελετάς, ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι, πολλοὺς μὲν τοὺς κλητούς, ὀλίγους δὲ τοὺς ἐκλεκτοὺς αἰνιττόμενος. ἐπιφέρει γοῦν σαφῶς· οὗτοι δέ εἰσι κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι ἢ οἱ πεφιλοσοφηκότες ὀρθῶς. ὧν δὴ κἀγὼ κατά γε τὸ δυνατὸν οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ, ἀλλὰ παντὶ τρόπῳ προὐθυμήθην γενέσθαι. εἰ δὲ ὀρθῶς προὐθυμήθην καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς εἰσόμεθα, ἐὰν θεὸς θέλῃ, ὀλίγον ὕστερον.

主说道:“因此我差遣你到外邦人那里去,是要叫他们的眼睛得开,从黑暗中转向光明,从撒旦的权下转向神;又因信我,得蒙赦罪,和一切成圣的人同得基业。” 因此,这“瞎子被开启的眼睛”,就是藉着圣子对天父的真切认知,也就是对希腊人迂回表达的真正领会;而“从撒旦的权下转向”,就是从导致奴役的罪中转变过来。然而,我们绝非无差别地接纳一切哲学,而是接纳柏拉图笔下的苏格拉底所论述的那种哲学: “正如那些深通秘仪的人所言:持杖者固多,然而通灵者甚少”,以此暗示蒙召的人多,选上的人少。无论如何,他明确地接着说: “依我之见,这些人不是别人,正是那些正确进行哲学思考的人。为了成为他们中的一员,我一生中尽己所能未曾遗漏任何努力,而是用尽一切方法热切追求。至于我追求得是否得当,我们是否有所成效,若神愿意,等我们到了那边之后不久便会明晓确切的事实。”

§1.19.93

ἆρ’ οὐ δοκεῖ σοι ἐκ τῶν Ἑβραϊκῶν γραφῶν τὴν μετὰ θάνατον ἐλπίδα τοῦ δικαίου σαφηνίζειν; κἀν τῷ Δημοδόκῳ, εἰ δὴ τοῦ Πλάτωνος τὸ σύγγραμμα, μὴ οὐκ ᾖ τοῦτο φιλοσοφεῖν3 λέγει, περὶ τὰς τέχνας κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλὰ ἄλλο τι, ἐπεὶ ἔγωγε ᾤμην καὶ ὄνειδος εἶναι. ᾔδει γὰρ, οἶμαι, ὡς ἄρα πολυμαθίη νόον ἔχειν οὐ διδάσκει καθ’ Ἡράκλειτον. ἔν τε τῷ πέμπτῳ τῆς Πολιτείας τούτους οὖν πάντας φησὶ καὶ ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν; οὐδαμῶς, εἶπον, ἀλλ’ ὁμοίους μὲν φιλοσόφοις. τοὺς δ’ ἀληθινούς, ἔφη, τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δ’ ἐγώ, φιλοθεάμονας. οὐ γὰρ ἐν γεωμετρίᾳ αἰτήματα καὶ ὑποθέσεις ἐχούσῃ φιλοσοφία, οὐδ’ ἐν μουσικῇ, στοχαστικῇ γε οὔσῃ, οὐδ’ ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλ’ αὐτοῦ τἀγαθοῦ δὴ ἐπιστήμη καὶ τῆς ἀληθείας, ἐκείνων ἑτέρων μὲν ὄντων τἀγαθοῦ, ὁδῶν δὲ ἐπὶ τἀγαθόν. ὥστ’ οὐδ’ αὐτὸς τὴν ἐγκύκλιον παιδείαν συντελεῖν πρὸς τἀγαθὸν δίδωσι,4 συνεργεῖν δὲ πρὸς τὸ διεγείρειν καὶ συγγυμνάζειν πρὸς τὰ νοητὰ τὴν ψυχήν.

难道你不觉得他是根据希伯来人的经书阐明了义人死后的盼望吗?又在《德谟多科斯》中——如果该书果真出自柏拉图之手——他说道: “这岂不并非是在进行哲学思考—— 俯身于实用技艺之中生活,也不是拥有广博的见识,而是另一回事吗?因为我至少曾经认为那甚至是一种耻辱。” 因为我想他知道,按照赫拉克利特的说法,多学并不能教会人有智慧。在《理想国》第五卷中他也说道: “‘那么,我们要把所有这些人,以及其他学习此类事物的人和从事微末技艺的人,都归为哲学家吗?’我说:‘绝不能,但他们类似于哲学家。’他问道:‘那你所说的真正哲学家是谁呢?’我答道:‘是那些热爱真理之观照的人。’” 因为哲学既不在具有公理与假设的几何学中,也不在带有推测性的音乐中,也不在塞满了关于自然、流动和盖然性论述的天文学中,而是在于对善本身和真理的知识;那些学科虽然有别于善本身,却是通向善本身的道路。因此,他自己也不认为普通通识教育能直接达成善,而只是承认它有助于唤醒灵魂并共同训练其朝向可知世界。

语法注4 条
  1. 1.19.91εἰ ἄρα ψηλαφήσειαν ἢ εὕροιεν

    引用自《使徒行传》17:27。εἰ ἄρα 后接希求法(ψηλαφήσειαν, εὕροιεν),依附于表示目的的不定词 ζητεῖν τὸ θεῖον,表达尝试性或不确定的期待(“或者可以揣摩而寻得祂”)。

  2. 1.19.91καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντος

    带有连词 καίτοι(“虽然”)的属格绝对结构。分词 ὑπάρχοντος 的逻辑主语是前文的 τὸ θεῖον(“神明/神”),构成让步关系,表明虽然神离人不远,人却仍在摸索寻找。

  3. 1.19.93μὴ οὐκ ᾖ τοῦτο φιλοσοφεῖν

    引用自(传)柏拉图的《德谟多科斯》。μὴ οὐ 接虚拟语气(ᾖ)是表示审慎断定或委婉怀疑的习惯句型(“这岂不并非……吗?”),委婉地提出埋头于工艺技术与博学并非真正的哲学思考。

  4. 1.19.93ὥστ’ οὐδ’ αὐτὸς τὴν ἐγκύκλιον παιδείαν συντελεῖν πρὸς τἀγαθὸν δίδωσι

    结果连词 ὥστε 引导主谓语 δίδωσι(承认、准许),其后接“宾格+不定词”(τὴν ἐγκύκλιον παιδείαν συντελεῖν...)结构。这里的 δίδωσι 并非字面上的“给予”,而是“承认、容许”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.19.91-1.19.93