- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.18.88-1.18.90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节引用使徒保罗的话,阐明犹太人与希腊人对十字架教义的不信,论证信仰与不信的责任在于人的自由抉择而非神,并劝诫自命聪明者当依真理进行道德革新。
καὶ τούτων, φησίν, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ἐπιφέρει γοῦν ὁ ἀπόστολος· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; πρὸς ἀντιδιαστολὴν τῶν γραμματέων τοὺς τοῦ αἰῶνος τούτου ζητητάς, τἀς, τοὺς ἐξ ἐθνῶν φιλοσόφους τάξας. οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου; ἐπ’ ἴσης τῷ μωρὰν ἔδειξε καὶ οὐκ ἀληθῆ. ὡς ᾤοντο. κἂν πύθῃ τὴν αἰτίαν τῆς δοξοσοφίας αὐτῶν, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν ἐρεῖ. ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ. τουτέστι διὰ τῶν προφητῶν κατηγγελμένῃ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας, τῆς διὰ τῶν προφητῶν λαλούσης, αὐτόν, δηλονότι τὸν θεόν, εὐδόκησεν οὗτος ὁ θεὸς διὰ τοῦ κηρύγματος τῆς μωρίας, τῆς δοκούσης Ἕλλησιν εἶναι μωρίας, σῶσαι τοὺς πιστεύοντας· ἐπειδὴ Ἰουδαῖοι, φησί, σημεῖα αἰτοῦσι πρὸς πίστιν, Ἕλληνες δὲ σοφίαν ζητοῦσι, τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον διὰ τὸ εἰδότας τὴν προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, Ἕλλησι δὲ μωρίαν· μυθῶδες γὰρ ἡγοῦνται οἱ δοκησίσοφοι διά τε ἀνθρώπου υἱὸν θεοῦ λαλεῖν υἱόν τε ἔχειν τὸν θεὸν καὶ δὴ καὶ πεπονθέναι τοῦτον· ὅθεν αὐτοὺς ἡ πρόληψις τῆς οἰήσεως ἀναπείθει ἀπιστεῖν· ἡ γὰρ παρουσία τοῦ σωτῆρος οὐ μωροὺς ἐποίησεν καὶ σκληροκαρδίους καὶ ἀπίστους, ἀλλὰ συνετοὺς καὶ εὐπειθεῖς καὶ πρὸς ἔτι πιστούς. ἐδείχθησαν δὲ ἐκ τῆς τῶν ὑπακουσάντων ἑκουσίου προσκλίσεως χωρισθέντες οἱ μὴ ἐθελήσαντες πείθεσθαι ἀσύνετοί τε καὶ ἄπιστοι καὶ μωροί·1 αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία.
关于这些人,祂说道:“我要毁灭智慧人的智慧,废弃聪明人的聪明。” 因此,使徒接着说: “智慧人在哪里?文士在哪里?这世代的辩士在哪里?” 将“这世代的辩士”,即外邦人的哲学家,用来与文士相对照。 “神岂不是使这世上的智慧变成愚拙了吗?” 这等同于“祂表明它是愚拙的,并不像他们所设想的那样真实”。假若你探究他们自以为聪明的缘由,他会说: “因着他们心里的刚硬。” “因为在神的智慧中”,即在藉着先知们所宣讲的智慧中,“世人凭着智慧”,即凭着藉先知们说话的智慧,“既然不认识祂”,显然是指不认识神,“这位神就乐意藉着传道之事的愚拙”——即在希腊人看来是愚拙的事——“拯救那些信的人。因为犹太人”,他说道,为求信仰而“求神迹, 希腊人求智慧”,显然是指所谓必然性的论证和其他三段论,“我们却是传钉十字架的耶稣基督,在犹太人为绊脚石”——因为他们虽通晓预言,却不信其结局—— “在希腊人为愚拙。” 因为那些自命聪明的人认为,神之子藉着一个人说话、神拥有儿子、甚至这儿子遭受苦难,都是神话般的事;因此他们自命不凡的先入之见诱使他们不信。因为救主的降临并没有使人变得愚拙、刚硬和不信,反而使人变得明达、顺从,并且更为坚信。那些不愿顺从的人,因与顺从者自愿的归向分道扬镳,被显出是愚昧、不信和愚拙的。 “但在那蒙召的,无论是犹太人还是希腊人,基督总为神的能力,神的智慧。”
μή τι οὖν, ὅπερ καὶ ἄμεινον, ἀποφατικὸν ἡγητέον τὸ οὐχὶ ἐμώρανεν2 ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου ἐπ’ ἴσης τῷ οὐκ ἐμώρανεν, ἵνα μὴ ἡ αἰτία τῆς σκληροκαρδίας αὐτοῖς παρὰ τοῦ θεοῦ φαίνηται γενομένη. τοῦ μωράναντος τὴν σοφίαν· ἔμπαλιν γὰρ καίτοι σοφοὶ ὄντες ἐν μείζονι αἰτίᾳ γεγόνασι μὴ πιστεύσαντες τῷ κηρύγματι· ἑκούσιος γὰρ ἥ τε αἵρεσις ἥ τε τῆς ἀληθείας ἐκτροπή. ἀλλὰ καὶ τῷ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν τῇ τῆς καταφρονουμένης καὶ ὑπερορωμένης βαρβάρου φιλοσοφίας ἀντιπαραθέσει καταλάμψαι φησίν, ὡς καὶ ὁ λύχνος ὑπὸ τοῦ ἡλίου καταλαμπόμενος ἀπολωλέναι λέγεται τῷ μὴ τὴν ἴσην ἐκτελεῖν ἐνέργειαν.3 πάντων τοίνυν ἀνθρώπων κεκλημένων οἱ ὑπακοῦσαι βουληθέντες κλητοὶ ὠνομάσθησαν. οὐ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ. αὐτίκα ἐξ ἑκατέρου γένους οἱ πιστεύσαντες, οὗτοι λαὸς περιούσιος. κὰν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕροις ἂν κατὰ λέξιν· οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, οἱ δὲ μὴ θελήσαντες πείθεσθαι ἑαυτοὺς ἀπέστησαν δηλαδή.
因此,难道我们不该——这也是更好的理解——将“神岂不是使这世上的智慧变成愚拙了吗”看作否定性的表述,等同于“祂未曾使其愚拙”吗?免得他们心里刚硬的原因看似出自那使智慧变愚拙的神。恰恰相反,他们虽有智慧,却因不信福音宣告而负有更大的罪责;因为抉择与背离真理都是自愿的。而且对于“我要毁灭智慧人的智慧”这一说法,他是指通过与受蔑视、被看轻的蛮族哲学的对照而使其相形见绌,犹如被太阳照耀的明灯因不能发挥同样功效而被说成是毁灭了一般。因此,在所有人都蒙召的情况下,那些愿意顺从的人被称为“蒙召者”;因为“在神并没有不义”。于是两族中信从的人,便成了“特选的子民”。在《使徒行传》中你也可以逐字读到: “于是领受他话的人就受了洗”;而那些不愿顺从的人,显然是自己远离了。
πρὸς τούτους ἡ προφητεία λέγει· κἂν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐφ’ ἡμῖν κείμενα διελέγχουσα καὶ τὴν αἵρεσιν καὶ τὴν ἐκτροπήν· θεοῦ δὲ σοφίαν εἴρηκεν ὁ ἀπόστολος τὴν κατὰ τὸν κύριον διδασκαλίαν, ἵνα δείξῃ τὴν ἀληθῆ φιλοσοφίαν δἰ υἱοῦ παραδιδομένην. ἀλλὰ γὰρ καὶ ὁ δοκησίσοφος παραινέσεις ἔχει τινὰς τὰς παρὰ τῷ ἀποστόλῳ κελευούσας ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν· μὴ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν. ἐργάζεσθαι δέ ἐστι τὸ προσεκπονεῖν ζητοῦντα τὴν ἀλήθειαν, σὺν γὰρ τῇ λογικῇ εὐποιίᾳ, ἵνα ἔχητε μεταδοῦναι τῷ χρείαν ἔχοντι καὶ τῆς κοσμικῆς περιουσίας καὶ τῆς θείας σοφίας. βούλεται γὰρ ἐκδιδάσκεσθαι τὸν λόγον καὶ εἰς τὰς τραπέζας τὸ ἀργύριον βάλλεσθαι δεδοκιμασμένον ἀκριβῶς εἰς τὸ ἐκδανείζεσθαι. ὅθεν ἐπιφέρει· λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, σαπρὸς λόγος οὗτος ὁ ἐξ οἰήσεως, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. ἀγαθοῦ δ’ ἀνάγκη θεοῦ ἀγαθὸν εἶναι τὸν λόγον. πῶς δὲ οὐκ ἀγαθὸς ὁ σῴζων;
针对这些人,预言说道: “你们若愿意听从,就必吃地上的美物”,以此证明抉择与背离都取决于我们自己。 使徒将照着主而来的教训称为“神的智慧”,为要表明真正的哲学是通过儿子传授下来的。不仅如此,对于自命聪明的人,使徒也提出了一些训诫,命令他: “穿上照着神的形象造的、具有真理的公义和圣洁的新人。所以弃绝谎言,说实话;不可给魔鬼留地步。从前偷窃的,不要再偷,反要劳力,作善事。” 劳力就是一边寻求真理一边刻苦钻研,伴随着理性的善行,“好使你们能分给那有需要的人”,无论是世俗的财富还是神圣的智慧。因为他希望道被彻底教导,银钱经过严格检验后放在兑换银钱者的桌子上以便借贷。因此他补充道: “污秽的言语一句也不可出口”——这源于自负的言语就是污秽的—— “只要随事说造就人的好话,叫听见的人得益处。” 善的神的话语(道)必然是善的。那拯救人的又岂能不是善的呢?
- 1.18.88ἐδείχθησαν δὲ ἐκ τῆς τῶν ὑπακουσάντων ἑκουσίου προσκλίσεως χωρισθέντες οἱ μὴ ἐθελήσαντες πείθεσθαι ἀσύνετοί τε καὶ ἄπιστοι καὶ μωροί
句子的核心骨架为主语分词短语 οἱ μὴ ἐθελήσαντες πείθεσθαι(那些不愿顺从的人),主谓动词 ἐδείχθησαν(被显明为),以及末尾作主语补足语的形容词群 ἀσύνετοί τε καὶ ἄπιστοι καὶ μωροί(愚昧、不信和愚拙的)。分词 χωρισθέντες 修饰主语,表示“因与……分离/区别开来”。
- 1.18.89μή τι οὖν, ὅπερ καὶ ἄμεινον, ἀποφατικὸν ἡγητέον τὸ οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου ἐπ’ ἴσης τῷ οὐκ ἐμώρανεν
克莱门特建议将哥林多前书1:20中的反问句“神岂不是使这世上的智慧变成愚拙了吗?”(οὐχὶ ἐμώρανεν...)不作通常的反问理解,而是看作相当于“祂未曾使其愚拙”(οὐκ ἐμώρανεν)的纯否定命题(ἀποφατικόν)。他指出这种解读“甚至更好”,是为了避免使神看似成为世人心里刚硬或智慧变愚拙的原因。
- 1.18.89ἀπολωλέναι λέγεται τῷ μὴ τὴν ἴσην ἐκτελεῖν ἐνέργειαν
带定冠词的不定式短语 τῷ μὴ τὴν ἴσην ἐκτελεῖν ἐνέργειαν 作表示原因的与格(“因不能发挥同等功效”),解释了为何被日光压倒的明灯会被说成是“毁灭了”(ἀπολωλέναι)。
