← 亚历山太的革利免

杂记

§1.17.84-1.17.87

自由意志的责任与引恶向善的摄理

作者论述了罪责归于自由意志,神圣摄理将恶引向善的结局,并解释希腊哲学家因将希伯来先知的真理据为己有而被称为“贼”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17.84

ἀλλ’ ἀκουσίου τῆς κακίας οὔσης.1 ὅθεν ὁ μὲν κωλύσας αἴτιος, ὁ δὲ μὴ κωλύσας τὴν αἵρεσιν τῆς ψυχῆς κρίνει δικαίως, ἵν’ ὅτι μάλιστα ὁ θεὸς μένῃ ἡμῖν κακίας ἀναίτιος. ἐπεὶ δὲ τῶν ἁμαρτημάτων προαίρεσις καὶ ὁρμὴ κατάρχει, διημαρτημένη δὲ ὑπόληψις ἔσθ’ ὅτε κρατεῖ, ἧς. ἀγνοίας καὶ ἀμαθίας οὔσης, ὀλιγωροῦμεν ἀποστῆναι, εἰκότως ἂν κολάσειε2 (καὶ γὰρ τὸ πυρέττειν ἀκούσιον· ἀλλ’ ὅταν δι’ ἑαυτόν τις καὶ δι’ ἀκρασίαν πυρέττῃ, αἰτιώμεθα τοῦτον) καὶ τῆς κακίας ἀκουσίου οὔσης· οὐ γὰρ αἱρεῖταί τις κακὸν ᾗ κακόν, τῇ δὲ περὶ αὐτὸ ἡδονῇ συναπαγόμενος, ἀγαθὸν ὑπολαβών, ληπτὸν ἡγεῖται. ὧν οὕτως ἐχόντων τὸ ἀπαλλάττεσθαι τῆς τε ἀγνοίας τῆς τε αἱρέσεως τῆς φαύλης καὶ ἐπιτερποῦς καὶ πρὸ τούτων τὸ μὴ συγκατατίθεσθαι ταῖς ἀπατηλαῖς ἐκείναις φαντασίαις ἀπόκειται ἐφ’ ἡμῖν. λῃστὴς δὲ καὶ κλέπτης ὁ διάβολος λέγεται ψευδοπροφήτας ἐγκαταμίξας τοῖς προφήταις, καθάπερ τῷ πυρῷ τὰ ζιζάνια. πάντες οὖν οἱ πρὸ κυρίου κλέπται καὶ λῃσταί, οὐχ ἁπλῶς πάντες ἄνθρωποι, πάντες δὲ οἱ ψευδοπροφῆται καὶ πάντες οἱ μὴ κυρίως ὑπ’ αὐτοῦ ἀποσταλέντες.

更确切地说,倘若恶是非自愿的,[奖惩便不是公正的]。因此,阻止者是原因,而不阻止者则公正地审判灵魂的抉择,其目的首要在使神对我们而言不负恶的罪责。然而,既然自由抉择和冲动是罪恶的开端,而错谬的见解时常得势——尽管这是无知与未受教导,我们却怠于离弃它——那么,即使恶是非自愿的,祂正当地予以惩罚(因为发热固然也是非自愿的,但每当有人因自己和因放纵而发热时,我们便责备此人)也是理所当然的;因为没有人会把恶当作恶来挑选,而是被伴随它的快乐所裹挟,误以为是善,便视为当领受之物。既然情况如此,摆脱无知与恶劣且诱人的抉择,并且在此之前,不同意那些欺骗性的表象,乃是取决于我们自己的。而魔鬼被称为强盗与盗贼,乃是因为他把假先知掺入先知之中,正如把稗子掺入麦子一样。 因此,“凡在主之前来的都是贼,是强盗”,并非泛指全人类,而是指所有的假先知,以及凡非由祂合法差遣的人。

§1.17.85

Εἶχον δὲ καὶ οἱ ψευδοπροφῆται τὸ κλέμμα, τὸ ὄνομα τὸ προφητικόν, προφῆται ὄντες, ἀλλὰ τοῦ ψεύστου. λέγει γὰρ ὁ κύριος· ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. ἐν δὲ τοῖς ψεύδεσι καὶ ἀληθῆ τινα ἔλεγον οἱ ψευδοπροφῆται, καὶ τῷ ὄντι οὗτοι ἐν ἐκστάσει προεφήτευον ὡς ἂν ἀποστάτου διάκονοι. λέγει δὲ καὶ ὁ ποιμήν, ὁ ἄγγελος τῆς μετανοίας τῷ Ἑρμᾷ περὶ τοῦ ψευδοπροφήτου· τινὰ γὰρ ῥήματα ἀληθῆ λαλεῖ· ὁ γὰρ διάβολος αὐτὸν πληροῖ τῷ ἑαυτοῦ πνεύματι, εἴ τινα δυνήσεται ῥῆξαι τῶν δικαίων. πάντα μὲν οὖν οἰκονομεῖται ἄνωθεν εἰς καλόν, ἵνα γνωρισθῇ διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, κατὰ πρόγνωσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ. τῷ θεῷ δὲ οὐδὲν ἀντίκειται οὐδὲ ἐναντιοῦταί τι αὐτῷ, κυρίῳ καὶ παντοκράτορι ὄντι.

假先知们也拥有赃物,即先知的名称,他们虽是先知,却是那说谎者的先知。因为主说道: “你们是出于你们的父魔鬼,你们偏要行你们父的私欲。他从起初是杀人的,不站在真理中,因为他心里没有真理。他说谎是出于自己的本性,因他本来是说谎的,也是说谎之人的父。” 但在谎言之中,假先知们也说过某些真实之事,事实上他们是在迷狂状态中说预言,宛如背教者的仆役。而那作悔改使者的“牧者”,也对赫马谈及假先知说: “因为他讲说某些真实的言辞;因为魔鬼用自己的灵充满他,看是否能击垮义人中的某一位。” 因此,万事从上头被统理而归于美善,“为要藉着教会使神百般的智慧得以显明,这是照着祂在基督里所立的万世先知。” 对于身为至高主与全能者的神,没有任何事物能与之作对,也没有任何事物能与之对抗。

§1.17.86

ἀλλὰ καὶ αἱ τῶν ἀποστατησάντων βουλαί τε καὶ ἐνέργειαι, μερικαὶ οὖσαι, γίνονται μὲν ἐκ φαύλης διαθέσεως, καθάπερ καὶ αἱ νόσοι αἱ σωματικαί· κυβερνῶνται δὲ ὑπὸ τῆς καθόλου προνοίας ἐπὶ τέλος ὑγιεινόν, κἂν νοσοποιὸς ᾖ ἡ αἰτία. μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἑκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα βλαβερὰν αὐτὴν γενέσθαι· τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι καθάπερ καὶ τῷ ἐκ πειρασμοῦ μαρτυρίῳ.

不仅如此,那些背教者的谋划与作为,由于是局部的,固然源于恶劣的心性,正如肉体的疾病一般;然而它们却被全般的摄理引导向一个健康的结局,即便其起因是致病的。神圣摄理的最伟大之处,正在于不让因自愿背教而滋生的恶维持其无用与无益,也绝不让它在各方面都变成纯粹的伤害;因为神的智慧、美德与权能的功用,不仅在于行善(因为这可以说是神的本性,犹如火之发热、光之照明),尤在于通过某些人所图谋的恶来实现某种美好而有益的结局,并将看似恶劣之事导向有益的功用,正如通过迫害所促成的殉道一样。

§1.17.87

ἔστιν οὖν κἀν φιλοσοφίᾳ, τῇ κλαπείσῃ καθάπερ ὑπὸ Προμηθέως, πῦρ ὀλίγον εἰς φῶς ἐπιτήδειον χρησίμως ζωπυρούμενον, ἴχνος τι σοφίας καὶ κίνησις περὶ θεοῦ. ταύτῃ δ’ ἂν εἶεν κλέπται καὶ λῃσταὶ οἱ παρ’ Ἕλλησι φιλόσοφοι,3 πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατ’ ἐπίγνωσιν λαβόντες, ἀλλ’ ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ ἐξευρόντες· ἴσως γὰρ καὶ πνεῦμα αἰσθήσεως ἐσχήκασιν. ὡμολόγησε δὲ καὶ Ἀριστοτέλης τῇ γραφῇ, κλεπτικὴν σοφίας τὴν σοφιστικὴν εἰπών, ὡς προεμηνύσαμεν. ὁ δὲ ἀπόστολος ἃ καὶ λαλοῦμεν λέγει οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος. ἐπὶ μὲν γὰρ τῶν προφητῶν πάντες φησὶν ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν, δηλονότι τοῦ Χριστοῦ. ὥστε οὐ κλέπται οἱ προφῆται. καὶ ἡ διδαχὴ ἡ ἐμὴ οὐκ ἔστιν ἐμὴ ὁ κύριος λέγει, ἀλλὰ τοῦ πέμψαντός με πατρός. ἐπὶ δὲ τῶν κλεπτόντων ὁ δὲ ἀφ’ ἑαυτοῦ φησὶ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. τοιοῦτοι δὲ οἱ Ἕλληνες φίλαυτοι καὶ ἀλαζόνες. σοφοὺς δὲ αὐτοὺς λέγουσα ἡ γραφὴ οὐ τοὺς ὄντως σοφοὺς διαβάλλει, ἀλλὰ τοὺς δοκησισόφους.

因此,即使在哲学之中——它宛如被普罗米修斯盗取一般——也有一点适于照明的微火,被有益地重新点燃,是关于智慧的某种痕迹与关于神的运动。在这一意义上,希腊的哲学家们便可以说是“贼和强盗”,因为他们在主降临之前,从希伯来先知那里领受了真理的部分内容,却并非出于完全的认知,而是将其据为己有的教义,有的加以伪造篡改,有的出于好奇而盲目弄巧,有的也确实出于自己探究所得;因为他们或许也曾拥有“领悟之灵”。亚里士多德也赞同圣经,正如我们先前指出的,称诡辩术为对智慧的盗窃。而使徒说道: “并且我们讲说这些事, 不是用人的智慧所教导的言语,乃是用圣灵所教导的言语。” 因为关于先知们,他说: “从祂的丰盛里,我们都领受了”,显然是指基督。因此先知们不是贼。而且主说道: “我的教训不是我自己的, 乃是那差我来之父的。” 而关于那些盗窃者,祂说道: “那凭着自己说话的,是寻求自己的荣耀。” 希腊人正是这样的人,他们自私自爱且狂妄自大。圣经称他们为有智慧的人,并非毁谤那些真正有智慧的人,而是指斥那些自以为聪明的人。

语法注3 条
  1. 1.17.84ἀλλ’ ἀκουσίου τῆς κακίας οὔσης.

    独立属格结构,承接前一语段末尾的否定条件句(“若灵魂不拥有进取与止步的自主权,[则奖惩非公]”)。它表达了该假设的后果:“更确切地说,倘若恶是非自愿的[奖惩便不是正当的]”。句首的 ἀλλά 起到引出换一种方式重述该假设的作用。

  2. 1.17.84εἰκότως ἂν κολάσειε

    带有 ἄν 的潜势希求法。从上下文来看,省略的主语是“神(ὁ θεός)”。承接由 ἐπεὶ δὲ... 引出的原因从句及括号中由放纵致病的类比,构成主句谓语:“祂[神]理所当然会予以惩罚”。

  3. 1.17.87ταύτῃ δ’ ἂν εἶεν κλέπται καὶ λῃσταὶ οἱ παρ’ Ἕλλησι φιλόσοφοι

    ταύτῃ 为副词性用法(阴性与格单数),意为“在这一方面”或“由此”。希求法加上 ἄν(εἶεν ἄν)表达委婉的推论与断定。克莱门特在此限定了圣经中“贼和强盗”的适用范围,说明希腊哲学家仅是在从先知那里僭取了部分真理这一特定意义上才符合该称呼。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.17.84-1.17.87