← 亚历山太的革利免

杂记

§1.17.81-1.17.83

哲学的窃得与上帝未加阻止非恶因

克莱门特区分了先知与被盗窃的哲学,借此解释基督之前的人皆为盗贼的经文,并阐明上帝未加阻止并不构成恶的原因,进而从自由意志和原因的主动作为性来论证责任。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17.81

Ναί φασι γεγράφθαι· πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λῃσταί. πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως, ἐξακούονται καθολικώτερον. ἀλλ’ οἱ μὲν προφῆται, ἅτε ἀποσταλέντες καὶ ἐμπνευσθέντες ὑπὸ τοῦ κυρίου, οὐ κλέπται, ἀλλὰ διάκονοι. φησὶ γοῦν ἡ γραφή· ἀπέστειλεν ἡ σοφία τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα οἴνου. φιλοσοφία δὲ οὐκ ἀπεστάλη ὑπὸ κυρίου, ἀλλ’ ἦλθε, φησί, κλαπεῖσα ἢ παρὰ κλέπτου δοθεῖσα, εἴτ’ οὖν δύναμις ἢ ἄγγελος μαθών τι τῆς ἀληθείας καὶ μὴ καταμείνας ἐν αὐτῇ, ταῦτα ἐνέπνευσε καὶ κλέψας ἐδίδαξεν, οὐχὶ μὴ εἰδότος τοῦ κυρίου τοῦ καὶ τὰ τέλη τῶν ἐσομένων πρὸ καταβολῆς τοῦ κόσμου καὶ τοῦ ἕκαστον εἶναι ἐγνωκότος, ἀλλὰ μὴ κωλύσαντος·1 εἶχεν γάρ τινα ὠφέλειαν τότε ἡ εἰς ἀνθρώπους ἐρχομένη κλοπή, οὐ τοῦ ὑφελομένου τὸ συμφέρον σκοπουμένου, κατευθυνούσης δὲ εἰς τὸ συμφέρον τῆς προνοίας τὴν ἔκβασιν τοῦ τολμήματος.

是的,他们说经上记着: “凡在主降临之前来的,都是贼,是强盗。” 因此,所有具备理性者,即在道成肉身之前的人,当从更普遍的意义上来理解。然而众先知因是为主所差遣、受主默示的,故不是贼,而是仆役。圣经确实说道: “智慧差遣自己的仆人,高声宣告,召集人来赴调和了酒的杯宴。” 然而哲学并非由主差遣,他们说是偷来的,或是由贼所给予的;无论是一个权柄还是一位天使,他得知了真理的某些部分,却未能常守其中,便将这些吹入人心,盗取后传授开来;这并不是因为主不知晓,因主在创世之前以及每一事物存在之前,便连将要发生之事的结局也已知晓,乃是因为祂未加阻止。因为当时临到世人的这桩盗窃行为具有某种益处,这并非由于行窃者着眼于有益的事,而是神圣摄理将这一大胆妄为之举的结局引向了有益的方向。

§1.17.82

Οἶδα πολλοὺς ἀδιαλείπτως ἐπιφυομένους ἡμῖν καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας· φασὶ γὰρ αἴτιον εἶναι κλοπῆς τὸν μὴ φυλάξαντα ἢ τὸν μὴ κωλύσαντα, ὡς τοῦ ἐμπρησμοῦ τὸν σβέσαντα2 τὸ δεινὸν ἀρχόμενον καὶ τοῦ ναυαγίου τὸν κυβερνήτην μὴ στείλαντα τὴν ὀθόνην. αὐτίκα κολάζονται πρὸς τοῦ νόμου οἱ τούτων αἴτιοι. ᾧ γὰρ κωλῦσαι δύναμις ἦν, τούτῳ καὶ ἡ αἰτία τοῦ συμβαίνοντος προσάπτεται. φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι, τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο ἀνενέργητον εἷναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν· τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου. διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ κωλῦσαι δυνάμενον οὐκ ἐνεργεῖ οὐδὲ κωλύει. τί γὰρ ἐνεργεῖ ὁ μὴ κωλύων; ἤδη δὲ καὶ εἰς ἀπέμφασιν αὐτοῖς ὁ λόγος χωρεῖ, εἴ γε τῆς τρώσεως οὐχὶ τὸ βέλος, ἀλλὰ τὴν ἀσπίδα τὴν μὴ κωλύσασαν τὸ βέλος διελθεῖν αἰτιάσονται· οὐδὲ γὰρ τὸν κλέπτην, ἀλλὰ τὸν μὴ κωλύσαντα τὴν κλοπὴν καταμέμψονται.

我知道有许多人不断地向我们发难,声称那未加阻止者便是原因;因为他们说,未加看守或未加阻止的人是盗窃的原因,正如在火灾初起时未能扑灭灾祸的人是纵火的原因,未能收拢风帆的舵手是船难的原因一样。法律随即惩罚这些事情的原因之人;因为凡有能力阻止的人,所发生之事的罪责也归于他。对此,我们向他们回答说,原因当在作工、活动与施为之中来领会,而未加阻止者至少在这方面是未作工的。此外,原因关涉活动本身,正如造船工匠关涉船只的造成,建筑师关涉房屋的建造一样;但未加阻止者却与所生成的事物脱节。正因如此,事情才得以成就,正是由于那有能力阻止者既不作工,也不阻止。因为那不阻止的人究竟作了什么工呢?不仅如此,若他们不将受创归咎于箭,反而归咎于未能阻止箭矢穿透的盾牌,他们的论述便早已陷入荒谬;因为这样他们所责难的就不是盗贼,而是未能阻止盗窃的人了。

§1.17.83

καὶ τὰς ναῦς τοίνυν τῶν Ἑλλήνων μὴ τὸν Ἕκτορα ἐμπρῆσαι λεγόντων. ἀλλὰ τὸν Ἀχιλλέα, διότι κωλῦσαι τὸν Ἕκτορα δυνάμενος οὐ κεκώλυκεν· ἀλλ’ ὃ μὲν διὰ μῆνιν (ἐπ’ αὐτῷ δὲ ἦν καὶ μηνίειν καὶ μὴ) οὐκ ἀπεῖρξε τὸ πῦρ, καὶ ἴσως συναίτιος· ὁ δὲ διάβολος αὐτεξούσιος ὢν καὶ μετανοῆσαι οἷός τε ἦν καὶ κλέψαι, καὶ αἴτιος αὐτὸς τῆς κλοπῆς, οὐχ ὁ μὴ κωλύσας κύριος. ἀλλ’ οὐδ’ ἐπιβλαβὴς ἡ δόσις ἦν, ἵνα ἡ κώλυσις παρέλθῃ. εἰ δὲ χρὴ ἀκριβολογεῖσθαι πρὸς αὐτούς, ἴστωσαν τὸ μὲν μὴ κωλυτικόν, ὅπερ φαμὲν ἐπὶ τῆς κλοπῆς γεγονέναι, μηδ’ ὅλως αἴτιον εἶναι. τὸ δὲ κωλυτικὸν ἐνέχεσθαι τῷ τοῦ αἰτίου ἐγκλήματι. ὁ γὰρ προασπίζων αἴτιός ἐστι τῷ προασπιζομένῳ τοῦ μὴ τιτρώσκεσθαι κωλύων τὸ τρωθῆναι αὐτόν, καὶ τῷ Σωκράτει τὸ δαιμόνιον αἴτιον ἦν οὐχὶ μὴ κωλῦον, ἀλλ’ ἀποτρέπον, εἰ καὶ μὴ προέτρεπεν. οὔτε δὲ οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔθ’ αἱ τιμαὶ οὔθ’ αἱ κολάσεις δίκαιαι, μὴ τῆς ψυχῆς ἐχούσης τὴν ἐξουσίαν τῆς ὁρμῆς καὶ ἀφορμῆς.3

那么,就让他们说点燃希腊人船只的不是赫克托耳,而是阿喀琉斯好了,因为阿喀琉斯本有能力阻止赫克托耳,却没有阻止。然而,阿喀琉斯固然是因忿怒(但发怒与不发怒原本全在于他)而未曾挡住火焰,他或许是个次要原因;但魔鬼拥有自由意志,他本既能悔改也能行窃,他自己才是盗窃的原因,而非未加阻止的主。况且,那恩赐本身并非有害,以致须有阻止介入。但若必须对他们作精密的论说,就让他们知晓:那不加阻止者(正如我们主张在盗窃之事中所发生的)根本不是原因,而具有阻止作用者方落入原因的指控。因为执盾庇护者是通过阻止受庇护者受创,而成为其免受创伤的原因;而苏格拉底的灵兆之所以对他成为原因,并非由于不加阻止,而是由于使他止步,哪怕它并未积极劝勉。倘若灵魂不拥有进取与止步的自主权,那么赞扬与责备、奖赏与惩罚就都不是公正的了。

语法注3 条
  1. 1.17.81οὐχὶ μὴ εἰδότος τοῦ κυρίου ... ἀλλὰ μὴ κωλύσαντος

    此处并列了两个属格绝对结构(genitive absolute),构成理由与条件的对比。强否定词 οὐχί 否定前一个分词短语并引出转折词 ἀλλὰ...,而修饰分词的否定词 μή 则带有条件与主观理据的色彩,意为“并非因主不知晓……乃因祂未加阻止”。

  2. 1.17.82ὡς τοῦ ἐμπρησμοῦ τὸν σβέσαντα

    抄本虽作 τὸν σβέσαντα(扑灭者),但紧随前后的“未加看守者”与“未收帆的舵手”皆以不作为(未能作为)论证过错之原因,故语意上必然预设了否定词 μή(未能扑灭者)。在句法上,它作为依赖于 αἴτιον εἶναι 的并列宾格成分,意为“正如认为火起时未能扑灭灾祸者乃是纵火的原因一样”。

  3. 1.17.83μὴ τῆς ψυχῆς ἐχούσης τὴν ἐξουσίαν τῆς ὁρμῆς καὶ ἀφορμῆς

    这是由否定词 μή 引导的属格绝对结构,相当于条件从句(“倘若灵魂不拥有……”)。ὁρμή(进取冲动)与 ἀφορμή(止步排拒)是斯多亚派心理学的重要术语,指代自愿行为中朝向行动与抑制行动的相辅相成的抉择能力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.17.81-1.17.83