← 亚历山太的革利免

杂记

§1.16.78-1.16.80

希腊文艺晚于摩西与哲学的预备作用

作者引述使徒保罗关于明晰言辞的教训,从编年学上证明希腊的散文、诗歌、文法与立法皆远晚于摩西,并总结了希腊哲学的性质及其预备性功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16.78

ὁ δὲ ἀπόστολος οὕτω φησὶν καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον· ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐμοὶ βάρβαρος. καὶ ὁ λαλῶν γλώσσῃ προσευχέσθω, ἵνα διερμηνεύῃ. Ναὶ μὴν ὀψέ ποτε εἰς Ἕλληνας ἡ τῶν λόγων παρῆλθε διδασκαλία τε καὶ γραφή. Ἀλκμαίων γοῦν Περίθου Κροτωνιάτης πρῶτος φυσικὸν λόγον συνέταξεν. οἳ δὲ Ἀναξαγόραν Ἡγησιβούλου Κλαζομένιον πρῶτον διὰ γραφῆς ἐκδοῦναι βιβλίον ἱστοροῦσιν. μέλος τε αὖ πρῶτος περιέθηκε τοῖς ποιήμασι καὶ τοὺς Λακεδαιμονίων νόμους ἐμελοποίησε Τέρπανδρος ὁ Ἀντισσαῖος, διθύραμβον δὲ ἐπενόησεν Λᾶσος Ἑρμιονεύς, ὕμνον Στησίχορος Ἱμεραῖος, χορείαν Ἀλκμὰν Λακεδαιμόνιος, τὰ ἐρωτικὰ Ἀνακρέων Τήιος. ὑπόρχησιν Πίνδαρος Θηβαῖος νόμους τε πρῶτος ᾖσεν ἐν χορῷ καὶ κιθάρᾳ Τιμόθεος ὁ Μιλήσιος.

使徒亦如此说道: “同样,你们若不用舌头说出明白易懂的话,所说的话怎能让人晓得呢?因为你们将是对着空气说话了。世上的语言或许有许多种,却没有一种是没有意义的。因此,我若不明白那声音的意思,在说话的人看来,我就成了异邦人,说话的人在我看来也是异邦人。” 又说: “那说方言的,就当祈求能翻出来。” 确实,言辞的教习与文字的记录传入希腊人中间,已是很晚以后的事了。 总之,佩里图斯之子、克罗顿的阿尔克迈翁最早撰写了一篇关于自然的论文。另有人记载,赫格西布鲁斯之子、克拉佐墨奈的阿那克萨哥拉最早以文字形式发行了一部书。安提萨的特尔潘德罗斯最早为诗篇附上旋律,并为拉刻代蒙人的律条谱曲;赫尔弥俄涅的拉索斯构想出了酒神颂,希墨拉的斯忒西科罗斯构想出了赞歌,拉刻代蒙的阿尔克曼构想出了合唱舞蹈,特俄斯的阿那克里翁构想出了爱情诗。底比斯的品达发明了伴舞歌,米利都的提摩太最早在合唱与基萨拉琴伴奏下演唱节律曲。

§1.16.79

ναὶ μὴν ἴαμβον μὲν ἐπενόησεν Ἀρχίλοχος ὁ Πάριος, χωλὸν δὲ ἴαμβον Ἱππῶναξ ὁ Ἐφέσιος, καὶ τραγῳδίαν μὲν Θέσπις ὁ Ἀθηναῖος, κωμῳδίαν δὲ Σουσαρίων ὁ Ἰκαριεύς. τοὺς χρόνους τούτων παῖδες παραδιδόασι γραμματικῶν, μακρὸν δ’ ἂν εἴη τούτους ἀκριβολογούμενον παραθέσθαι αὐτοῦ δεικνυμένου τοῦ Διονύσου, δἰ ὃν καὶ Διονυσιακαὶ θέαι, μεταγενεστέρου Μωυσέως αὐτίκα μάλα.1 φασὶ δὲ καὶ τοὺς κατὰ διατριβὴν λόγους καὶ τὰ ῥητορικὰ ἰδιώματα εὑρεῖν καὶ μισθοῦ συνηγορῆσαι πρῶτον δικανικὸν λόγον εἰς ἔκδοσιν γραψάμενον Ἀντιφῶντα Σωφίλου Ῥαμνούσιον, ὥς φησι Διόδωρος, Ἀπολλόδωρος δὲ ὁ Κυμαῖος πρῶτος τοῦ γραμματικοῦ ἀντὶ τοῦ κριτικοῦ εἰσηγήσατο τοὔνομα καὶ γραμματικὸς προσηγορεύθη, ἔνιοι δὲ Ἐρατοσθένη τὸν Κυρηναῖόν φασιν, ἐπειδὴ ἐξέδωκεν οὗτος βιβλία δύο γραμματικὰ ἐπιγράψας. ὠνομάσθη δὲ γραμματικός, ὡς νῦν ὀνομάζομεν, πρῶτος Πραξιφάνης Διονυσοφάνους Μιτυληναῖος. Ζάλευκός τε ὁ Λοκρὸς πρῶτος ἱστόρηται νόμους θέσθαι, οἳ δὲ Μίνω τὸν Διὸς ἐπὶ Λυγκέως. οὗτος μετὰ Δαναὸν γίνεται ἑνδεκάτῃ ἄνωθεν ἀπὸ Ἰνάχου καὶ Μωσέως γενεᾷ, ὡς ὀλίγον ὑποβάντες δείξομεν. Λυκοῦργος δὲ μετὰ πολλὰ τῆς Ἰλίου ἁλώσεως γεγονὼς ἔτη πρὸ τῶν ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ Λακεδαιμονίοις· Σόλωνος γὰρ τοὺς χρόνους προειρήκαμεν.

确实,帕罗斯的阿耳基罗科斯构想出了抑扬格,以弗所的希波纳克斯构想出了跛行抑扬格,雅典的忒斯庇斯构想出了悲剧,伊卡利亚的苏萨利翁构想出了喜剧。语法学者们的弟子记载了这些人的年代,但若要精确罗列这些〔年代〕将是冗长的,因为作为酒神庆典观看活动由来的狄奥尼索斯本人,片刻之后便可被证明是晚于摩西的。人们还说,正如狄奥多罗斯所言,索菲罗斯之子、拉姆努斯的安提丰最早发明了研讨用的言辞和修辞特征,最早收取酬金替人辩护,并最早写出用于公开发行的诉讼演说辞;而居米的阿波罗多罗斯最早引入了“语法家”之名来取代“评论家”,并被尊称为语法家,尽管有些人说是昔兰尼的埃拉托斯特尼,因为他发行了两卷题为《语法学》的书。但按照我们如今所称的意义最早被称为语法家的,是狄奥尼索法内斯之子、米提利尼的普拉克西法内斯。据记载,洛克里的扎劳库斯最早制定了法律,而另有些人说是宙斯之子弥诺斯在林叩斯时代制定的。此人在达那俄斯之后,是自伊那科斯与摩西算起的第十一代人,正如我们稍后将要证明的。吕库尔古斯在伊利昂陷落许多年之后出生,在奥林匹亚节前一百年为拉刻代蒙人立法;因为梭伦的年代我们此前已经叙述过了。

§1.16.80

Δράκων δὲ ὁ καὶ αὐτὸς νομοθέτης περὶ τὴν τριακοστὴν καὶ ἐνάτην ὀλυμπιάδα γεγονὼς εὑρίσκεται. Ἀντίλοχος δὲ αὖ ὁ τοὺς ἵστορας πραγματευσάμενος ἀπὸ τῆς Πυθαγόρου ἡλικίας ἐπὶ τὴν Ἐπικούρου τελευτήν, γαμηλιῶνος δὲ δεκάτῃ ἱσταμένου γενομένην. ἔτη φέρει τὰ πάντα τριακόσια δώδεκα. ἔτι φασὶ τὸ ἡρῷον τὸ ἑξάμετρον Φανοθέαν τὴν γυναῖκα Ἰκαρίου, οἳ δὲ Θέμιν μίαν τῶν Τιτανίδων εὑρεῖν. Δίδυμος δ’ ἐν τῷ περὶ Πυθαγορικῆς φιλοσοφίας Θεανὼ τὴν Κροτωνιᾶτιν πρώτην γυναικῶν φιλοσοφῆσαι καὶ ποιήματα γράψαι ἱστορεῖ. Ἡ μὲν οὖν Ἑλληνικὴ φιλοσοφία, ὡς μέν τινες, κατὰ περίπτωσιν ἐπήβολος τῆς ἀληθείας ἁμῇ γέ πῃ, ἀμυδρῶς δὲ καὶ οὐ πάσης, γίνεται· ὡς δὲ ἄλλοι βούλονται, ἐκ τοῦ διαβόλου τὴν κίνησιν ἴσχει. ἔνιοι δὲ δυνάμεις τινὰς ὑποβεβηκυίας ἐμπνεῦσαι τὴν πᾶσαν φιλοσοφίαν ὑπειλήφασιν. ἀλλ’ εἰ καὶ μὴ καταλαμβάνει ἡ Ἑλληνικὴ φιλοσοφία τὸ μέγεθος τῆς ἀληθείας, ἔτι δὲ ἐξασθενεῖ πράττειν τὰς κυριακὰς ἐντολάς, ἀλλ’ οὖν γε προκατασκευάζει τὴν ὁδὸν τῇ βασιλικωτάτῃ διδασκαλίᾳ, ἁμῇ γέ πῃ σωφρονίζουσα καὶ τὸ ἦθος προτυποῦσα καὶ προστύφουσα εἰς παραδοχὴν τῆς ἀληθείας τὸν τὴν πρόνοιαν δοξάζοντα.2

同样身为立法者的德拉古,被查明生活在第三十九届奥林匹亚节前后。此外,研究编年史家的安提洛科斯,自毕达哥拉斯盛年直至发生在伽墨利昂月第十日的伊壁鸠鲁之死,总共算出了三百十二年。人们还说,伊卡里奥斯的妻子法诺忒亚发明了六音步英雄诗体,而另有些人说是提坦女神之一的忒弥斯发明的。迪杜莫斯在《论毕达哥拉斯哲学》中记载,克罗顿的忒阿诺是首位从事哲学思考并撰写诗作的女性。 希腊哲学,正如某些人所言,在某种方式上是偶然碰巧得着了真理,但只是朦胧地,且非触及全部;而正如另一些人所主张的,它乃是受着魔鬼的推动。有些人则认为,是某种低级的力量启发了整个哲学。然而,即便希腊哲学未能完全领会真理的伟大,且仍无力遵行主的诫命,但它终究为至高尊贵的教导预备了道路,在某种程度上节制身心,预先塑造品格,并为领受真理而使赞颂神圣摄理之人预先得到浸润。

语法注2 条
  1. 1.16.79αὐτοῦ δεικνυμένου τοῦ Διονύσου, δἰ ὃν καὶ Διονυσιακαὶ θέαι, μεταγενεστέρου Μωυσέως αὐτίκα μάλα

    αὐτοῦ δεικνυμένου τοῦ Διονύσου 为属格独立结构,表原因。述语形容词 μεταγενεστέρου(带有比较属格 Μωυσέως)与属格主语 τοῦ Διονύσου 一致,因中间插入了关系分句 δἰ ὃν καὶ Διονυσιακαὶ θέαι 而构成了超步法(hyperbaton)。副词短语 αὐτίκα μάλα 意为“当下、立刻”,预示着后文马上即可证明此点。

  2. 1.16.80προστύφουσα εἰς παραδοχὴν τῆς ἀληθείας τὸν τὴν πρόνοιαν δοξάζοντα

    动词 προστύφω 原意为“(布匹等)用媒染剂处理、为染色预先打底、收敛”,此处比喻性地指使灵魂在领受真理(εἰς παραδοχὴν τῆς ἀληθείας)之前得到预备和浸润。分词的直接宾语为实质化的分词短语 τὸν τὴν πρόνοιαν δοξάζοντα(“赞美/确信摄理之人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.16.78-1.16.80