← 亚历山太的革利免

杂记

§1.16.74-1.16.77

诸项技艺源自异邦的发明与阿纳哈尔西斯

作者援引诸多文献论证不仅是哲学,天文、文字、冶金、军事、音乐等几乎所有技艺皆由异邦人所发明,并引用阿纳哈尔西斯的言行以彰显异邦智慧注重实行的特质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16.74

Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὑρεταὶ βάρβαροι. Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖοι. Αἰγύπτιοι λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς μίσγεσθαι γυναιξὶν ἐκώλυσαν μηδ’ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικὸς ἀλούτους ἐνομοθέτησαν γεωμετρίας τε αὖ εὑρεταὶ οἱ αὐτοὶ γεγόνασιν. εἰσὶν δὲ οἳ Κᾶρας τὴν δι’ ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσιν. πτήσεις δὲ ὀρνίθων παρεφυλάξαντο πρῶτοι Φρύγες, καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι, Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικήν, ὥσπερ ἀμέλει Τελμισεῖς τὴν δι’ ὀνείρων μαντικήν. Τυρρηνοὶ δὲ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας.

不仅是哲学,几乎一切技艺的发明者也都是异邦人。 总之,埃及人最早将天文学传播给人类,迦勒底人同样如此。此外,埃及人最早示范点燃油灯,将一年划分为十二个月,禁止在神庙中与女子交媾,并立法规定与女子交媾后未沐浴者不得进入圣所,而且他们也成为了几何学的发明者。有些人则说是卡里亚人构想出了借助星辰的预言术。最早观察鸟类飞翔的是弗里吉亚人,而意大利的邻人伊特鲁里亚人则完善了牺牲占卜之术。伊索里亚人和阿拉伯人精细发展了鸟卜术,正如泰尔梅索斯人发展了释梦术一样。第勒尼安人发明了号角,弗里吉亚人发明了竖笛;因为奥林波斯和玛息阿都是弗里吉亚人。

§1.16.75

Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετής, ὥς φησιν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφει· οἳ δὲ Φοίνικας καὶ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσιν. ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον αὐτόχθονα πρὶν εἰς Αἴγυπτον ἀφικέσθαι τὴν Ἰώ, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι λέγουσιν.1 Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν ἔπλευσεν. Κέλμις τε αὖ καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων δάκτυλοι πρῶτοι σίδηρον εὗρον ἐν Κύπρῳ, Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον (ἔστι δὲ μάχαιρα καρπύλη) καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πάρμην ἐξεῦρον. ἔτι φασὶ Τουσκανοὺς πλαστικὴν ἐπινοῆσαι, Ἴτανόν τε Σαυνίτης οὗτος ἦν’ πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν ἐξεῦρεν καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ἐπενόησεν ὄρος. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππάδοκες πρῶτοι εὗρον τὸν νάβλαν καλούμενον, ὅν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι.2 Καρχηδόνιοι γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτοσχέδιον.

正如埃福罗斯所言,将文字传给希腊人的发明者是腓尼基人卡德摩斯,因此希罗多德也记载文字被称为“腓尼基文字”;然而也有人说是腓尼基人和叙利亚人最早发明了文字。人们还说,在伊俄抵达埃及之前,埃及本土人阿庇斯发明了医术,此后阿斯克勒庇俄斯将这门技艺发扬光大。利比亚人阿特拉斯最早建造了船只并航行于大海之上。此外,伊达伊·达克提利中的凯尔米斯和达姆纳墨纽斯最早在塞浦路斯发现了铁,另一位伊达伊人德拉斯发现了青铜的合金,而按赫西俄德的说法则是斯基泰人发现的。确实,色雷斯人最早发明了所谓的弯刀(这是一种弯曲的短剑),并最早在马背上使用轻盾。同样,伊利里亚人也发明了所谓的小圆盾。人们还说伊特鲁里亚人发明了雕塑术,而萨姆奈特人伊塔诺斯最早制造了长盾。事实上,腓尼基人卡德摩斯发现了采石术,并开发了潘盖翁山周围的金矿。另外一个民族卡帕多西亚人很早就首先发明了所谓的纳布拉琴,正如亚述人发明了双弦琴一样。事实上,迦太基人最早建造了四层桨座战船,而博斯普鲁斯草创了它。

§1.16.76

Μήδειά τε ἡ Αἰήτου ἡ Κολχὶς πρώτη βαφὴν τριχῶν ἐπενόησεν. ἀλλὰ καὶ Νώροπες (ἔθνος ἐστὶ Παιονικόν, νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς πρῶτος εὗρεν. περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν. φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα.3 Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδονίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. ἐπί τε † Σεμιράμεως βασιλέως Αἰγυπτίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσιν. καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν τὴν Περσῶν βασιλεύσασάν φησιν Ἑλλάνικος.

埃厄忒斯的女儿、科尔喀斯人美狄亚最早发明了染发术。不仅如此,诺罗佩斯人(这是一个派奥尼亚人的部落,如今被称为诺里库姆人)最早加工了青铜并精炼了铁。贝布律克斯人的国王阿密科斯最早发明了拳击手带。在音乐方面,密细亚人奥林波斯精巧地创制了吕底亚调式;所谓的穴居人发明了桑比卡琴,这是一种乐器。人们还说弗里吉亚人萨梯罗斯发明了斜笛;同样,同为弗里吉亚人的阿格尼斯发明了三弦琴和自然音阶调式;同为弗里吉亚人的奥林波斯发明了器乐弹奏法;正如与前述诸人同乡的玛息阿发明了弗里吉亚调式、混弗里吉亚调式和混吕底亚调式,而色雷斯人塔密里斯构想出了多利亚调式。我们还听说波斯人最早制造了四轮马车、榻和脚凳,西顿人建造了三层桨座战船。意大利附近的西凯尔人最早发明了与基萨拉琴相差无几的佛明克斯琴,并构想出了响板。据记载,在埃及国王塞米拉米斯统治时期,人们发现了细麻布衣裳。海拉尼库斯说,统治波斯的阿托莎最早撰写了书信。

§1.16.77

Σκάμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεύς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν. παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.4 Εἰ δέ τις τὴν φωνὴν διαβάλλει τὴν βάρβαρον, ἐμοὶ δέ, φησὶν ὁ Ἀνάχαρσις, πάντες Ἕλληνες σκυθίζουσιν. οὗτος ἦν ὁ παρ’ Ἕλλησι θαυμασθεὶς ὁ φήσας ἐμοὶ περίβλημα χλαῖνα, δεῖπνον γάλα, τυρός. ὁρᾷς φιλοσοφίαν βάρβαρον ἔργα ἐπαγγελλομένην, οὐ λόγους.

米提利尼的斯卡蒙、埃雷索斯的泰奥弗拉斯托斯、曼提尼亚的居狄波斯,此外还有安提法内斯、阿里斯托德谟斯和亚里士多德,再加上斐洛斯特法诺斯,以及逍遥学派的斯特拉托,都在其《论发明》中记载了这些事。我引述了他们之中的少数记载,是为了确证异邦人中间存在着善于发明且有益于生活的本性,希腊人正是从他们那里获得了各种行事的益处。 如果有人贬低异邦人的语言,阿纳哈尔西斯便说: “然而在我看来, 所有的希腊人都在说着斯基泰式的蛮话。” 正是这位在希腊人中备受赞叹的人曾说: “于我而言,斗篷即是外衣,牛奶与奶酪即是正餐。” 你看,异邦的哲学所标榜的是行动,而非言辞。

语法注4 条
  1. 1.16.75ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον αὐτόχθονα πρὶν εἰς Αἴγυπτον ἀφικέσθαι τὴν Ἰώ, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι λέγουσιν.

    由主动词 λέγουσιν 引导的宾格加不定式结构。前半句在 Ἆπιν ... ἰατρικὴν 之后省略了表示发明的动词(如 εὑρεῖν),并与后半句的 Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι 形成对照。πρίν 从句中的 τὴν Ἰώ 是不定式 ἀφικέσθαι 的逻辑主语(宾格)。

  2. 1.16.75ὅν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι

    关系代词宾格 ὅν τρόπον 作副词性用法,意为“正如……的方式一样”。前面句中的动词 εὗρον 在此被承前省略,Ἀσσύριοι 为主语,τὸ δίχορδον 为直接宾语。

  3. 1.16.76φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα.

    由主动词 φασί 统领的一连串宾格加不定式结构。承接开头的 Σάτυρον ... εὑρεῖν,后续各句省略了不定式 εὑρεῖν(末句为 ἐπινοῆσαι),将宾语(乐器与调式)与逻辑主语宾格(发明者)并列。分词 ὄντα 与 Μαρσύαν 一致,属格 τῆς αὐτῆς ... χώρας 表示出身或所属。

  4. 1.16.77παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.

    属格 αὐτῶν 是部分属格,指代前文列举的诸位学者所记载的内容或发明。关系代词短语 παρ’ ὧν 的先行词在意义上是 βαρβάροις(“希腊人从他们[异邦人]那里获益”)。动词 ὠφέληνται 为 ὠφελέω 的中动态/被动态,保留了事物的宾格 τὰ ἐπιτηδεύματα(“在各项习俗/技艺上获益”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.16.74-1.16.77