- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.15.66-1.15.68
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出希腊诸哲人与诗人大抵出身异邦或受教于异邦人,并引用柏拉图对异邦人智慧的推崇及各民族的哲学实践加以阐明。
οἵδε μὲν οἱ χρόνοι τῶν παρ’ Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων. ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δεῖ καὶ λέγειν, εἰ γε1 Τυρρηνὸς ἢ Τύριος ὁ Πυθαγόρας ἐδείκνυτο, Ἀντισθένης δὲ Φρὺξ ἦν καὶ Ὀρφεὺς Ὀδρύσης ἢ Θρᾷξ; Ὅμηρον γὰρ οἱ πλεῖστοι Αἰγύπτιον φαίνουσιν. Θαλῆς δὲ Φοῖνιξ ὢν τὸ γένος καὶ τοῖς Αἰγυπτίων προφήταις συμβεβληκέναι εἴρηται, καθάπερ καὶ ὁ Πυθαγόρας αὐτοῖς γε τούτοις, δι’ οὓς καὶ περιετέμετο, ἵνα δὴ καὶ εἰς τὰ ἄδυτα κατελθὼν τὴν μυστικὴν παρ’ Αἰγυπτίων ἐκμάθοι φιλοσοφίαν, Χαλδαίων τε καὶ Μάγων τοῖς ἀρίστοις συνεγένετο καὶ τὴν ἐκκλησίαν τὴν νῦν οὕτω καλουμένην τὸ παρ’ αὐτῷ ὁμακοεῖον αἰνίττεται.2 Πλάτων δὲ οὐκ ἀρνεῖται τὰ κάλλιστα εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων ἐμπορεύεσθαι εἴς τε Αἴγυπτον ἀφικέσθαι ὁμολογεῖ. δύνασθαι γοῦν ἐν τῷ Φαίδωνί φησι πανταχόθεν τὸν φιλόσοφον ὠφελεῖσθαι γράφων· πολλὴ μὲν ἡ Ἑλλάς, ὦ Κέβης, ἦ δ’ ὅς, ἐν ᾗ εἰσι πάμπαν ἀγαθοὶ ἄνδρες, πολλὰ δὲ καὶ τὰ τῶν βαρβάρων γένη.
以上便是希腊人中最古老的智者与哲学家们的年代。至于他们多数在族系上是异邦人,并在异邦人那里受教,又何须多言呢?——既然毕达哥拉斯已被指出是第勒尼安人或提尔人,安提斯泰尼是弗里吉亚人,奥路菲是奥德吕萨人或色雷斯人。因为大多数人都表明荷马是埃及人。而泰勒斯在族系上是腓尼基人,且据说曾与埃及的先知们交往;毕达哥拉斯同样与这些人交往,他甚至为了他们受了割礼,以便进入内殿密室,从埃及人那里学尽奥秘哲学;他还与迦勒底人及术士中的精英交往,而他那里的“同听会”正暗合了如今所谓的教会。柏拉图则不否认自己从异邦人那里贩运了最美好的哲学思想,并承认自己曾到达埃及。无论如何,他在《斐多篇》中写道,哲学家可以从各处获益: “塞贝斯啊,希腊广大,”他说,“其中尽是优秀的男儿,但异邦人的部族亦复极多。”
οὕτως οἴεται ὁ Πλάτων καὶ βαρβάρων φιλοσόφους τινὰς εἶναι, ὁ δὲ Ἐπίκουρος ἔμπαλιν ὑπολαμβάνει μόνους φιλοσοφῆσαι Ἕλληνας δύνασθαι. ἔν τε τῷ Συμποσίῳ ἐπαινῶν Πλάτων τοὺς βαρβάρους ὡς διαφερόντως ἀσκήσαντας † μόνους ἀληθῶς φησι καὶ ἄλλοι ἄλλοθι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις, ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παῖδας. δῆλοι δέ εἰσιν οἱ βάρβαροι διαφερόντως τιμήσαντες τοὺς αὐτῶν νομοθέτας τε καὶ διδασκάλους θεοὺς προσειπόντες. ψυχὰς γὰρ ἀγαθὰς κατὰ Πλάτωνα καταλιπούσας τὸν ὑπερουράνιον τόπον ὑπομεῖναι ἐλθεῖν εἰς τόνδε τὸν τάρταρον καὶ σῶμα ἀναλαβούσας τῶν ἐν γενέσει κακῶν ἁπάντων μετασχεῖν ὑπολαμβάνουσι, κηδομένας τοῦ τῶν ἀνθρώπων γένους, αἳ νόμους τε ἔθεσαν καὶ φιλοσοφίαν ἐκήρυξαν, οὗ μεῖζον ἀγαθὸν τῷ τῶν ἀνθρώπων γένει οὔτ’ ἦλθέν ποτε ἐκ θεῶν οὔτ’ ἀφίξεται.
柏拉图如此认为异邦人中也有哲学家,而伊壁鸠鲁则相反,认为唯有希腊人能够研习哲学。在《会饮篇》中,柏拉图称赞异邦人卓越地践行此道,真实地说道: “在其他许多地方,无论在希腊人中还是异邦人中,都有其他之人,因为这样的子嗣,已经为他们建立了许多祭所。” 异邦人显然极其尊崇他们的立法者与导师,称他们为神。因为他们认为,依柏拉图之意,善的灵魂眷顾人类,舍弃超天界之所,甘愿降至这塔尔塔罗斯,并披上肉身,分担了生成界中的诸般恶事;正是这些灵魂订立了法律并宣讲了哲学: “自诸神那里,从未有过、将来也不会有比这更伟大的善惠临于人类。”
καὶ μοι δοκοῦσιν αἰσθόμενοι τῆς μεγάλης εὐποιίας τῆς διὰ τῶν σοφῶν σεβασθῆναί τε τοὺς ἄνδρας καὶ δημοσίᾳ φιλοσοφῆσαι.3 Βραχμᾶνές τε σύμπαντες καὶ Ὀδρύσαι καὶ Γέται καὶ τὸ τῶν Αἰγυπτίων γένος ἐθεολόγησαν ἀκριβῶς τὰ ἐκείνων, Χαλδαῖοί τε καὶ Ἀράβιοι οἱ κληθέντες εὐδαίμονες καὶ ὅσοι γε τὴν Παλαιστίνην κατῴκησαν καὶ τοῦ Περσικοῦ γένους οὐ τὸ ἐλάχιστον μέρος καὶ ἄλλα πρὸς τούτοις γένη μυρία. ὁ δὲ Πλάτων δῆλον ὡς σεμνύνων αἰεὶ τοὺς βαρβάρους εὑρίσκεται, μεμνημένος αὐτοῦ τε καὶ Πυθαγόρου τὰ πλεῖστα καὶ γενναιότατα τῶν δογμάτων ἐν βαρβάροις μαθόντος.4 διὰ τοῦτο καὶ γένη βαρβάρων εἶπεν, γένη φιλοσόφων ἀνδρῶν βαρβάρων γινώσκων, ἔν τε τῷ Φαίδρῳ τὸν Αἰγύπτιον βασιλέα καὶ τοῦ Θωὺθ ἡμῖν σοφώτερον δείκνυσιν, ὅντινα Ἑρμῆν οἶδεν ὄντα. ἀλλὰ κἀν τῷ Χαρμίδῃ Θρᾷκάς τινας ἐπιστάμενος φαίνεται, οἳ λέγονται ἀθανατίζειν τὴν ψυχήν.
在我看来,他们感知到了通过智者所行之大恩惠,因而既崇敬这些人物,又公开研习哲学。全体婆罗门、奥德吕萨人、革太人以及埃及人的部族,都严格地将其教说神学化;迦勒底人、被称为“幸福”的阿拉伯人、定居于巴勒斯坦的一切人、波斯部族中绝非最小的一部分,以及除此以外的无数部族皆是如此。而柏拉图显然始终在尊崇异邦人,铭记着他自己与毕达哥拉斯正是在异邦人那里习得了其学说中最多、最卓越的部分。因此他也说了“异邦人的部族”,因为他深知存在着由异邦哲学家构成的部族;在《斐德罗篇》中,他向我们展示了埃及国王甚至比修斯更为智慧,而他知道修斯就是赫尔墨斯。此外,在《卡尔米德篇》中,他也显然通晓某些色雷斯人,据说这些人能使灵魂不朽。
- 1.15.66ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δεῖ καὶ λέγειν, εἰ γε
由 ὡς 引出的从句(“至于他们多数是……”)置于主句 τί δεῖ καὶ λέγειν(“又何须多言”)之前,其后的 εἴ γε 从句(“既然……”)则提供证据与理由。此处 ὡς 引导的从句起到了主题化名词性从句的作用,统领在主句修辞性疑问之前。
- 1.15.66καὶ τὴν ἐκκλησίαν τὴν νῦν οὕτω καλουμένην τὸ παρ’ αὐτῷ ὁμακοεῖον αἰνίττεται
动词 αἰνίττεται(“暗指/暗合”)的主语是中性名词短语 τὸ παρ’ αὐτῷ ὁμακοεῖον(“他那里的同听会/学舍”),宾语则是阴性宾格短语 τὴν ἐκκλησίαν τὴν νῦν οὕτω καλουμένην(“如今所谓的教会”)。语序倒置使宾语前置以示强调。
- 1.15.68καί μοι δοκοῦσιν αἰσθόμενοι τῆς μεγάλης εὐποιίας τῆς διὰ τῶν σοφῶν σεβασθῆναί τε τοὺς ἄνδρας καὶ δημοσίᾳ φιλοσοφῆσαι
此处采用了 δοκέω 的人称句构(主格加不定式结构)。句子主语为前文提及的异邦人(第三人称复数),与主格分词 αἰσθόμενοι 搭配,统领不定式 σεβασθῆναι(被动态作中间态义,“崇敬”)与 φιλοσοφῆσαι(“他们感知到……因而敬重……并研习哲学,在我看来乃是如此”)。这是非人称句构 δοκεῖ μοι 的人称化转化。
- 1.15.68μεμνημένος αὐτοῦ τε καὶ Πυθαγόρου τὰ πλεῖστα καὶ γενναιότατα τῶν δογμάτων ἐν βαρβάροις μαθόντος
分词 μεμνημένος(“铭记着”)修饰主语柏拉图。在其统领的属格结构 αὐτοῦ τε καὶ Πυθαγόρου ... μαθόντος 中,单数属格分词 μαθόντος 在语法上受邻近的名词 Πυθαγόρου 吸引而为单数,但在语义上则同时管辖 αὐτοῦ(他自己)与 Πυθαγόρου(即“铭记着他自己与毕达哥拉斯都曾学得……”)。
