← 亚历山太的革利免

杂记

§1.14.62-1.14.65

希腊哲学三大派系的承传与始祖年代考

作者梳理了希腊哲学的三大传承谱系(意大利学派、爱奥尼亚学派与埃利亚学派)及其代表人物的师承关系,进而通过考证各派始祖的年代来论证希伯来哲学的更为古老。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.62

Φιλοσοφίας τοίνυν μετὰ τοὺς προειρημένους ἄνδρας τρεῖς γεγόνασι διαδοχαὶ ἐπώνυμοι τῶν τόπων περὶ οὓς διέτριψαν,1 Ἰταλικὴ μὲν ἡ ἀπὸ Πυθαγόρου, Ἰωνικὴ δὲ ἡ ἀπὸ Θαλοῦ, Ἐλεατικὴ ἡ ἀπὸ Ξενοφάνους. Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησιν Ἱππόβοτος, ὡς δὲ Ἀριστόξενος ἐν τῷ Πυθαγόρου βίῳ καὶ † Ἀρίσταρχος καὶ Θεόπομπος, Τυρρηνὸς ἦν. ὡς δὲ Νεάνθης. Σύριος ἢ Τύριος, ὥστε εἶναι κατὰ τοὺς πλείστους τὸν Πυθαγόραν βάρβαρον τὸ γένος.2 ἀλλὰ καὶ Θαλῆς, ὡς Λέανδρος καὶ Ἡρόδοτος ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος. μόνος οὗτος δοκεῖ τοῖς τῶν Αἰγυπτίων προφήταις συμβεβληκέναι, διδάσκαλος δὲ αὐτοῦ οὐδεὶς ἀναγράφεται, ὥσπερ οὐδὲ Φερεκύδου τοῦ Συρίου, ᾧ Πυθαγόρας ἐμαθήτευσεν.

在上述诸人之后,哲学出现了三个以他们从事研习之地命名的传承学系:源于毕达哥拉斯的意大利学派,源于泰勒斯的爱奥尼亚学派,以及源于色诺芬尼的埃利亚学派。关于毕达哥拉斯,如希波博托斯所言,他是姆涅萨尔库斯之子、萨摩斯人;但如阿里斯托克塞诺斯在《毕达哥拉斯传》中所言,以及阿里斯塔库斯和泰奥彭普斯所言,他是第勒尼安人;又如涅安忒斯所言,他是叙利亚人或提尔人,因此按多数人的看法,毕达哥拉斯在族系上是异邦人。此外,泰勒斯也是如此,如莱安德罗斯与希罗多德所记载,他是腓尼基人,但正如有些人所设想的,他是米利都人。唯有他被认为曾与埃及的祭司们交往,而他的老师则未见记载,正如毕达哥拉斯从游的叙利亚人斐瑞居德斯也没有记载导师一样。

§1.14.63

ἀλλ’ ἡ μὲν ἐν Μεταποντίῳ τῆς Ἰταλίας ἡ κατὰ Πυθαγόραν φιλοσοφία ἡ Ἰταλικὴ κατεγήρασεν.3 Ἀναξίμανδρος δὲ Πραξιάδου Μιλήσιος Θαλῆν διαδέχεται, τοῦτον δὲ Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος, μεθ’ ὃν Ἀναξαγόρας Ἡγησιβούλου Κλαζομένιος. οὗτος μετήγαγεν ἀπὸ τῆς Ἰωνίας Ἀθήναζε τὴν διατριβήν. τοῦτον διαδέχεται Ἀρχέλαος, οὗ Σωκράτης διήκουσεν. "ἐκ δ’ ἄρα τῶν ἀπέκλινε λαοξόος. ἐννομολέσχης, Ἑλλήνων ἐπαοιδός, "ὁ Τίμων φησὶν ἐν τοῖς Σίλλοις διὰ τὸ ἀποκεκλικέναι ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ ἠθικά. Σωκράτους δὲ ἀκούσας Ἀντισθένης μὲν ἐκύνισε, Πλάτων δὲ εἰς τὴν Ἀκαδημίαν ἀνεχώρησε. παρὰ Πλάτωνι Ἀριστοτέλης φιλοσοφήσας μετελθὼν εἰς τὸ Λύκειον κτίζει τὴν Περιπατητικὴν αἵρεσιν. τοῦτον διαδέχεται Θεόφραστος, ὃν Στράτων, ὃν Λύκων,4 εἶτα Κριτόλαος, εἶτα Διόδωρος. Σπεύσιππος δὲ Πλάτωνα διαδέχεται. τοῦτον δὲ Ξενοκράτης, ὃν Πολέμων. Πολέμωνος δὲ ἀκουσταὶ Κράτης τε καὶ Κράντωρ, εἰς οὓς ἡ ἀπὸ Πλάτωνος κατέληξεν ἀρχαία Ἀκαδημία. Κράντορος δὲ μετέσχεν Ἀρκεσίλαος, ἀφ’ οὗ μέχρι Ἡγησίνου ἤνθησεν Ἀκαδημία ἡ μέση.

然而,毕达哥拉斯所倡导的意大利哲学在意大利的墨塔庞提翁衰老告终。 米利都人普拉克西亚德斯之子阿那克西曼德继承了泰勒斯,米利都人欧律斯特拉托斯之子阿那克西美尼继承了他,其后是克拉佐墨奈人赫革西布卢斯之子阿那克萨戈拉。此人将学苑从爱奥尼亚迁移至雅典。阿耳刻拉奥斯继承了他,苏格拉底曾从其受教。 “于是,那位石匠、法律的饶舌者、希腊人的魅惑者,从他们那里偏转而去”,梯蒙在《嘲讽诗》中如此说道,是因为他从自然哲学转向了伦理学。受教于苏格拉底之后,安提斯泰尼开创了犬儒派,柏拉图则退隐至阿卡德米。亚里士多德跟随柏拉图研习哲学,后迁至吕克昂,创立了漫步学派。狄奥弗拉斯图继承了他,斯特拉同继承了狄奥弗拉斯图,吕孔继承了斯特拉同,接着是克里托拉奥斯,再接着是狄奥多罗斯。斯珀西波斯则继承了柏拉图。色诺克拉底继承了他,波莱蒙又继承了色诺克拉底。波莱蒙的门人是克拉忒斯和克兰托尔,源自柏拉图的古阿卡德米派在他们手中告终。阿尔克西拉奥斯师从克兰托尔,自他直至赫革西努斯,中阿卡德米派得以兴盛。

§1.14.64

εἶτα Καρνεάδης διαδέχεται Ἡγησίνουν καὶ οἱ ἐφεξῆς· Κράτητος δὲ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς Στωικῆς ἄρξας αἱρέσεως γίνεται μαθητής. τοῦτον διαδέχεται Κλεάνθης, ὅν Χρύσιππος καὶ οἱ μετ’ αὐτόν. τῆς δὲ Ἐλεατικῆς ἀγωγῆς Ξενοφάνης ὁ Κολοφώνιος κατάρχει, ὅν φησι Τίμαιος κατὰ Ἱέρωνα τὸν Σικελίας δυνάστην καὶ Ἐπίχαρμον τὸν ποιητὴν γεγονέναι, Ἀπολλόδωρος δὲ κατὰ τὴν † τεσσαρακοστὴν ὀλυμπιάδα γενόμενον παρατετακέναι ἄχρι τῶν Δαρείου τε καὶ Κύρου χρόνων. Παρμενίδης τοίνυν Ξενοφάνους ἀκουστὴς γίνεται, τούτου δὲ Ζήνων, εἶτα Λεύκιππος, εἶτα Δημόκριτος. Δημοκρίτου δὲ ἀκουσταὶ Πρωταγόρας ὁ Ἀβδηρίτης καὶ Μητρόδωρος ὁ Χῖος, οὗ Διογένης ὁ Σμυρναῖος, οὗ Ἀνάξαρχος, τούτου δὲ Πύρρων, οὗ Ναυσιφάνης. τούτου φασὶν ἔνιοι μαθητὴν Ἐπίκουρον γενέσθαι. Καὶ ἡ μὲν διαδοχὴ τῶν παρ’ Ἕλλησι φιλοσόφων ὡς ἐν ἐπιτομῇ ἥδε, οἱ χρόνοι δὲ τῶν προκαταρξάντων τῆς φιλοσοφίας αὐτῶν ἑπομένως λεκτέοι, ἵνα δὴ ἐν συγκρίσει ἀποδείξωμεν πολλαῖς γενεαῖς πρεσβυτέραν5 τὴν κατὰ Ἑβραίους φιλοσοφίαν.

随后,卡尔涅阿德斯继承了赫革西努斯,并由其后继者相承;而创立斯多亚派的基提翁的芝诺成为了克拉忒斯的门徒。克莱安忒斯继承了他,克律西波斯及后继者又继承了克莱安忒斯。 科洛封的色诺芬尼开启了埃利亚学派的传统,提迈奥斯说他与西西里的统治者希厄隆和诗人厄庇卡耳摩斯同时代,而阿波罗多罗斯说他生于第四十届奥林匹亚运动会前后,一直延至大流士和居鲁士的时代。巴门尼德成为了色诺芬尼的门生,其后是芝诺,接着是留基伯,再接着是德谟克利特。德谟克利特的门徒是阿布德拉的普罗泰戈拉和希俄斯的墨特罗多洛,墨特罗多洛的门徒是士麦那的狄奥革尼斯,狄奥革尼斯的门徒是阿那克萨尔库斯,阿那克萨尔库斯的门徒是庇洛,庇洛的门徒是瑙西法涅斯。有人说伊壁鸠鲁成了瑙西法涅斯的学生。 希腊哲学家们的世系概要大致如此;而他们哲学的开创者们的年代必须依次陈述,以便我们通过对比证明,希伯来人的哲学要古老许多代人。

§1.14.65

καὶ περὶ μὲν Ξενοφάνους εἴρηται, ὃς τῆς Ἐλεατικῆς ἦρξε φιλοσοφίας, Θαλῆν δὲ Εὔδημος ἐν ταῖς Ἀστρολογικαῖς ἱστορίαις τὴν γενομένην ἔκλειψιν τοῦ ἡλίου προειπεῖν φησι καθ’ οὓς χρόνους συνῆψαν μάχην πρὸς ἀλλήλους Μῆδοί τε καὶ Λυδοὶ βασιλεύοντος Κυαξάρους μὲν τοῦ Ἀστυάγους πατρὸς Μήδων, Ἀλυάττου δὲ τοῦ Κροίσου Λυδῶν. συνᾴδει δὲ αὐτῷ καὶ Ἡρόδοτος ἐν τῇ πρώτῃ. εἰσὶ δὲ οἱ χρόνοι ἀμφὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα. Πυθαγόρας δὲ κατὰ Πολυκράτη τὸν τύραννον περὶ τὴν ἑξηκοστὴν δευτέραν ὀλυμπιάδα εὑρίσκεται. Σόλωνος δὲ ζηλωτὴς Μνησίφιλος ἀναγράφεται, ᾧ Θεμιστοκλῆς συνδιέτριψεν. ἤκμασεν οὖν ὁ Σόλων κατὰ τὴν τεσσαρακοστὴν ἕκτην ὀλυμπιάδα. Ἡράκλειτος γὰρ ὁ Βλύσωνος Μελαγκόμαν τὸν τύραννον ἔπεισεν ἀποθέσθαι τὴν ἀρχήν. οὗτος βασιλέα Δαρεῖον παρακαλοῦντα ἥκειν εἰς Πέρσας ὑπερεῖδεν.

关于开创埃利亚哲学的色诺芬尼,前面已经述及;欧德谟在《天文学史》中说,泰勒斯曾预报过日食,该日食发生于米底人与吕底亚人交战之时,当时阿斯提阿格斯的父亲基阿克萨雷斯统治米底人,克罗伊索斯的父亲阿吕阿忒斯统治吕底亚人。希罗多德在第一卷中也与他一致。这一年代在第五十届奥林匹亚运动会前后。毕达哥拉斯则被确定生活在僭主波利克拉特斯时代,大约在第六十二届奥林匹亚运动会前后。姆涅西菲卢斯被记载为梭伦的拥护者,地米斯托克利曾与他共处;因此梭伦活跃于第四十六届奥林匹亚运动会前后。因为布吕松之子赫拉克利特曾劝说僭主梅朗科马斯放弃权力;此人曾蔑视国王大流士邀请他前往波斯的请求。

语法注5 条
  1. 1.14.62ἐπώνυμοι τῶν τόπων περὶ οὓς διέτριψαν

    ἐπώνυμοι 接属格 τῶν τόπων,表示“以……地方命名的”;关系从句 περὶ οὓς διέτριψαν 说明哲学家们在其中从事哲学研习或活动的处所。

  2. 1.14.62ὥστε εἶναι κατὰ τοὺς πλείστους τὸν Πυθαγόραν βάρβαρον τὸ γένος

    由 ὥστε 引出的结果从句,带有带宾格的动词不定式结构(τὸν Πυθαγόραν εἶναι...)。τὸ γένος 为关系宾格(限定宾格),意为“在族系上/按出身”。

  3. 1.14.63ἀλλ’ ἡ μὲν ἐν Μεταποντίῳ τῆς Ἰταλίας ἡ κατὰ Πυθαγόραν φιλοσοφία ἡ Ἰταλικὴ κατεγήρασεν

    定冠词 ἡ 重复了三次(ἡ μὲν ἐν Μεταποντίῳ..., ἡ κατὰ Πυθαγόραν..., ἡ Ἰταλική),累加修饰主语 φιλοσοφία,表示“在意大利的墨塔庞提翁、由毕达哥拉斯所倡导的那一意大利哲学”。

  4. 1.14.63τοῦτον διαδέχεται Θεόφραστος, ὃν Στράτων, ὃν Λύκων

    省略性连续表达,关系代词宾格 ὃν 指代前面的继承者作为宾语,后续的主格主语(Στράτων, Λύκων)承前省略动词 διαδέχεται,意为“斯特拉同继承了他,吕孔又继承了他”。

  5. 1.14.64πολλαῖς γενεαῖς πρεσβυτέραν

    与格 πολλαῖς γενεαῖς 用作程度与格(差额与格),修饰比较级形容词 πρεσβυτέραν,意为“(比之)古老许多代”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.14.62-1.14.65