← 亚历山太的革利免

杂记

§1.15.69-1.15.70

希腊哲学家对异邦知识的汲取与西比拉

克莱门特列举证据表明毕达哥拉斯、柏拉图、欧多克索斯和德谟克利特等希腊哲学家曾向埃及、巴比伦和波斯等异邦人求教,并述及了有关西比拉预言传统的记载。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15.69

Ἱστορεῖται δὲ Πυθαγόρας μὲν Σώγχιδι τῷ Αἰγυπτίῳ ἀρχιπροφήτῃ μαθητεῦσαι,1 Πλάτων δὲ Σεχνούφιδι τῷ Ἡλιοπολίτῃ, Εὔδοξος δὲ ὁ Κνίδιος Κονούφιδι τῷ καὶ αὐτῷ Αἰγυπτίῳ. ἐν δὲ τῷ περὶ ψυχῆς Πλάτων πάλιν προφητείαν γνωρίζων φαίνεται, προφήτην εἰσάγων τὸν τῆς Λαχέσεως λόγον ἐξαγγέλλοντα πρὸς τὰς κληρουμένας ψυχὰς καὶ προθεσπίζοντα. κἀν τῷ Τιμαίῳ τὸν σοφώτατον Σόλωνα μανθάνοντα εἰσάγει πρὸς τοῦ βαρβάρου. ἔχει δὲ τὰ τῆς λέξεως ὧδε· ὦ Σόλων, Σόλων, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐδείς· οὐ γὰρ ἔχετε μάθημα χρόνῳ πολιόν. Δημόκριτος γὰρ τοὺς Βαβυλωνίους λόγους † ἠθικοὺς πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι κἄστιν ἐπισημήνασθαι παρ’ αὐτοῦ, τάδε λέγει Δημόκριτος γράφοντος. ναὶ μὴν καὶ περὶ αὑτοῦ σεμνυνόμενός φησί που ἐπὶ τῇ πολυμαθίᾳ· ἐγὼ δὲ τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον, καὶ λογίων ἀνθρώπων πλείστων ἐπήκουσα, καὶ γραμμέων συνθέσι μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν, οὐδ’ οἱ Αἰγυπτίων καλεόμενοι Ἁρπεδονάπται, σὺν τοῖς δ’ ἐπὶ πᾶσιν ἐπ’ ἔτε’ ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην. ἐπῆλθε γὰρ Βαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε Μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων. Ζωροάστρην δὲ τὸν Μάγον τὸν Πέρσην ὁ Πυθαγόρας ἐζήλωσεν, καὶ βίβλους ἀποκρύφους τἀνδρὸς τοῦδε οἱ τὴν Προδίκου μετιόντες αἵρεσιν αὐχοῦσι κεκτῆσθαι.

据记载,毕达哥拉斯曾师从埃及的大先知松基斯,柏拉图师从赫利奥波利斯的塞克努菲斯,客尼多斯的欧多克索斯则师从同为埃及人的科努菲斯。在《论灵魂》(即《理想国》卷十)中,柏拉图似乎再次承认预言,引出一位先知向抓阄抽签的灵魂宣示拉刻西斯的话语并预言命运。在《蒂迈欧篇》中,他同样描绘了最智慧的梭伦向异邦人求教的场景。原文措辞如下: “啊,梭伦,梭伦,你们希腊人永远是孩童,希腊人中没有一个老人;因为你们没有随时间而苍老的学问。” 因为德谟克利特将巴比伦的论说纳入了自己的伦理著作;据说他翻译了阿基卡尔的石碑,并将其编入自己的著作中,人们可以从他写下“德谟克利特如是说”中予以识别。不仅如此,他还在某处夸耀自己的博学,谈及自身道: “在我同时代的人中,我游历了最多的土地,探求了最遥远的领域,见识了最多的天候与土地,聆听了最多的博学之士,在带有证明的线条构图上,至今尚无一人胜过我,哪怕是埃及人中所谓的量地引绳者;在这一切之外,我还在异国度过了八十年之久。” 因为他走遍了巴比伦、波斯和埃及,受教于术士和祭司们。毕达哥拉斯效仿了波斯术士琐罗亚斯德,追随普罗迪科斯派别的人则夸耀自己拥有此人的秘籍。

§1.15.70

Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Πυθαγορικῶν συμβόλων Ζαράτῳ τῷ Ἀσσυρίῳ μαθητεῦσαι ἱστορεῖ τὸν Πυθαγόραν (Ἰεζεκιὴλ τοῦτον ἡγοῦνταί τινες, οὐκ ἔστι δέ, ὡς ἔπειτα δηλωθήσεται), ἀκηκοέναι τε πρὸς τούτοις Γαλατῶν καὶ Βραχμάνων τὸν Πυθαγόραν βούλεται. Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο. Ἡράκλειτος γὰρ οὐκ ἀνθρωπίνως φησίν, ἀλλὰ σὺν θεῷ τὸ μέλλον Σιβύλλῃ πεφάνθαι. φασὶ γοῦν ἐν Δελφοῖς παρὰ τὸ βουλευτήριον δείκνυσθαι πέτραν τινά, ἐφ’ ἧς λέγεται καθίζεσθαι τὴν πρώτην Σίβυλλαν ἐκ τοῦ Ἑλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν. ἔνιοι δέ φασιν ἐκ Μαλιέων ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς Ποσειδῶνος. Σαραπίων δὲ ἐν τοῖς ἔπεσι μηδὲ ἀποθανοῦσαν λῆξαι μαντικῆς φησι τὴν Σίβυλλαν, καὶ τὸ μὲν εἰς ἀέρα χωρῆσαν αὐτῆς μετὰ τελευτήν, τοῦτ’ εἶναι τὸ ἐν φήμαις καὶ κληδόσι μαντευόμενον, ἐκ δὲ τοῦ εἰς γῆν μεταβαλόντος σώματος πόας ὡς εἰκὸς ἀναφυείσης, ὅσα ἂν αὐτὴν ἐπινεμηθῇ θρέμματα κατ’ ἐκεῖνον δήπουθεν γενόμενα τὸν τόπον, ἀκριβῆ τὴν διὰ τῶν σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει,2 τὴν δὲ ψυχὴν αὐτῆς εἶναι τὸ ἐν τῇ σελήνῃ φαινόμενον πρόσωπον οἴεται.

亚历山大在《论毕达哥拉斯符号》中记载,毕达哥拉斯曾师从亚述人扎拉塔斯(有些人认为他就是以西结,其实不然,此点随后便当明了),他还声称毕达哥拉斯除这些人之外还受教于加拉太人和婆罗门。漫步学派的克利阿库斯则说自己认识一位曾与亚里士多德交往的犹太人。因为赫拉克利特说,西比拉对未来的揭示并非出于人事,而是与神同在。无论如何,人们说在德尔斐的议事厅旁指认着一块岩石,据说从赫利孔山来到那里、受缪斯抚养的第一位西比拉就曾坐在上面。但有人说她来自马利斯人之中,是波塞冬之女拉米亚的女儿。萨拉皮翁在诗篇中说,西比拉即便死后也未终止预言:死后散入空中的部分,便是借着预兆与吉凶之声发出预言者;他又写道,由化为泥土的尸身自然长出草来,凡身处那个地方并以此为食的牲畜,都会通过内脏向人类预示未来的确凿昭示;而他认为她的灵魂就是显现在月亮上的面庞。

语法注2 条
  1. 1.15.69Σώγχιδι τῷ Αἰγυπτίῳ ἀρχιπροφήτῃ μαθητεῦσαι

    动词 μαθητεύω(作弟子、师从)在此搭配与格补足语(Σώγχιδι ... ἀρχιπροφήτῃ),表示所从学之人。后文的 Σεχνούφιδι 与 Κονούφιδι 同样在承前省略结构中作与格补足语。

  2. 1.15.70ὅσα ἂν αὐτὴν ἐπινεμηθῇ θρέμματα κατ’ ἐκεῖνον δήπουθεν γενόμενα τὸν τόπον, ἀκριβῆ τὴν διὰ τῶν σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει

    在由 γράφει 引导的间接引语中,不定式 προφαίνειν 的逻辑主语是关系从句所修饰的名词 θρέμματα(凡以那草为食的牲畜)。整句意为“凡在彼处食草的牲畜,都会通过内脏向人类展示对未来的确凿昭示”。ἀκριβῆ 为形容词,修饰宾语 δήλωσιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.15.69-1.15.70