← 亚历山太的革利免

杂记

§1.14.59-1.14.61

希腊七贤的名录与其格言

本段论述了关于希腊七贤人选的不同说法以及使徒保罗对异教诗歌的借用,并探讨了七贤格言(如“认识你自己”等)的归属及其精炼的哲学风格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.59

Φασὶ δὲ Ἕλληνες μετά γε Ὀρφέα καὶ Λίνον καὶ τοὺς παλαιοτάτους παρὰ σφίσι ποιητὰς ἐπὶ σοφίᾳ πρώτους θαυμασθῆναι τοὺς ἑπτὰ τοὺς ἐπικληθέντας σοφούς, ὧν τέσσαρες μὲν ἀπὸ Ἀσίας ἦσαν, Θαλῆς τε ὁ Μιλήσιος καὶ Βίας ὁ Πριηνεὺς καὶ Πιττακὸς ὁ Μιτυληναῖος καὶ Κλεόβουλος ὁ Λίνδιος, δύο δὲ ἀπὸ Εὐρώπης, Σόλων τε ὁ Ἀθηναῖος καὶ Χίλων ὁ Λακεδαιμόνιος, τὸν δὲ ἕβδομον οἳ μὲν Περίανδρον εἶναι λέγουσιν1 τὸν Κορίνθιον, οἳ δὲ Ἀνάχαρσιν τὸν Σκύθην, οἳ δὲ Ἐπιμενίδην τὸν Κρῆτα (οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ, λέγων οὕτως· εἶπέν τις ἐξ αὐτῶν ἴδιος προφήτης οὕτως· "Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί·" καὶ ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. ὁρᾷς ὅπως κἂν τοῖς Ἑλλήνων προφήταις δίδωσί τι τῆς ἀληθείας καὶ οὐκ ἐπαισχύνεται πρὸς τε οἰκοδομὴν καὶ πρὸς ἐντροπὴν διαλεγόμενός τινων Ἑλληνικοῖς συγχρῆσθαι ποιήμασι;2 πρὸς γοῦν Κορινθίους, οὐ γὰρ ἐνταῦθα μόνον, περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως διαλεγόμενος ἰαμβείῳ συγκέχρηται τραγικῷ τί μοι ὄφελος; λέγων, εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν. μὴ πλανᾶσθε· "φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί)·" οἳ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον ἐγκατέλεξαν τοῖς ἑπτὰ σοφοῖς, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον. Πλάτων δὲ ἀντὶ Περιάνδρου ὡς ἀναξίου σοφίας διὰ τὸ τετυραννηκέναι ἀντικατατάττει Μύσωνα τὸν Χηνέα.

希腊人说,在奥尔甫斯、利诺斯以及他们之中最古老的诗人们之后,因智慧而首先受到钦慕的是所谓“七贤”。他们中有四位来自亚洲,即米利都的泰勒斯、普里埃内的比阿斯、米蒂利尼的庇塔库斯和林多斯的克莱奥布卢;有两位来自欧洲,即雅典的梭伦和拉刻代蒙的喀隆;至于第七位,有人说是科林斯的佩里安德,有人说是斯基泰人阿纳哈尔西斯,还有人说是克里特人埃庇米尼得斯(使徒保罗在《致提多书》中提到了他,这样说道:“他们自己的一位先知这样说:‘克里特人总是说谎,是恶兽,是又馋又懒的人。’而这见证是真的。”你看,他是怎样把一部分真理赋予希腊人的先知,并且在论辩中为了建立某些人的德行和使之知耻,并不以借用希腊诗作而为耻?例如对哥林多人——因为并非仅在此处——当他论及死者复活时,就借用了一句悲剧的短长格诗行,说道:“对我有什么益处呢?如果死者不复活,‘我们就吃吃喝喝吧,因为明天就要死了。’你们不要受诱惑:‘滥交败坏良德。’”);还有人把阿尔戈斯的阿库西拉奥斯列入七贤,另有人列入叙罗斯的斐瑞居德斯。柏拉图则因为佩里安德曾作僭主、不配得智慧之名,而代之以琛的缪松。

§1.14.60

ὡς μὲν οὖν κάτω που τῆς Μωυσέως ἡλικίας οἱ παρ’ Ἕλλησι σοφοὶ γεγόνασι, μικρὸν ὕστερον δειχθήσεται· ὁ δὲ τρόπος τῆς παρ’ αὐτοῖς φιλοσοφίας, ὡς Ἑβραϊκὸς καὶ αἰνιγματώδης, ἤδη ἐπισκεπτέος. βραχυλογίαν γοῦν ἠσπάζοντο τὴν παραινετικήν, τὴν ὠφελιμωτάτην. αὐτίκα Πλάτων πάλαι διὰ σπουδῆς γεγονέναι τόνδε τὸν τρόπον λέγει, κοινῶς μὲν πᾶσιν Ἕλλησιν, ἐξαιρέτως δὲ Λακεδαιμονίοις καὶ Κρησὶ τοῖς εὐνομωτάτοις. Τὸ μὲν οὖν γνῶθι σαυτὸν οἳ μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ ἐν τῷ περὶ θεῶν Θαλοῦ, Ἀριστοτέλης δὲ τῆς Πυθίας. δύναται δὲ τὴν δὲ τὴν γνῶσιν ἐγκελεύεσθαι μεταδιώκειν.3 οὐκ ἔστι γὰρ ἄνευ τῆς τῶν ὅλων οὐσίας εἰδέναι τὰ μέρη·4 δεῖ δὴ τὴν γένεσιν τοῦ κόσμου πολυπραγμονῆσαι, δι’ ἧς καὶ τὴν τοῦ ἀνθρώπου φύσιν καταμαθεῖν ἐξέσται.

希腊人中的贤士们生活在摩西时代之后的某个时期,这一点稍后将会证明;但他们那里的哲学方式,因具有希伯来性质和谜语般的特征,现在必须予以考察。事实上,他们崇尚那种劝诫性的、最为有益的精炼言辞。例如柏拉图说,这种方式古已有之,受到热切追求,普遍见于所有希腊人,尤其是法律最严明的拉刻代蒙人和克里特人。 那么,“认识你自己”这一格言,有人认为是喀隆的,但卡迈莱翁在《论诸神》中归于泰勒斯,亚里士多德则归于皮提亚神谕。这也可以理解为是在敦促人去追求知识。因为脱离万物的本质,就不可能认识各部分;因此必须探究宇宙的起源,借此也才能够彻底理解人的本性。

§1.14.61

πάλιν αὖ Χίλωνι τῷ Λακεδαιμονίῳ ἀναφέρουσι τὸ μηδὲν ἄγαν· Στράτων δὲ ἐν τῷ περὶ εὑρημάτων Σωδάμῳ τῷ Τεγεάτῃ προσάπτει τὸ ἀπόφθεγμα, Δίδυμος δὲ Σόλωνι αὐτὸ ἀνατίθησιν, ὥσπερ ἀμέλει Κλεοβούλῳ τὸ μέτρον ἄριστον. τὸ δ’ ἐγγύα, πάρα δ’ ἄτα Κλεομένης μὲν ἐν τῷ περὶ Ἡσιόδου Ὁμήρῳ φησὶ προειρῆσθαι διὰ τούτων· "δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι·" οἳ δὲ περὶ Ἀριστοτέλη Χίλωνος αὐτὸ νομίζουσι, Δίδυμος δὲ Θαλοῦ φησιν εἶναι τὴν παραίνεσιν. ἔπειτα ἑξῆς τὸ πάντες ἄνθρωποι κακοὶ ἢ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοὶ (διχῶς γὰρ ἐκφέρεται τὸ αὐτὸ ἀπόφθεγμα) οἱ περὶ Σωτάδαν τὸν Βυζάντιον Βίαντος λέγουσιν εἶναι, καὶ τὸ μελέτη πάντα καθαιρεῖ Περιάνδρου τυγχάνειν βούλονται, ὁμοίως δὲ τὴν γνῶθι καιρὸν παραίνεσιν Πιττακοῦ καθεστάναι. ὁ μὲν οὖν Σόλων Ἀθηναίοις, Πιττακὸς δὲ Μιτυληναίοις ἐνομοθέτησαν. ὀψὲ δὲ Πυθαγόρας ὁ Φερεκύδου γνώριμος φιλόσοφον ἑαυτὸν πρῶτος ἀνηγόρευσεν.

人们再次把“凡事勿过度”归于拉刻代蒙人喀隆;但斯特拉同在《论发明》中把这句格言附于忒革亚的索达穆斯,而迪杜穆斯则将其归于梭伦,正如他理所当然地把“中庸至上”归于克莱奥布卢一样。至于“作保则祸患临近”,克莱奥梅内斯在《论赫西俄德》中说荷马已通过这些诗句预先道出:“替卑劣之人作保,其保必定祸患无穷”;但亚里士多德学派的人认为它是喀隆的,迪杜穆斯则说这一劝诫属于泰勒斯。随后,“人皆邪恶”或“多数人邪恶”(因为同一句格言有两种传述方式),拜占庭的索塔达斯周围的人说是比阿斯的;而他们主张“勤奋征服一切”当属于佩里安德,同样主张“识时务”这一劝诫出自庇塔库斯。于是梭伦为雅典人立法,庇塔库斯为米蒂利尼人立法。后来,斐瑞居德斯的弟子毕达哥拉斯首先宣称自己是“爱智者”。

语法注4 条
  1. 1.14.59τὸν δὲ ἕβδομον οἳ μὲν Περίανδρον εἶναι λέγουσιν

    在句法上,τὸν δὲ ἕβδομον 作为提前宾语(prolepsis),在结构上充当不定式 εἶναι 的主语,但紧接着插入了主句结构 οἳ μὲν ... λέγουσιν,形成了混构句(anacoluthon)。句意相当于“至于第七位,有人说是佩里安德”。

  2. 1.14.59οὐκ ἐπαισχύνεται πρὸς τε οἰκοδομὴν καὶ πρὸς ἐντροπὴν διαλεγόμενός τινων Ἑλληνικοῖς συγχρῆσθαι ποιήμασι;

    动词 ἐπαισχύνεται 后接不定式 συγχρῆσθαι 作宾语(意为“不以……为耻”)。分词 διαλεγόμενος 作状语(意为“在论辩时”)。介词短语 πρὸς ... οἰκοδομὴν καὶ πρὸς ἐντροπὴν 表示目的,并隔着分词支配客观属格 τινων(“为了建立某些人的德行和使之羞愧”)。

  3. 1.14.60δύναται δὲ τὴν δὲ τὴν γνῶσιν ἐγκελεύεσθαι μεταδιώκειν.

    δύναται 的主语是前文引用的格言(τὸ γνῶθι σαυτόν)。动词 δύναται 在此处具有“意思是/可解释为”的引申用法,支配不定式 ἐγκελεύεσθαι(含有命令/敦促之意),其后又支配不定式 μεταδιώκειν(“追求知识”)。

  4. 1.14.60οὐκ ἔστι γὰρ ἄνευ τῆς τῶν ὅλων οὐσίας εἰδέναι τὰ μέρη

    无人称句式 οὐκ ἔστιν 搭配不定式 εἰδέναι,表示“不可能知道”。介词短语 ἄνευ τῆς τῶν ὅλων οὐσίας(“脱离整体/万物的本质”)起条件限定作用,τὰ μέρη 为 εἰδέναι 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.14.59-1.14.61