← 亚历山太的革利免

杂记

§1.13.57-1.13.58

真理的单一性与割裂知识的重新整合

作者指出真理唯一,而各哲学派别却将真理的碎片夸耀为全貌;唯有将割裂的知识重新整合为一个完整道体的人,才是真正的知者,并以经文佐证这一观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13.57

Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν·1 φωτὸς δ’, οἶμαι, ἀνατολῇ πάντα φωτίζεται. ξύμπαντες οὖν Ἕλληνές τε καὶ βάρβαροι, ὅσοι τἀληθοῦς ὠρέχθησαν, οἳ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἂν δειχθεῖεν.2 ὁ γοῦν αἰὼν τοῦ χρόνου τὸ μέλλον καὶ τὸ ἐνεστός, ἀτὰρ δὴ καὶ τὸ παρῳχηκὸς ἀκαριαίως συνίστησι, πολὺ δὲ πλέον δυνατωτέρα τοῦ αἰῶνος ἡ ἀλήθεια συναγαγεῖν τὰ οἰκεῖα σπέρματα, κἂν εἰς τὴν ἀλλοδαπὴν ἐκπέσῃ γῆν. πάμπολλα γὰρ τῶν παρὰ ταῖς αἱρέσεσι δοξαζομένων εὕροιμεν ἄν (ὅσαι μὴ τέλεον ἐκκεκώφηνται μηδὲ ἐξετμήθησαν τὴν φυσικὴν ἀκολουθίαν, καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον),3 εἰ καὶ ἀλλήλοις ἀνόμοια εἶναι δοκεῖ, τῷ γένει γε καὶ ὅλῃ τῇ ἀληθείᾳ ὁμολογοῦντα· ἢ γὰρ ὡς μέλος ἢ ὡς μέρος ἢ ὡς εἶδος ἢ ὡς γένος εἰς ἕν συνάπτεται. ἤδη δὲ καὶ ἡ ὑπάτη ἐναντία τῇ νεάτῃ οὖσα. ἀλλ’ ἄμφω γε ἁρμονία μία, ἔν τε ἀριθμοῖς ὁ ἄρτιος τῷ περιττῷ διαφέρεται, ὁμολογοῦσι δὲ ἄμφω τῇ ἀριθμητικῇ, ὡς τῷ σχήματι ὁ κύκλος καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον καὶ ὅσα τῶν σχημάτων ἀλλήλων διενήνοχεν. ἀτὰρ καὶ ἐν τῷ κόσμῳ παντὶ τὰ μέρη σύμπαντα, κἂν διαφέρηται πρὸς ἄλληλα, τὴν πρὸς τὸ ὅλον οἰκειότητα διαφυλάττει. οὕτως οὖν ἥ τε βάρβαρος ἥ τε Ἑλληνικὴ φιλοσοφία τὴν ἀίδιον ἀλήθειαν σπαραγμόν τινα, οὐ τῆς Διονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται.4 ὁ δὲ τὰ διῃρημένα συνθεὶς αὖθις καὶ ἑνοποιήσας τέλειον τὸν λόγον ἀκινδύνως εὖ ἴσθ’ ὅτι κατόψεται τὴν ἀλήθειαν.

因此,真理既然是唯一的(因为虚妄有着无数的歧途),正如巴克科斯的女信徒们撕碎彭透斯的肢体一样,无论是蛮族还是希腊哲学的各派别,都各自夸耀自己所得的那一份就是全部的真理;但我认为,曙光一升起,万物皆蒙照亮。因此,所有渴望真理的希腊人与蛮族人——有的得之不少,有的若确实有所得,也得其一部分——或皆可被证明拥有真理之道。无论如何,永恒于一瞬之间凝聚了时间的未来、现在乃至过去;但真理比永恒更有能力召集其自有的种子,哪怕这些种子散落到了异乡的土地上。因为在各派别的教条之中(只要不是完全充耳不闻,也不是如深闺妇女阉割男子那样截断道、斩断自然的联系),即便彼此看似各异,我们仍能发现极多的内容在种属上并与整个真理相合;因为它们或作为肢体,或作为部分,或作为种(形态),或作为属,结合归于一体。恰如最低音与最高音相对立,但二者同为一种和声;在数字中偶数虽有别于奇数,但二者皆符合算术;如同在图形中圆形、三角形、正方形以及彼此各异的几何图形皆是如此。而且在整个宇宙中,一切部分即便彼此相异,亦保持着与整体的亲和关联。因此,无论是蛮族哲学还是希腊哲学,都使永恒的真理经历了一种碎身撕裂,但这不是狄奥尼索斯神话的撕裂,而是恒在之道的神学的撕裂。请确信:凡将分裂之物重新拼合、使道完满归一的人,必能毫无危险地洞见真理。

§1.13.58

γέγραπται γοῦν ἐν τῷ Ἐκκλησιαστῇ· καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ δὴ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καὶ ἡ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων. ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως. ὁ δὲ τῆς παντοδαπῆς σοφίας ἔμπειρος, οὗτος κυρίως ἂν εἴη γνωστικός. αὐτίκα γέγραπται· περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ’ αὐτῆς. πάλιν τε αὖ βεβαιοῖ σαφέστερον τὰ εἰρημένα ἥδε ἡ ῥῆσις· πάντα ἐνώπια τοῖς νοοῦσι (τὰ δὲ πάντα Ἑλληνικά ἐστι καὶ βαρβαρικά, θάτερα δὲ οὐκέτι πάντα), ὀρθὰ δὲ τοῖς βουλομένοις ἀπενέγκασθαι αἴσθησιν. ἀνθαιρεῖσθε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον, ἀνθαιρεῖσθε δὲ καὶ αἴσθησιν χρυσίου καθαροῦ· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.

传道书中诚然记着: “我比所有在我之前居于耶路撒冷的人更加添了智慧;我的心看见了许多事,我认识了智慧和知识、比喻与见识。因为这也是心灵的意图,因为智慧丰盛,知识也丰盛。” 而谙熟各样智慧的人,才真正算得上是属灵的知者。紧接着又写道: “智慧知识的充沛,必使常随她身边的人得生。” 此外,下面这段话更为清晰地证实了所说的内容: “在明理之人眼前,一切皆显明”(而这“一切”既包括希腊的也包括蛮族的,若仅居其一便不再是“一切”),“在愿得觉察力的人看来,一切皆正直。你们当选择教训,莫选白银;选择知识,胜于精金;当选择觉察力,胜于纯金。因为智慧胜过珍宝,一切可喜悦之物都不足与她相比。”

语法注4 条
  1. 1.13.57καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν

    本句句式为主谓倒装及部分同格(partitive apposition):主句复数主语 αἱ... αἱρέσεις 置于比喻从句 καθάπερ... μέλη 之后,随后被单数主语 ἑκάστη 分配性地接引,谓语动词 αὐχεῖ 因而配合 ἑκάστη 采用第三人称单数。

  2. 1.13.57οἳ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἂν δειχθεῖεν

    此处是由 ἄν 加希求法(δειχθεῖεν ἄν,表潜在)与补充分词 ἔχοντες 构成的被动结构,意为“可被证明拥有……”。前面的 ξύμπαντες... Ἕλληνές τε καὶ βάρβαροι 通过部分同格 οἳ μὲν ... οἳ δὲ ... 展开,οὐκ ὀλίγα 与 μέρος τι 作分词 ἔχοντες 的直接宾语,τοῦ τῆς ἀληθείας λόγου 则作部分属格(partitive genitive)。

  3. 1.13.57καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον

    此处是比喻(καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες)与指责各派行为的分词短语(ἀποκοψάμεναι τὸν λόγον)相互交织的紧缩结构。中动相分词 ἀποκοψάμεναι 支配直接宾语 τὸν λόγον,而 τὸν ἄνδρα 与之构成喻体与本体的对应,形象地表示如后宫女子阉割男子一般“割去了道/理性”。

  4. 1.13.57τὴν ἀίδιον ἀληθειαν σπαραγμόν τινα, οὐ τῆς Διονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται

    动词 πεποίηται 采用双重宾格结构:τὴν ἀίδιον ἀλήθειαν 为直接宾语,σπαραγμόν τινα 为宾语补足语(“使永恒的真理经历了一种碎身撕裂”)。随后的属格短语(οὐ τῆς Διονύσου μυθολογίας...)充当 σπαραγμόν 的限定修饰成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.13.57-1.13.58