- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.12.55-1.12.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出神圣智慧乃是奥秘,必须对愚钝无知之大众隐匿,受众自身亦需得蒙洁净;进而阐明了在著述中将真理分散播撒的策略,以避开浅薄轻慢之人,仅向真正合资格的求道者结出硕果。
Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη γοῦν καὶ Ἡσαΐας ὁ προφήτης πυρὶ καθαίρεται τὴν γλῶτταν, ὡς εἰπεῖν δυνηθῆναι τὴν ὅρασιν, καὶ οὐδὲ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὰς ἀκοὰς ἁγνίζεσθαι προσήκει ἡμῖν, εἴ γε τῆς ἀληθείας μεθέκται εἶναι πειρώμεθα. ταῦτα ἦν ἐμποδὼν τοῦ γράφειν ἐμοί,1 καὶ νῦν ἔτι εὐλαβῶς ἔχω, ᾗ φησιν, ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας βάλλειν, μή ποτε καταπατήσωσι τοῖς ποσὶ καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. χαλεπὸν γὰρ τοὺς περὶ τοῦ ἀληθινοῦ φωτὸς καθαροὺς ὄντως καὶ διαυγεῖς ἐπιδεῖξαι λόγους ἀκροατῶν τοῖς ὑώδεσί τε καὶ ἀπαιδεύτοις·2 σχεδὸν γὰρ οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα, οὐδ’ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ ἐνθουσιαστικώτερα.
又因在体悟到道之崇高伟大的人看来,传授并非凡俗、普传之物,故而必须隐藏起神之子所教导的“在奥秘中所讲的智慧”。诚然,先知以赛亚也曾被火洁净了舌头,以便能够讲出异象;而如果我们切实力图成为真理的分享者,那么不仅是舌头,连我们的听觉也理当受到圣化。这些事曾是我写作的阻碍,而至今我仍旧小心谨慎,正如他所说的,切莫“把珍珠丢在猪前,恐怕它们用脚践踏,并且转过来撕碎你们”。因为要把关于真实之光的、确系纯洁而透明的言语显明给听众中那些如猪般愚顽且未经教导的人,实非易事;因为对大众而言,几乎再没有比这些更可笑的听闻了,而反过来,对天资聪颖者而言,也再没有比这些更令人惊奇、更令人心生神圣激情的了。
ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ μωρία γὰρ αὐτῷ ἐστιν. σοφοὶ δὲ οὐκ ἐκφέρουσιν ἐκ στόματος, ἃ διαλογίζονται ἐν συνεδρίῳ. ἀλλ’ ὃ ἀκούετε εἰς τὸ οὖς, φησὶν ὁ κύριος, κηρύξατε ἐπὶ τῶν δωμάτων, τὰς ἀποκρύφους τῆς ἀληθοῦς γνώσεως παραδόσεις ὑψηλῶς καὶ ἐξόχως ἑρμηνευομένας ἐκδέχεσθαι κελεύων, καὶ καθάπερ ἠκούσαμεν εἰς τὸ οὖς, οὕτω καὶ παραδιδόναι οἷς δέον, οὐχὶ δὲ πᾶσιν ἀνέδην ἐκδιδόναι τὰ ἐν παραβολαῖς εἰρημένα πρὸς αὐτοὺς παραγγέλλων. ἀλλ’ ἔστι τῷ ὄντι ἡ τῶν ὑπομνημάτων ὑποτύπωσις † ὅσα διασποράδην καὶ διερριμμένως ἐγκατεσπαρμένην ἔχουσι τὴν ἀλήθειαν, ὅπως ἂν λάθοι τοὺς δίκην κολοιῶν σπερμολόγους. ἐπὰν δὲ ἀγαθοῦ τύχῃ γεωργοῦ, ἐκφύσεται ἕκαστον αὐτῶν καὶ τὸν πυρὸν ἀναδείξει.
“然而属血气的人不接受神圣灵的事,因为在他看为愚拙。”智者也不将他们在会堂中商议之事宣之于口。反之,主说:“你们附耳所听的,要在房顶上宣扬出来”,这是吩咐人应当领受那以崇高而卓绝之法所阐释的真实知识的隐秘传授,并且正如我们附耳所听的那样,同样传授给所当传授的人,更是告诫人切不可把在比喻中向他们所说的事毫无拘束地向所有人全盘抛出。但事实上,备忘录的纲要乃是将真理零星分散地播植其间,好叫它避开那些如同寒鸦般啄食种子之徒;然而一旦遇到优秀的农夫,其中的每一个都将抽芽,展现出麦子。
- 1.12.55ἐμποδὼν τοῦ γράφειν ἐμοί
副词 ἐμποδών(作为妨碍)连带与格 ἐμοί(对我而言),并支配带有冠词的不定式属格 τοῦ γράφειν(写作),在此充当表示阻碍对象的属格结构。
- 1.12.55ἀκροατῶν τοῖς ὑώδεσί τε καὶ ἀπαιδεύτοις
名词化的与格形容词短语 τοῖς ὑώδεσί τε καὶ ἀπαιδεύτοις(那些如猪般愚钝且未经教导的人)充当不定式 ἐπιδεῖξαι 的间接宾语,前置的属格 ἀκροατῶν(听众之中)作其部分属格。
