- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.11.52-1.11.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引保罗书信,将执着于世俗元素与享乐的哲学斥为幼童般的未成熟状态,论证依循基督的真正哲学、成熟的分辨力以及植根于爱心的真知。
ὡς οὖν παρελάβετε Ἰησοῦν Χριστὸν τὸν κύριον. ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει, πειθὼ δὲ ἡ βεβαίωσις τῆς πίστεως· βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν ἀπὸ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, τῆς ἀναιρούσης τὴν πρόνοιαν, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων· ἡ γὰρ κατὰ τὴν θείαν παράδοσιν φιλοσοφία ἵστησι τὴν πρόνοιαν καὶ βεβαιοῖ, ἧς ἀναιρεθείσης μῦθος ἡ περὶ τὸν σωτῆρα οἰκονομία φαίνεται, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστὸν φερομένων ἡμῶν.1 ἡ γὰρ ἀκόλουθος Χριστῷ διδασκαλία καὶ τὸν δημιουργὸν ἐκθειάζει καὶ τὴν πρόνοιαν μέχρι τῶν κατὰ μέρος ἄγει καὶ τρεπτὴν καὶ γενητὴν οἶδεν τὴν τῶν στοιχείων φύσιν καὶ πολιτεύεσθαι εἰς δύναμιν ἐξομοιωτικὴν τῷ θεῷ διδάσκει καὶ τὴν οἰκονομίαν ὡς ἡγεμονικὸν τῆς ἁπάσης προσίεσθαι παιδείας. στοιχεῖα δὲ σέβουσι Διογένης μὲν τὸν ἀέρα, Θαλῆς δὲ τὸ ὕδωρ, Ἵππασος δὲ τὸ πῦρ, καὶ οἱ τὰς ἀτόμους ἀρχὰς ὑποτιθέμενοι, φιλοσοφίας ὄνομα ὑποδυόμενοι, ἄθεοί τινες ἀνθρωπίσκοι καὶ φιλήδονοι.
“因此,你们既然接受了主耶稣基督,就当在祂里面行事为人,在祂里面生根建造,在信仰中得以确固。”信仰的确证便是确信。“你们要谨慎,恐怕有人”借着“哲学和虚空的妄言”——即取消摄理的妄言——“照着人的传统”,将你们从信仰中、从对基督的信仰中“掳去”。因为依循神圣传统的哲学确立并坚固了摄理;若摄理被取消,关于救主的经纶便看似神话,而我们便会“照着世上的小学,不照着基督被卷走”。因为遵循基督的教导既推崇造物主,又将摄理延伸至具体各部,知晓诸元素的本性是可变且受造的,教导人生活为人以求获得使人同化于神的能力,以及将经纶视作整个教育的主导原则而加以接纳。然而他们敬奉诸元素——狄奥根尼敬奉空气,泰勒斯敬奉水,希帕索斯敬奉火,而那些假定原子为始基的人借着哲学的名义作掩护,不过是一群无神且贪图享乐的小人。
διὰ τοῦτο προσεύχομαι, φησίν, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα· ἐπεὶ ὅτε ἦμεν νήπιοι, φησὶν ὁ αὐτὸς ἀπόστολος, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. ὁ δὲ νήπιος, κἂν κληρονόμος ᾖ, οὐδὲν δούλου διαφέρει ἄχρι τῆς προθεσμίας τοῦ πατρός. νήπιοι οὖν καὶ οἱ φιλόσοφοι, ἐὰν μὴ ὑπὸ τοῦ Χριστοῦ ἀπανδρωθῶσιν. εἰ γὰρ οὐ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας, ἀλλὰ γοῦν σπέρμα ἐστὶν Ἀβραάμ, τὸ μὴ ἐξ ἐπαγγελίας τὸ ἴδιον εἰληφὸς δωρεάν. τελείων δέ ἐστιν ἡ στερεὰ τροφή τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων2 πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος ὤν καὶ μηδέπω ἐπιστάμενος τὸν λόγον καθ’ ὅν πεπίστευκέ τε καὶ ἐνεργεῖ, μηδὲ ἀποδοῦναι δυνάμενος τὴν αἰτίαν ἐν αὑτῷ. πάντα δὲ δοκιμάζετε, ὁ ἀπόστολός φησι, καὶ τὸ καλὸν κατέχετε, τοῖς πνευματικοῖς λέγων τοῖς ἀνακρίνουσι πάντα κατὰ ἀλήθειαν τὰ λεγόμενα, πότερον δοκεῖ ἢ ὄντως ἔχεται τῆς ἀληθείας.
他说:“我为此祈求,使你们的爱心在知识和各样分辨力上多而又多,使你们能分别是非。”因为同一位使徒说:“我们作孩童的时候,是在世俗的小学之下受奴役的。孩童虽然是承受产业的,但在父亲所预定的时候来到之前,与奴仆毫无分别。”因此,哲学家们若不被基督引领进入成年,也同样是孩童。因为即使“婢女的儿子不可与自主妇人的儿子同受产业”,但他终究是亚伯拉罕的后裔,虽然不是凭着应许,却也白白地得到了属于自己的份。 “惟独坚固的食物是给成熟之人的,就是他们的感官因着操练而熟练,能分辨善恶了。因为凡只能吃奶的,都不熟练仁义的道理”,因为他是婴孩,尚未明白自己所信奉并赖以行事的理据,也不能在自身之内陈述其缘由。使徒说:“凡事要察验,善美的要持守”,这是对属灵的人说的,即对那些按真理辨别一切所说之事、明察其究竟是貌似真理还是确与真理相连的人说的。
παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, καὶ αἱ πληγαὶ καὶ οἱ ἔλεγχοι διδόασι παιδείαν σοφίας, οἱ μετ’ ἀγάπης δηλονότι ἔλεγχοι· καρδία γὰρ εὐθεῖα ἐκζητεῖ γνῶσιν, ὅτι ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον. καὶ γνώσομαι, φησίν, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, τοὺς δοκησισόφους καὶ οἰομένους εἶναι, οὐκ ὄντας δὲ σοφοὺς ἐπιρραπίζων γράφει. οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, τῷ ἀληθεῖ. ἀλλὰ καθ’ ὑπόληψιν πιθανῷ, ἐν δυνάμει δὲ εἶπεν·3 μόνη γὰρ ἡ ἀλήθεια δυνατή. καὶ πάλιν· εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὸ δεῖ γνῶναι· οὐ γάρ ποτε ἡ ἀλήθεια οἴησις, ἀλλ’ ἡ μὲν ὑπόληψις τῆς γνώσεως φυσιοῖ καὶ τύφου ἐμπίπλησιν, οἰκοδομεῖ δὲ ἡ ἀγάπη, μὴ περὶ τὴν οἴησιν, ἀλλὰ περὶ τὴν ἀλήθειαν ἀναστρεφομένη. ὅθεν εἴ τις ἀγαπᾷ, οὗτος ἔγνωσται λέγει.
“未经检验的管教必致迷失,责打与规劝却赐予智慧的管教”——显而易见,是指伴随着爱心的规劝;“因为正直的心寻求知识,因寻求神的人必寻见伴随着公义的知识,而按正道寻求祂的人寻得了平安。”他说:“我所要知道的,不是那些自高自大之人的言语,而是他们的权能”;他如此写,乃是责备那些自命有智慧、自以为是而实则不具智慧的人。〔使徒〕说:“因为神的国不在乎言语”——并非〔指〕真实的言语,而是〔指〕依凭臆想而具说服力的言语——“乃在乎权能”;因为唯有真理具有权能。他又说:“若有人自以为知道什么,按他所当知道的,他仍是不知道。”因为真理决非自负,而关于知识的臆想却使人“自高自大”,令人充满虚妄,惟有“爱心能造就人”,它不是围绕着自负,而是围绕着真理行事。因此他说:“若有人爱,这人乃是蒙认识的。”
- 1.11.52ἧς ἀναιρεθείσης μῦθος ἡ περὶ τὸν σωτῆρα οἰκονομία φαίνεται, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστὸν φερομένων ἡμῶν
主句(μῦθος ἡ περὶ τὸν σωτῆρα οἰκονομία φαίνεται)夹在两个独立属格结构(ἧς ἀναιρεθείσης 与 φερομένων ἡμῶν)之间的重叠构造。关系代词 ἧς 指代前文的 πρόνοια(“若摄理被取消”),而后续的独立属格 φερομένων ἡμῶν 则表示伴随的状况或结果(“我们若随世俗小学被卷走”)。
- 1.11.53τελείων δέ ἐστιν ἡ στερεὰ τροφή τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων
τελείων 为表语性质的属格(“属于成熟之人”)。随后的分词短语 τῶν ... ἐχόντων 为与 τελείων 同格的属格,展开了长修饰成分。动词 ἔχω 与完成时被动分词 γεγυμνασμένα 构成迂说法,强调感官处于受过严格操练的持久状态。
- 1.11.54οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ , τῷ ἀληθεῖ. ἀλλὰ καθ’ ὑπόληψιν πιθανῷ, ἐν δυνάμει δὲ εἶπεν
作者在保罗引文(哥林多前书 4:20)中插入了解释性词句的紧缩结构。τῷ ἀληθεῖ 与 καθ’ ὑπόληψιν πιθανῷ 修饰前面的 λόγῳ,阐明使徒否定的不是真实的言语,而是凭主观臆想具说服力的言语;随后通过 ἐν δυνάμει 与谓语动词 εἶπεν 形成对比。
