← 亚历山太的革利免

杂记

§1.11.50-1.11.51

摒弃世俗智慧与坚固信仰的真正探索

作者引用使徒保罗与圣经经文,摒弃世俗智慧与诡辩烦琐,批判否认摄理与造物主的哲学派别,并主张当进行旨在坚固信仰的真正探索与静观。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11.50

Αὕτη οὖν ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν, καὶ τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι.1 μηδεὶς τοίνυν καυχάσθω ἐν ἀνθρωπίνῃ προανέχων διανοίᾳ. εὖ γάρ τοι ἐν τῷ Ἱερεμίᾳ γέγραπται· μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιέναι καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει κύριος. ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς, ὁ ἀπόστολός φησιν, ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει θεοῦ. ὁ γὰρ πνευματικὸς ἀνακρίνει πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. ἐπαΐω δὲ κἀκείνων αὐτοῦ· ταῦτα δὲ λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ μηδὲ ὑπεισέρχηται ὁ συλαγωγῶν. καὶ πάλιν· βλέπετε οὖν μή τις ἔσται ὑμᾶς ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν; φιλοσοφίαν μὲν οὐ πᾶσαν, ἀλλὰ τὴν Ἐπικούρειον, ἧς καὶ μέμνηται ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ὁ Παῦλος, διαβάλλων,2 πρόνοιαν ἀναιροῦσαν καὶ ἡδονὴν ἐκθειάζουσαν, καὶ εἰ δή τις ἄλλη τὰ στοιχεῖα ἐκτετίμηκεν μὴ ἐπιστήσασα τὴν ποιητικὴν αἰτίαν τούτοις, μηδὲ ἐφαντάσθη τὸν δημιουργόν.

因此,“这世上的智慧在神看是愚拙”,并且主“知道这些智慧人的意念是虚妄的”。所以,谁也不当以在人的心思中高抬自己而自夸。因为耶利米书确实写得好:“智慧人不要因他的智慧夸口,勇士不要因他的勇力夸口,财主不要因他的财物夸口;夸口的却要因这件事夸口,就是明白并认识我是耶和华,是在地上施行慈爱、公平和公义的主,因为我喜悦这些事;这是耶和华说的。”使徒说:“叫我们不指靠自己,只指靠那叫死人复活的神;祂曾救我们脱离那极大的死亡,叫我们的信不在乎人的智慧,只在乎神的大能。因为属灵的人能看透万事,却没有一人能看透他。”我也听从他的这些话:“我说这话,免得有人用花言巧语欺骗你们”,也不叫“掳掠人的”潜入。他又说:“所以你们要谨慎,恐怕有人用哲学和虚空的妄言,照着人的传统,照着世上的小学,不照着基督,把你们掳去。” 使徒所驳斥的并非一切哲学,而是保罗在《使徒行传》中亦提及的伊壁鸠鲁派哲学——它取消了摄理并将享乐奉若神明;使徒所驳斥的,还包括任何未将动力因置于诸元素之上、亦未曾构想出造物主而过分推崇诸元素的其他哲学。

§1.11.51

ἀλλὰ καὶ οἱ Στωϊκοί, ὧν καὶ αὐτῶν μέμνηται, σῶμα ὄντα τὸν θεὸν διὰ τῆς ἀτιμοτάτης ὕλης πεφοιτηκέναι λέγουσιν, οὐ καλῶς. παράδοσιν δὲ ἀνθρωπίνην τὴν λογικὴν τερθρείαν λέγει. διὸ κἀκεῖνα ἐπιστέλλει· τὰς νεωτέρας ζητήσεις φεύγετε· μειρακιώδεις γὰρ αἱ τοιαῦται φιλονεικίαι. ἀρετὴ δὲ οὐ φιλομειράκιον, ὁ φιλόσοφος λέγει Πλάτων· καὶ τὸ ἀγώνισμα ἡμῶν κατὰ τὸν Λεοντῖνον Γοργίαν διττῶν ἀρετῶν δεῖται, τόλμης καὶ σοφίας· τόλμης μὲν τὸ κίνδυνον ὑπομεῖναι, σοφίας δὲ τὸ αἴνιγμα γνῶναι. ὁ γάρ τοι λόγος καθάπερ τὸ κήρυγμα τὸ Ὀλυμπίασι καλεῖ μὲν τὸν βουλόμενον, στεφανοῖ δὲ τὸν δυνάμενον. Ἀκίνητον μὲν οὖν πρὸς ἀλήθειαν καὶ τῷ ὄντι ἀργὸν οὐ βούλεται εἶναι τὸν πιστεύσαντα ὁ λόγος· ζητεῖτε γὰρ καὶ εὑρήσετε λέγει, ἀλλὰ τὴν ζήτησιν εἰς εὕρεσιν περαιοῖ, τὴν κενὴν ἐξελάσας φλυαρίαν, ἐγκρίνων δὲ τὴν ὀχυροῦσαν τὴν πίστιν ἡμῖν θεωρίαν. τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ, φησὶν ὁ ἀπόστολος, διακρίνειν δηλονότι τὰ ὑπ’ αὐτῶν λεγόμενα μεμαθηκόσι καὶ ἀπαντᾶν πρὸς τὰ ἐπιφερόμενα δεδιδαγμένοις.3

而且,使徒同样提到的斯多亚派学者亦不妥当地宣称,神作为形体,周流贯穿于最卑劣的物质之中。使徒所言的“人的传统”,乃是指逻辑上的诡辩与烦琐推求。因此他亦写信劝诫道:“要远避年轻人的辩难”;因为这种好胜的争端纯属幼稚。哲学家柏拉图说:“美德并非耽于少年之物”;而依照莱翁蒂尼的高尔吉亚所言,我们的“竞赛需要两样美德,即勇敢与智慧:勇敢是为了承担危险,智慧则是为了通晓谜题。”因为道恰如“在奥林匹亚”所作的宣告,召唤一切有意愿之人,却只为有能力之人加冕。 因此,道并不愿信徒对于真理麻木不仁、全然无所作为;因为道说“你们寻找,就必寻见”,但它在逐出虚妄的空谈、准纳那能坚固我们信仰的静观的同时,引导寻找达于寻见。使徒说:“我说这话,免得有人用花言巧语欺骗你们”,显而易见,这正是针对那些已经学会辨识彼等言论、并受过教导能迎击所抛出责难之人而言的。

语法注3 条
  1. 1.11.50τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι

    前置先取句式(prolepsis):本应在从属从句中作主语的名词短语 τοὺς διαλογισμούς 被提前置于主句动词 γινώσκει 的直接宾语位置。句意上等同于“主知道这些智慧人的意念是虚妄的”。

  2. 1.11.50φιλοσοφίαν μὲν οὐ πᾶσαν, ἀλλὰ τὴν Ἐπικούρειον, ἧς καὶ μέμνηται ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ὁ Παῦλος, διαβάλλων

    阳性主格分词 διαβάλλων 缺乏限定动词,构成破格句式(anacoluthon)。紧承前文所引述的使徒保罗之语,此处承前省略了主语“使徒”,句意为“使徒并非驳斥一切哲学,而是驳斥伊壁鸠鲁派哲学……”。

  3. 1.11.51διακρίνειν δηλονότι τὰ ὑπ’ αὐτῶν λεγόμενα μεμαθηκόσι καὶ ἀπαντᾶν πρὸς τὰ ἐπιφερόμενα δεδιδαγμένοις

    与格复数完成时分词 μεμαθηκόσι 与 δεδιδαγμένοις 充当间接宾语或关涉与格,用以指明使徒这番话(φησὶν ὁ ἀπόστολος)所针对的对象(即受众或信徒):即“对那些已经学会分辨彼等之言、并受过教导去应对挑衅之人而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.11.50-1.11.51