← 亚历山太的革利免

杂记

§1.1.8-1.1.10

凭信心的领受与教师及著述者的态度

作者告诫不可向未有准备之人轻率传授教义,论证信心乃是领受神圣言论的根基。他进一步对比了口传教导者与著述作者的态度,强调不求世俗报偿并唤醒灵魂内在火种的教化意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.8

οὔκουν οὐδὲ ἀπὸ συγκρίσεως τὸ δοκίμιον ποιεῖσθαι τοῖς ἀκροωμένοις ἐπιτρεπτέον οὐδὲ εἰς ἐξέτασιν ἔκδοτον παραδοτέον τὸν λόγον τοῖς ἐντεθραμμένοις λόγων παντοδαπῶν τέχναις καὶ δυνάμεσιν ἐπιχειρημάτων ὠγκωμένων, τοῖς προκατειλημμένοις ἤδη τὴν ψυχὴν καὶ μὴ προκεκενωμένοις. ὅταν δ’ ἐκ πίστεως ἕληταί τις ἑστιᾶσθαι, βέβαιος οὗτος εἰς θείων λόγων παραδοχήν, κρίσιν εὔλογον τὴν πίστιν κεκτημένος. ἕπεται δὲ ἐνθένδε αὐτῷ ἡ πειθὼ ἐκ περιουσίας. καὶ τοῦτ’ ἦν ἄρα τὸ προφητικὸν ἐκεῖνο· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. ἄρ’ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. ἕκαστος δὲ τούτων κατὰ τὸν μακάριον Δαβὶδ εὐχαριστῶν ψαλλέτω· ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς με εὐφροσύνην καὶ ἀγαλλίασιν· ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ τὰς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

因此,绝不可准许听众通过比较来做审查,也不可把道交付暴露于考问之下,任由那些在形形色色的言谈技巧与自负论辩的力量中成长、灵魂已被占据且未曾预先清空的人去审察。但若有人出于信心而选择赴席,此人因已将信心作为合理的决断力,便能在领受属神言论上坚固不移;丰溢的确信亦由此伴随于他。这正应验了先知的那句话: “你们若是不信,定然不能明白。” “所以,我们趁着有机会,就当向众人行善,向信徒一家的人更当这样。” 这些人中的每一位都应当照着蒙福的大卫感恩歌唱: “你将用牛膝草洒我,我就洁净;你将洗涤我,我就比雪更白。你将使我得听欢喜快乐;被降卑的骨头必将踊跃。求你掩面不看我的罪,涂抹我的罪孽。神啊,求你为我造清洁的心,使我里面重新有正直的灵。不要丢弃我,使我离开你的面;不要从我收回你的圣灵。求你使我仍得你救恩之乐,以统领的灵扶持我。”

§1.1.9

Ὁ μὲν οὖν πρὸς παρόντας λέγων καὶ χρόνῳ δοκιμάζει καὶ κρίσει δικάζει καὶ διακρίνει τῶν ἄλλων τὸν οἷόν τε ἀκούειν, ἐπιτηρῶν τοὺς λόγους, τοὺς τρόπους, τὰ ἤθη, τὸν βίον, τὰς κινήσεις, τὰς σχέσεις, τὸ βλέμμα, τὸ φθέγμα, τὴν τρίοδον, τὴν πέτραν, τὴν πατουμένην ὁδόν, τὴν καρποφόρον γῆν, τὴν ὑλομανοῦσαν χώραν, τὴν εὔφορον καὶ καλὴν καὶ γεωργουμένην, τὴν πολυπλασιάσαι τὸν σπόρον δυναμένην. ὁ δὲ δἰ ὑπομνημάτων λαλῶν πρὸς τὸν θεὸν ἀφοσιοῦται ταῦτα κεκραγὼς ἐγγράφως, μὴ κέρδους ἕνεκα, μὴ κενοδοξίας χάριν, μὴ προσπαθείᾳ νικᾶσθαι, μὴ φόβῳ δουλοῦσθαι, μὴ ἡδονῇ ἐπαίρεσθαι, μόνης δὲ τῆς τῶν ἐντυγχανόντων ἀπολαύειν σωτηρίας,1 ἧς οὐδὲ κατὰ τὸ παρὸν μεταλαμβάνει, ἀλλὰ ἐλπίδι ἀπεκδεχόμενος τὴν ἀποδοθησομένην πάντως ἀμοιβὴν παρὰ τοῦ τὸν μισθὸν τοῖς ἐργάταις κατ’ ἀξίαν ἀποδώσειν ὑπεσχημένου. ἀλλ’ οὐδὲ ἀντιμισθίας ἐφίεσθαι χρὴ τῷ εἰς ἄνδρας ἐγγραφομένῳ. οὐ γὰρ ὁ μὲν καυχησάμενος εὐποιίαν τὴν ἀμοιβὴν ἀπείληφεν δἰ εὐδοξίας, ὁ δὲ τῶν προσηκόντων δἰ ἀντιμισθίαν πράσσων τι, ἤτοι ὡς εὐεργὸς σπεύδων ἀπολαβεῖν ἢ ὡς κακοεργὸς τὴν ἀμοιβὴν περιιστάμενος, οὐχὶ τῇ κοσμικῇ ἐνέχεται συνηθεία;2 δεῖ δὲ ὡς οἷόν τε τὸν κύριον μιμεῖσθαι. οὗτος δ’ ἂν εἴη ὁ τῷ θελήματι τοῦ θεοῦ ἐξυπηρετῶν, δωρεὰν λαβών, δωρεὰν διδούς, μισθὸν ἀξιόλογον ἀπολαμβάνων τὴν πολιτείαν αὐτήν οὐκ εἰσελεύσεται δὲ εἰς τὰ ἅγια μίσθωμα πόρνης φησίν.

因此,那当面宣讲的人,既用时间去考验,又用判断去甄别,并从其余人中分辨出能够听从之人,审视其言谈、作风、品性、生活、举止、交际、目光、声音、岔道、磐石、被践踏的路、结实的土地、林木丛生的荒野,以及那肥沃、美好、受耕耘且能使种子倍增的良田。而那藉由著述说话的人,则在神面前以此起誓,诉诸文字大声宣告:绝非为了利益,绝非为了虚荣,不为偏狭私情所胜,不为恐惧所奴役,不为享乐所冲昏,而唯独为了享受读者的得救——这种得救他甚至在眼下并未分享,而是在盼望中期待着那必定由应许按其所当得的报偿工人的主所赐予的回报。但那被登记入大丈夫之列的人,甚至不当贪求报酬。因为夸耀自己善行的人,难道不是已经藉由令名获得了赏报?而那为了报酬才去行当行之事的人,无论是作为行善者急于获取,还是作为作恶者回避报应,难道不都是受制于世俗的习气吗?人应当尽可能地效仿主。而这样的人,便是顺从神的旨意,白白地得来,白白地舍去,以这种生活方式本身作为可贵的报酬。 “娼妓的雇价不可入圣所,”经上说。

§1.1.10

ἀπείρηται γοῦν προσφέρειν τῷ θυσιαστηρίῳ ἄλλαγμα κυνός· ὅτῳ δὲ ἀπήμβλυται κακῇ τροφῇ τε καὶ διδασκαλίᾳ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸ οἰκεῖον φῶς, βαδιζέτω ἐπὶ τὴν ἀλήθειαν τὴν ἐγγράφως τὰ ἄγραφα δηλοῦσαν· οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ, Ἡσαΐας λέγει, καὶ πῖνε τὸ ὕδωρ ἀπὸ σῶν ἀγγείων, ὁ Σολομὼν παραινεῖ. ἐν γοῦν τοῖς Νόμοις ὁ ἐξ Ἑβραίων φιλόσοφος Πλάτων3 κελεύει τοὺς γεωργοὺς μὴ ἐπαρδεῦσαι μηδὲ λαμβάνειν ὕδωρ παρ’ ἑτέρων, ἐὰν μὴ πρότερον ὀρύξαντες παρ’ αὑτοῖς ἄχρι τῆς παρθενίου καλουμένης ἄνυδρον εὕρωσι τὴν γῆν. ἀπορίᾳ γὰρ ἐπαρκεῖν δίκαιον, ἀργίαν δὲ ἐφοδιάζειν οὐ καλόν· ᾗ καὶ φορτίον συνεπιτιθέναι μὲν εὔλογον. συγκαθαιρεῖν δὲ οὐ προσήκειν ὁ Πυθαγόρας ἔλεγεν. συνεξάπτει δὲ ἡ γραφὴ τὸ ζώπυρον τῆς ψυχῆς καὶ συντείνει τὸ οἰκεῖον ὄμμα πρὸς θεωρίαν, τάχα μέν τι καὶ ἐντιθεῖσα, οἷον ὁ ἐγκεντρίζων γεωργός, τὸ δὲ ἐνυπάρχον ἀνακινοῦσα. πολλοὶ γὰρ ἐν ἡμῖν κατὰ τὸν θεῖον ἀπόστολον ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἄν ἐκρινόμεθα.

确实,“犬类之价”也被禁止献于祭坛。然而,凡因不良的滋养与教导而使灵魂之眼对于本有之光变得迟钝的人,就当走向那以成文方式表明未成文之事的真理: “你们一切干渴的都当就近水来,”以赛亚说道;并且,“要喝你自己器皿里的水,”所罗门劝勉道。诚然,柏拉图作为源自希伯来人的哲学家,在《法律篇》中命令农夫们:若非先在自己的土地上挖掘直至所谓的处女土层而发现地面无水,便不可引水灌溉,也不可从他人那里取水。因为周济困乏乃是正道,但为懒惰提供资粮却是不美的;正因如此,毕达哥拉斯亦曾说,共同加负是合理的,共同卸负却是不宜的。经文重新煽旺灵魂的火种,并将其特有的眼睛引向沉思默想,虽然也许确实如嫁接的农夫般移植了某些东西,但更是唤醒了那已然内在存在之物。 因为按照属神的使徒所言,“在我们中间有好些软弱的与患病的,睡的也不少。我们若是先分辨自己,就不至于受审了。”

语法注3 条
  1. 1.1.9ὁ δὲ δἰ ὑπομνημάτων λαλῶν πρὸς τὸν θεὸν ἀφοσιοῦται ταῦτα κεκραγὼς ἐγγράφως, μὴ κέρδους ἕνεκα, μὴ κενοδοξίας χάριν, μὴ προσπαθείᾳ νικᾶσθαι, μὴ φόβῳ δουλοῦσθαι, μὴ ἡδονῇ ἐπαίρεσθαι, μόνης δὲ τῆς τῶν ἐντυγχανόντων ἀπολαύειν σωτηρίας

    动词 ἀφοσιοῦται 在此带有在神面前起誓自白、表明纯洁之意。它接续带有否定词 μὴ 的介词短语(如 μὴ κέρδους ἕνεκα 等),并支配其后并列的一系列不定式(νικᾶσθαι, δουλοῦσθαι, ἐπαίρεσθαι 与 ἀπολαύειν),这些不定式充当其实质内容的补足语,表明其立誓“不受私情所胜,唯求享受读者的得救”。

  2. 1.1.9οὐ γὰρ ὁ μὲν καυχησάμενος εὐποιίαν τὴν ἀμοιβὴν ἀπείληφεν δἰ εὐδοξίας, ὁ δὲ τῶν προσηκόντων δἰ ἀντιμισθίαν πράσσων τι, ἤτοι ὡς εὐεργὸς σπεύδων ἀπολαβεῖν ἢ ὡς κακοεργὸς τὴν ἀμοιβὴν περιιστάμενος, οὐχὶ τῇ κοσμικῇ ἐνέχεται συνηθεία;

    该句由开头的 οὐ γὰρ 与句末的反问词 οὐχὶ ... 构成呼应,内部包含 ὁ μὲν ... ὁ δὲ ... 的对照结构。前者(ὁ μὲν καυχησάμενος,夸耀善行者)已藉名声支取了报偿,而后者(ὁ δὲ ... πράσσων,为赏报而行事者)则被反问证明其深陷于世俗习气之中。

  3. 1.1.10ὁ ἐξ Ἑβραίων φιλόσοφος Πλάτων

    介词短语 ἐξ Ἑβραίων 作修饰语修饰 φιλόσοφος 或 Πλάτων,意为“源自希伯来人(即汲取希伯来人智慧)的哲学家柏拉图”。这一表达反映了早期教父学中常见的护教观点,即认为希腊哲学家依凭并借鉴了摩西及希伯来先知们的思想。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.1.8-1.1.10