← 亚历山太的革利免

杂记

§1.1.11-1.1.13

承继使徒的导师传统与属神奥秘的传授

作者说明本论著并非炫耀文才,而是为防备老年而记录的备忘录,用以保守从诸位承继使徒正统的导师处所领受的传统,并追忆了与恩师们的相遇。他阐明属神的奥秘并非交付给大众,而是以属灵的方式传授给有能力领会的少数人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.11

Ἤδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἥδε ἡ πραγματεία. ἀλλά μοι ὑπομνήματα εἰς γῆρας θησαυρίζεται, λήθης φάρμακον, εἴδωλον ἀτεχνῶς καὶ σκιογραφία τῶν ἐναργῶν καὶ ἐμψύχων ἐκείνων, ὧν κατηξιώθην ἐπακοῦσαι, λόγων τε καὶ ἀνδρῶν μακαρίων καὶ τῷ ὄντι ἀξιολόγων. τούτων ὃ μὲν ἐπὶ τῆς Ἑλλάδος, ὁ Ἰωνικός, οἳ δὲ ἐπὶ τῆς μεγάλης Ἑλλάδος (τῆς κοίλης θάτερος αὐτῶν Συρίας ἦν, ὃ δὲ ἀπ’ Αἰγύπτου). ἄλλοι δὲ ἀνὰ τὴν ἀνατολήν· καὶ ταύτης ὃ μὲν τῆς τῶν Ἀσσυρίων. ὃ δὲ ἐν Παλαιστίνῃ Ἑβραῖος ἀνέκαθεν· ὑστάτῳ δὲ περιτυχὼν (δυνάμει δὲ οὗτος πρῶτος ἦν) ἀνεπαυσάμην. ἐν Αἰγύπτῳ θηράσας λεληθότα. Σικελικὴ τῷ ὄντι ἡ μέλιττα προφητικοῦ τε καὶ ἀποστολικοῦ λειμῶνος τὰ ἄνθη δρεπόμενος1 ἀκήρατόν τι γνώσεως χρῆμα ταῖς τῶν ἀκροωμένων ἐνεγέννησε ψυχαῖς. Ἀλλ’ οἳ μὲν τὴν ἀληθῆ τῆς μακαρίας σῴζοντες διδασκαλίας παράδοσιν εὐθὺς ἀπὸ Πέτρου τε καὶ Ἰακώβου Ἰωάννου τε καὶ Παύλου τῶν ἁγίων ἀποστόλων, παῖς παρὰ πατρὸς ἐκδεχόμενος2 (ὀλίγοι δὲ οἱ πατράσιν ὅμοιοι), ἧκον δὴ σὺν θεῷ καὶ εἰς ἡμᾶς τὰ προγονικὰ ἐκεῖνα καὶ ἀποστολικὰ καταθησόμενοι σπέρματα.

然而,本篇论著绝非为了炫耀而巧饰的文辞,而是为我防备老年而储蓄的备忘录,是对抗遗忘的良药,是对我曾有幸聆听的那些生动而充满生机的言论、以及那些蒙福且诚然可敬之人的纯粹摹本与轮廓勾勒。他们之中,一人在希腊,是爱奥尼亚人;另有几位在大希腊(其中一人来自叙利亚谷地,另一人来自埃及);还有几位在东方,其中一人来自亚述,另一人则在巴勒斯坦,自古就是希伯来人;最后,当我邂逅最后一位时(按能力而言他却是首屈一指的),我便得享安歇,因我在埃及寻获了隐居的他。他诚然是一只西西里蜜蜂,采撷先知与使徒草场上的花朵,在听众的灵魂中孕育出纯全无瑕的知识珍宝。 而他们直接从彼得、雅各、约翰和保罗这几位圣使徒那里保守着蒙福教训的真实传承,如儿子从父亲那里继承一般(虽然肖其父者实属稀少),藉着神助也来到了我们这里,要播撒那些先祖的与使徒的种子。

§1.1.12

καὶ εὖ οἶδ’ ὅτι ἀγαλλιάσονται, οὐχὶ τῇ ἐκφράσει ἡσθέντες λέγω τῇδε, μόνῃ δὲ τῇ κατὰ τὴν ὑποσημείωσιν τηρήσει. ποθούσης γὰρ οἶμαι ψυχῆς τὴν μακαρίαν παράδοσιν ἀδιάδραστον φυλάττειν ἡ τοιάδε ὑποτύπωσις· ἀνδρὸς δὲ φιλοῦντος σοφίαν εὐφρανθήσεται πατήρ. τὰ φρέατα ἐξαντλούμενα διειδέστερον ὕδωρ ἀναδίδωσι, τρέπεται δὲ εἰς φθορὰν ὧν μεταλαμβάνει οὐδείς. καὶ τὸν σίδηρον ἡ χρῆσις καθαρώτερον φυλάσσει, ἡ δὲ ἀχρηστία ἰοῦ τούτῳ γεννητική. συνελόντι γὰρ φάναι3 ἡ συγγυμνασία ἕξιν ἐμποιεῖ ὑγιεινὴν καὶ πνεύμασι καὶ σώμασιν. οὐδεὶς ἅπτει λύχνον καὶ ὑπὸ τὸν μόδιον τίθησιν, ἀλλ’ ἐπὶ τῆς λυχνίας φαίνει τοῖς τῆς ἑστιάσεως τῆς αὐτῆς κατηξιωμένοις. τί γὰρ ὄφελος σοφίας μὴ σοφιζούσης τὸν οἷόν τε ἐπαΐειν; ἔτι τε καὶ ὁ σωτὴρ σῴζει αἰεὶ καὶ αἰεὶ ἐργάζεται, ὡς βλέπει τὸν πατέρα. διδάσκων τις μανθάνει πλεῖον καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ἐπακούουσιν αὐτοῦ· εἷς γὰρ ὁ διδάσκαλος καὶ τοῦ λέγοντος καὶ τοῦ ἀκροωμένου, ὁ ἐπιπηγάζων καὶ τὸν νοῦν καὶ τὸν λόγον.

我深知他们必将欢喜——我这么说,并非因他们喜爱此处的辞藻,而唯独因看到借助笔记所作的保守。我想,对于渴求使蒙福传统不致佚失的灵魂而言,这般的简编勾勒实属相宜: “爱慕智慧的人,使父亲欢乐。” 经常汲引的水井涌出更为清澈的水,无人饮用的水却归于腐坏;使用亦使铁器保持更洁净,弃置不用则使其滋生锈蚀。简而言之,共同的锻炼能使心灵与身体都产生健康的状态。 “没有人点灯放在斗底下,”而是放在灯台上,照亮那些配赴同一筵席的人。因为若智慧不能使那能领悟的人明智,智慧又有何益呢?再者,正如救主看见父所行的,他也时刻拯救、时刻作工。人在施教时学得更多,宣讲者往往与听他讲论的人一同倾听;“因为教师只有一位,”不论对于讲者还是听者,都是同一位教师,是他涌流出心智与言语。

§1.1.13

ᾗ καὶ οὐ κεκώλυκεν ὁ κύριος ἀπὸ ἀγαθοῦ † σαββατίζειν, μεταδιδόναι δὲ τῶν θείων μυστηρίων καὶ τοῦ φωτὸς ἐκείνου τοῦ ἁγίου τοῖς χωρεῖν δυναμένοις συγκεχώρηκεν. αὐτίκα οὐ πολλοῖς ἀπεκάλυψεν ἃ μὴ πολλῶν ἦν, ὀλίγοις δέ. οἷς προσήκειν ἠπίστατο, τοῖς οἵοις τε ἐκδέξασθαι καὶ τυπωθῆναι πρὸς αὐτά· τὰ δὲ ἀπόρρητα. καθάπερ ὁ θεός, λόγῳ πιστεύεται, οὐ γράμματι. κἄν τις λέγῃ γεγράφθαι οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, οὐδὲ κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, ἀκουσάτω καὶ παρ’ ἡμῶν, ὅτι τῷ κρυπτῶς ἐπαΐοντι τὸ κρυπτὸν φανερωθήσεσθαι διὰ τοῦδε προεθέσπισεν τοῦ λογίου,4 καὶ τῷ παρακεκαλυμμένως τὰ παραδιδόμενα οἵῳ τε παραλαμβάνειν δηλωθήσεται τὸ κεκαλυμμένον ὡς ἡ ἀλήθεια, καὶ τὸ τοῖς πολλοῖς κρυπτόν, τοῦτο τοῖς ὀλίγοις φανερὸν γενήσεται· ἐπεὶ διὰ τί μὴ πάντες ἴσασι τὴν ἀλήθειαν; διὰ τί δὲ μὴ ἠγαπήθη ἡ δικαιοσύνη, εἰ πάντων ἡ δικαιοσύνη; ἀλλὰ γὰρ τὰ μυστήρια μυστικῶς παραδίδοται, ἵνα ᾖ ἐν στόματι λαλοῦντος καὶ ᾧ λαλεῖται, μᾶλλον δὲ οὐκ ἐν φωνῇ, ἀλλ’ ἐν τῷ νοεῖσθαι. δέδωκεν δὲ ὁ θεὸς τῇ ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.

正因如此,主并未阻止人安息于善行,反而准许将属神的奥秘与那神圣的光芒分赐给那些能够容纳之人。因此,那些不属于大众的事,他没有向大众显明,而是向他所知与之相称的少数人显明,即向那些能够领受并藉此模塑自身的人显明;而隐秘之事正如神一样,是托付于话语,而非字句。纵使有人声称经上记着: “隐秘的事没有不显明出来的,掩盖的事没有不露出来的,”也请听我们说明:主乃是藉此神谕预先宣告,隐秘之事必向那在隐秘中倾听的人显明;掩盖之事也必向那有能力领受以隐蔽方式所传授之事的人显明为真理;那对众人隐秘的事,必向少数人变为显明。否则,为何不是众人都晓得真理呢?如果公义属于所有人,公义为何未被热爱?然而,奥秘乃是以隐秘的方式传递,好叫它存在于说话者的口中以及听话者的口中——或者说,不在于声音之中,而在于被领悟之中。 “而神赐给教会的,有使徒,有先知,有传福音的,有牧者和教师,为要成全圣徒,各尽其职,建立基督的身体。”

语法注4 条
  1. 1.1.11Σικελικὴ τῷ ὄντι ἡ μέλιττα προφητικοῦ τε καὶ ἀποστολικοῦ λειμῶνος τὰ ἄνθη δρεπόμενος

    此处阳性单数分词 δρεπόμενος 修饰阴性名词短语 ἡ μέλιττα(蜜蜂)。这是一种依义构词法(constructio ad sensum),即语法性服从于喻体所指代的男性导师(历来被视为潘泰诺)的实际性别。

  2. 1.1.11παῖς παρὰ πατρὸς ἐκδεχόμενος

    虽然主句的主语为复数(οἳ μὲν ... σῴζοντες ... ἧκον),但分词 ἐκδεχόμενος 却采用了单数主格。这是由于它带有谚语性质(“如子承于父”),以个体化的代表单数形式作插入性的描写。

  3. 1.1.12συνελόντι γὰρ φάναι

    由与格分词 συνελόντι(源自 συναιρέω)与不定词 φάναι 构成的固定习语,意为“简而言之”或“概括地说”,作插入语使用。

  4. 1.1.13ὅτι τῷ κρυπτῶς ἐπαΐοντι τὸ κρυπτὸν φανερωθήσεσθαι διὰ τοῦδε προεθέσπισεν τοῦ λογίου

    动词 προεθέσπισεν 带由 ὅτι 引出的间接引语,其内部为宾格加不定词结构(τὸ κρυπτὸν φανερωθήσεσθαι)。与格分词短语 τῷ κρυπτῶς ἐπαΐοντι 依存于被动不定词 φανερωθήσεσθαι,表示动作的对象(“向在隐秘中倾听的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.1.11-1.1.13