← 亚历山太的革利免

杂记

§1.1.5-1.1.7

传受双方的省察与神圣之道的传布

本段论述了传讲者与聆听者双方皆当进行自我省察,并指出神圣之道的耕作有口述与成文两种形式,用以滋养不同的灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.5

Ἀνάγκη τοίνυν ἄμφω τούτω δοκιμάζειν σφᾶς αὐτούς, τὸν μὲν εἰ ἄξιος λέγειν τε καὶ ὑπομνήματα καταλιμπάνειν, τὸν δὲ εἰ ἀκροᾶσθαί τε καὶ ἐντυγχάνειν δίκαιος·1 ᾗ καὶ τὴν εὐχαριστίαν τινὲς διανείμαντες. ὡς ἔθος, αὐτὸν δὴ ἕκαστον τοῦ λαοῦ λαβεῖν τὴν μοῖραν ἐπιτρέπουσιν. ἀρίστη γὰρ πρὸς τὴν ἀκριβῆ αἵρεσίν τε καὶ φυγὴν ἡ συνείδησις, θεμέλιος δὲ αὐτῆς βέβαιος ὀρθὸς βίος ἅμα μαθήσει τῇ καθηκούσῃ τό τε ἕπεσθαι ἑτέροις δοκιμασθεῖσιν ἤδη καὶ κατωρθωκόσιν ἄριστον πρός τε τῆς ἀληθείας τὴν νόησιν καὶ τὴν κατάπραξιν τῶν ἐντολῶν. ὥστε ὅς ἂν ἐσθίῃ τὸν ἄρτον καὶ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.

因此,这两者都必须省察自己:一方须省察自己是否配于宣讲并留下著述,另一方则须省察自己是否宜于倾听并阅读。正因如此,有些人依照惯例分发圣餐时,准许民众中的每个人自己去领取那一份额。因为良心对于准确的抉择与规避乃是最佳的准则,而其坚固的根基乃是合宜的学习伴随之正直生活,且为了理解真理与践行诫命,遵从那些已受考验并建树卓越之人乃是至善之举。 “所以,无论何人不按理吃主的饼、喝主的杯,就是干犯主的身、主的血了。人应当自己省察,然后吃这饼、喝这杯。”

§1.1.6

σκοπεῖσθαι οὖν ἀκόλουθον ἄν εἴη τῷ τὴν ὠφέλειαν τῶν πλησίον ἐπανῃρημένῳ,2 εἰ μὴ θρασέως καί τισιν ἀντιζηλούμενος ἐπεπήδησεν τῇ διδασκαλίᾳ, εἰ μὴ φιλόδοξος ἡ κοινωνία τοῦ λόγου, εἰ τοῦτον μόνον καρποῦται τὸν μισθόν, τὴν σωτηρίαν τῶν ἐπαϊόντων, τό τε μὴ πρὸς χάριν ὁμιλεῖν δωροδοκίας τε αὖ διαβολὴν διαπέφευγεν ὁ δι’ ὑπομνημάτων λαλῶν· οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, φησὶν ὁ ἀπόστολος, οὔτε προφάσει πλεονεξίας, θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων. δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. κατὰ ταὐτὰ δὲ καὶ τοὺς τῶν θείων μεταλαμβάνοντας λόγων παραφυλακτέον,3 εἰ μὴ περιεργίας ἕνεκεν ἱστορήσοντες, ὥσπερ τῶν πόλεων τὰ οἰκοδομήματα, εἰς τόδε ἀφικνοῦνται, εἰ μὴ μεταλήψεως χάριν τῶν κοσμικῶν προσίασιν κοινωνικοὺς τῶν ἐπιτηδείων μαθόντες τοὺς καθωσιωμένους τῷ Χριστῷ. ἀλλ’ οἳ μὲν ὑποκριταί, καὶ δὴ ἐάσθωσαν· εἰ δέ τις οὐ δοκεῖν δίκαιος, ἀλλ’ εἶναι θέλει, συνειδέναι τὰ κάλλιστα τοῦτον αὑτῷ προσήκει.

因此,对于那承担使邻舍获益之责的人而言,理应仔细省察:自己是否鲁莽且出于与人争竞而跃入教导之列,言论的分享是否出于沽名钓誉,是否唯独收取听众得救这一份赏报,以及藉由记录说话的人是否并非为了讨好而谈论,并已摆脱了受贿的指控: “因为正如你们所知道的,我们从来没有用过谄媚的话, 使徒说道, 也没有假借贪心——神可以作见证——也没有向人求荣耀,既不向你们求,也不向别人求;我们作为基督的使徒,本可以摆出威严, 反而在你们中间存心温柔,如同乳母抚育自己的孩子一样。” 同样地,对于领受神圣言论之人也当提防,看他们是否出于好奇探究(如同观瞻城市的建筑一般)而来此,又是否为了分得世俗之物、得知奉献给基督的人乐于分享生活所需而凑拢过来。然而那些人乃是伪善者,且由他们去罢;但若有人不愿只是显得公义,而是渴望切实公义,此人便当在自身之内对那最美好之事物有深切的自觉。

§1.1.7

Εἰ γοῦν ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται βραχεῖς, τῷ ὄντι δεῖσθαι καθήκει, ὅπως ὅτι μάλιστα πλειόνων ἡμῖν ἐργατῶν εὐπορία γένηται. ἡ γεωργία δὲ διττή· ἣ μὲν γὰρ ἄγραφος, ἣ δ’ ἔγγραφος. ὁποτέρως δ’ ἂν ὁ τοῦ κυρίου ἐργάτης σπείρῃ τοὺς εὐγενεῖς πυροὺς καὶ τοὺς στάχυς αὐξήσῃ τε καὶ θερίσῃ, θεῖος ὄντως ἀναφανήσεται γεωργός. ἐργάζεσθε, φησὶν ὁ κύριος, μὴ τὴν ἀπολλυμένην βρῶσιν ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. τροφὴ δὲ ἢ διὰ σιτίων ἢ διὰ λόγων λαμβάνεται. καὶ τῷ ὄντι μακάριοι οἱ εἰρηνοποιοί, οἱ τοὺς ἐνταῦθα κατὰ τὸν βίον καὶ τὴν πλάνην πρὸς τῆς ἀγνοίας πολεμουμένους μεταδιδάσκοντες καὶ μετάγοντες εἰς εἰρήνην τὴν ἐν λόγῳ καὶ βίῳ τῷ κατὰ τὸν θεὸν καὶ τοὺς πεινῶντας δικαιοσύνην τρέφοντες τῇ τοῦ ἄρτου διανομῇ. εἰσὶ γὰρ καὶ ψυχαὶ ἰδίας ἔχουσαι τροφάς, αἳ μὲν κατ’ ἐπίγνωσιν καὶ ἐπιστήμην αὔξουσαι, αἳ δὲ τὴν Ἑλληνικὴν νεμόμεναι φιλοσοφίαν,4 ἧς καθάπερ καὶ τῶν καρύων οὐ τὸ πᾶν ἐδώδιμον. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, τοῦ αὔξοντος ὄντες διάκονοι, ἕν εἰσι κατὰ τὴν διακονίαν. ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε, κατὰ τὸν ἀπόστολον.

若是“庄稼多,工人少”,那么我们实在理当祈求,使我们能获得尽可能丰足的工人。这种耕作乃是双重的:一种是非成文的,另一种是成文的。主的工人无论以哪种方式播撒优良的麦种、促使麦穗生长并进行收割,都将真确地显现为属神的农夫。 “当劳作,”主说道,“不要为那必坏的食物劳力,而要为那存到永生的食物劳力。” 而食物或是藉由谷物领受,或是藉由言论领受。诚然,“使人和睦的人有福了”,因为他们重新教导那些在世间的生活与迷妄中被无知围困交战之人,将他们引渡至居于道中以及合乎神的生活之和平中,并藉由饼的分配喂养那些饥渴慕义之人。因为灵魂亦有其特有的养料:有些依照真知与知识而成长,有些则汲取希腊哲学——然而它正如坚果一般,并非全然可食。 “栽种的和浇灌的”,既是使之生长者的仆役,“在职分上原是一体”;使徒说:“各人要照自己的劳苦得自己的赏赐。因为我们是与神同工的;你们是神所耕种的田地,所建造的房屋。”

语法注4 条
  1. 1.1.5ἄμφω τούτω δοκιμάζειν σφᾶς αὐτούς, τὸν μὲν εἰ ἄξιος λέγειν τε καὶ ὑπομνήματα καταλιμπάνειν, τὸν δὲ εἰ ἀκροᾶσθαί τε καὶ ἐντυγχάνειν δίκαιος

    双数宾格 ἄμφω τούτω 作不定式 δοκιμάζειν 的逻辑主语,反身代词 σφᾶς αὐτούς 作其直接宾语。其后的 τὸν μὲν ... τὸν δὲ 构成部分同位语(宾格),引出间接疑问从句;从句中的表语形容词 ἄξιος 与 δίκαιος 则依从句中省略的主语而采用主格。

  2. 1.1.6σκοπεῖσθαι οὖν ἀκόλουθον ἄν εἴη τῷ τὴν ὠφέλειαν τῶν πλησίον ἐπανῃρημένῳ

    非人称潜在结构 ἀκόλουθον ἄν εἴη(ἄν 搭配希求语气)支配与格分词短语 τῷ ... ἐπανῃρημένῳ(关系与格/施事与格)与不定式 σκοπεῖσθαι。此处 σκοπεῖσθαι 作中间态使用(意为“审视、思量”),引导后续多个由 εἰ 引出的间接疑问从句作其宾语。

  3. 1.1.6τοὺς τῶν θείων μεταλαμβάνοντας λόγων παραφυλακτέον

    动词性形容词 παραφυλακτέον 采用中性单数的非人称用法(-τέον),表达相当于 δεῖ 搭配主动不定式的必要性或应当性。按照古典语法规则,它直接支配原及物动词 παραφυλάττω 的宾格直接宾语(τοὺς ... μεταλαμβάνοντας)。

  4. 1.1.7αἳ δὲ τὴν Ἑλληνικὴν νεμόμεναι φιλοσοφίαν

    此分词短语与前文的 αἳ μὲν ... αὔξουσαι 相对应。αἳ δὲ 即代词性 αἱ μέν ... αἱ δέ 相关结构的后项(依校勘惯例加标重音),语法上作 ψυχαί 的部分同位语(阴性复数主格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.1.5-1.1.7