← 亚历山太的革利免

杂记

§1.1.1-1.1.4

著述的合法性与传扬真理的使命

作者论证了著述的合法性与重大意义,指出藉由文字与口传宣扬真理皆属天使般的圣职,而领受者亦当忠心倍增所托付之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.1

ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. πότερον δ’ οὐδ’ ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ πρότερον, τίς ἡ τῶν γραμμάτων χρεία; εἰ δὲ τὸ ἕτερον, ἤτοι τοῖς σπουδαίοις ἢ τοῖς μή; γελοῖον μεντἂν εἴη τὴν τῶν σπουδαίων ἀποδοκιμάζοντα γραφὴν τοὺς μὴ τοιούτους ἀποδέχεσθαι συντάττοντας.1 ἀλλ’ ἄρα θεοπόμπῳ μὲν καὶ Τιμαίῳ μύθους καὶ βλασφημίας συντάττουσιν, πρός δὲ καὶ Ἐπικούρῳ ἀθεότητος κατάρχοντι, ἔτι δὲ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ αἰσχρῶς οὕτως ἐπιτρεπτέον γράφειν, τὸν δὲ τὴν ἀλήθειαν κηρύσσοντα κωλυτέον τοῖς ὕστερον ἀνθρώποις ὠφέλειαν ἀπολιπεῖν; καλὸν δ’ οἶμαι καὶ παῖδας ἀγαθοὺς τοῖς ἔπειτα καταλείπειν. οἱ μέν γε παῖδες σωμάτων, ψυχῆς δὲ ἔγγονοι οἱ λόγοι. αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον. λέγει γοῦν ὁ Σολομών· υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐντολῆς ἐμῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου. σπειρόμενον τὸν λόγον κρύπτεσθαι μηνύει καθάπερ ἐν γῇ τῇ τοῦ μανθάνοντος ψυχῇ, καὶ αὕτη πνευματικὴ φυτεία.

为了使你能够随手阅读它们,并能够谨守它们。 究竟是根本不应留下著述,还是应当留给某些人?如果是前者,文字的用处何在?如果是后者,是留给贤良之士,还是留给不肖之人?若是排斥贤良之士的著述,却接受非此类之人撰写作品,这岂非荒谬可笑。难道撰写神话与诽谤的忒奥彭波斯和提麦奥斯,以及率先倡导无神论的伊壁鸠鲁,还有希波纳克斯与阿尔基罗科斯,都被允许如此不知羞耻地著述,而宣扬真理之人反而应被阻止为后世之人留下益处吗?我认为,为后代留下良善的子嗣也是美好的;儿女固然是肉体的后裔,言论却是灵魂的子嗣。譬如,我们称那些教导我们的人为父,而智慧乃是乐于分享且热爱人类的。所罗门就曾说道: “我儿,你若领受我诫命的言语,存在你那里,你的耳朵便会听从智慧。” 这表明所播撒的言论正如深埋土中一般,隐藏在学习者的灵魂里;而这乃是一种属灵的耕植。

§1.1.2

διὸ καὶ ἐπιφέρει· καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. ψυχὴ γάρ, οἶμαι, ψυχῇ καὶ πνεῦμα πνεύματι συναπτόμενα κατὰ τὴν τοῦ λόγου σπορὰν αὔξει τὸ καταβληθὲν καὶ ζῳογονεῖ· υἱὸς δὲ πᾶς ὁ παιδευόμενος καθ’ ὑπακοὴν τοῦ παιδεύοντος. υἱέ, φησίν, ἐμῶν θεσμῶν μὴ ἐπιλανθάνου. εἰ δὲ μὴ πάντων ἡ γνῶσις, ὄνος λύρας, ᾗ φασιν οἱ παροιμιαζόμενοι, τοῖς πολλοῖς τὰ συγγράμματα. ὕες γοῦν βορβόρῳ ἥδονται μᾶλλον ἢ καθαρῷ ὕδατι. διὰ τοῦτο, φησὶν ὁ κύριος, ἐν παραβολαῖς αὐτοῖς λαλῶ. ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ οὐ συνιᾶσι. τὴν ἄγνοιαν αὐτοῖς μὴ παρέχοντος τοῦ κυρίου (μὴ γὰρ οὐ θεμιτὸν οὕτω φρονεῖν),2 ἀλλὰ τὴν ὑπάρχουσαν διελέγξαντος προφητικῶς καὶ ἀσυνέτους τῶν λεγομένων ἐσομένους μηνύσαντος.

因此他又接着说: “你当倾心于通达,并当使心归于对你儿子的训诲。” 因为我认为,当灵魂与灵魂、灵与灵依照言论的播撒而结合在一起时,所播下的便得以生长并被赋予生命;而一切受教者,皆因顺服施教者而成为儿子。 “我儿,”他说,“不可忘记我的法则。” 然而,如果知识并不属于所有人,正如谚语所云,著述对于大众而言乃是“对驴弹琴”。猪向来也是乐于泥沼,而不喜净水。 “因此,”主说道,“我用比喻对他们讲,因为他们看也看不见,听也听不见,也不明白。” 这并非主将无知施加给他们(因如此设想乃是不虔敬的),而是以先知之见揭露了他们原有的无知,并预示他们将不会领会所说的话。

§1.1.3

Ἤδη δὲ καταφαίνεται ἐκ περιουσίας ὁ σωτὴρ αὐτός, κατὰ τὴν τοῦ λαμβάνοντος δύναμιν, ἥν δεῖ ἐκ συνασκήσεως αὔξειν, τοῖς δούλοις τὰ ὑπάρχοντα διανείμας, αὖθις ἐπανελθὼν τιθέναι λόγον μετ’ αὐτῶν. ὁπηνίκα τοὺς μὲν αὐξήσαντας τὸ ἀργύριον αὐτοῦ, τοὺς ἐν ὀλίγῳ πιστούς, ἀποδεξάμενος καὶ ἐπαγγειλάμενος ἐπὶ πολλῶν καταστήσειν εἰς τὴν τοῦ κυρίου χαρὰν προσέταξεν εἰσελθεῖν. τῷ δὲ ἀποκρυψαμένῳ τὸ πιστευθὲν ἀργύριον εἰς τὸ ἐκδανεῖσαι3 καὶ αὐτὸ ὅπερ ἔλαβεν ἀποδιδόντι ἀργόν, πονηρὲ δοῦλε εἶπεν καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμόν· ἐπὶ τούτοις ὁ ἀχρεῖος δοῦλος εἰς τὸ ἐξώτερον ἐμβληθήσεται σκότος. σὺ οὖν ἐνδυναμοῦ, καὶ Παῦλος λέγει, ἐν χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων. ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. καὶ πάλιν· σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ. ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.

救主自身显然也是出于丰足,依照领受者的能力——这能力本应藉由操练而增长——将财产分给仆人,及至归来时与他们算账。那时,祂接纳了那些增加了银子的人,即那些“在少许事上忠心”的人,并应许“派他们管理许多事”,吩咐他们进入“主人的快乐”。然而对于那个将托付借出的银子埋藏起来、原封不动归还所领之物的人,祂说道: “又恶又懒的仆人,你本应当把我的银子放给兑换银钱的人,到我来的时候,我便能收回属于我的。” 基于此,无用的仆人将被扔进“外面的黑暗”里。 保罗也说: “所以,你当在基督耶稣里的恩典上刚强起来;你在许多见证人面前听见我所教导的,也要交托给忠心的人,使他们也能教导别人。” 他又说: “你当竭力在神面前得蒙喜悦,作无愧的工人,按着正意分解真理的道。”

§1.1.4

Εἰ τοίνυν ἄμφω κηρύττουσι τὸν λόγον, ὃ μὲν τῇ γραφῇ, ὃ δὲ τῇ φωνῇ, πῶς οὐκ ἄμφω ἀποδεκτέοι, ἐνεργὸν τὴν πίστιν διὰ τῆς ἀγάπης πεποιημένοι; τῇ δὲ αἰτίᾳ τοῦ μὴ τὸ βέλτιστον ἑλομένου θεὸς ἀναίτιος. αὐτίκα τῶν μὲν ἐκδανεῖσαι τὸν λόγον ἔργον ἐστίν. τῶν δὲ δοκιμάσαι καὶ ἤτοι ἑλέσθαι ἢ μή. ἡ κρίσις δὲ ἐν αὐτοῖς κρίνεται. ἀλλ’ ἡ μὲν κηρυκικὴ ἐπιστήμη ἤδη πως ἀγγελική, ὁποτέρως ἂν ἐνεργῇ, διά τε τῆς χειρὸς διά τε τῆς γλώττης, ὠφελοῦσα· ὅτι ὁ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον· τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· συμβάλλεται γοῦν τὰ μέγιστα τῷ περιτυχόντι κατὰ τὴν θείαν πρόνοιαν, ἀρχὴν πίστεως, πολιτείας προθυμίαν, ὁρμὴν τὴν ἐπὶ τὴν ἀλήθειαν, κίνησιν ζητητικήν. ἴχνος γνώσεως. συνελόντι εἰπεῖν4 ἀφορμὰς δίδωσι σωτηρίας. οἱ δὲ ἐντραφέντες γνησίως τοῖς τῆς ἀληθείας λόγοις ἐφόδια ζωῆς ἀιδίου λαβόντες εἰς οὐρανὸν πτεροῦνται. θαυμασιώτατα τοίνυν ὁ ἀπόστολος ἐν παντὶ φησὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες. ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες· τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς. διαμαρτύρομαι δέ, τῷ Τιμοθέῳ φησὶν ἐπιστέλλων, ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.

因此,如果两者都在宣讲道——一者藉由文字,另一者藉由声音——两者既都藉由爱使信心生出果效,又怎能不被接纳呢?对于未能选择至善之人的过失,神是无可归咎的。因为将道借贷出去是前者的职分,而辨别并选择接受与否是后者的职分;审判乃是在他们自身之中作出的。然而宣教的技艺,不论以何种方式运行,无论是通过手还是通过舌,只要带来益处,就已在某种程度上如天使一般: “因为顺着圣灵撒种的,必从圣灵收永生;我们行善不可丧志。” 因为依照神的预见,它将最重大的事物赋予与之相遇之人:信心的开端、良善生活的志向、对真理的渴求、探索的动力、知识的踪迹;简而言之,它提供了拯救的契机。凡真正由真理之言哺育的人,既领受了通往永生的资粮,便展翅飞向高天。因此使徒至为奇妙地说道: “在凡事上表明自己是神的用人,似乎贫穷,却是叫许多人富足的;似乎一无所有,却是样样都有的;我们的口向你们是敞开的。” 又在写给提摩太的信中说: “我在神和基督耶稣并蒙拣选的天使面前嘱咐你,要遵守这些话,不可存成见,行事也不可有偏心。”

语法注4 条
  1. 1.1.1γελοῖον μεντἂν εἴη τὴν τῶν σπουδαίων ἀποδοκιμάζοντα γραφὴν τοὺς μὴ τοιούτους ἀποδέχεσθαι συντάττοντας

    宾格分词 ἀποδοκιμάζοντα 作不定式 ἀποδέχεσθαι 的逻辑主语(表泛指的“人”),受带潜在希求语气(εἴη ἄν)的非人称谓语 γελοῖον 支配,构成“某人一方面排斥……另一方面却接受……,乃是荒谬的”之句式。

  2. 1.1.2τὴν ἄγνοιαν αὐτοῖς μὴ παρέχοντος τοῦ κυρίου (μὴ γὰρ οὐ θεμιτὸν οὕτω φρονεῖν)

    τὴν ἄγνοιαν ... τοῦ κυρίου 为属格绝对结构,否定词 μή 表明并非主带来了无知。括号内的 μὴ γὰρ οὐ 是修饰 θεμιτόν 的习惯性双重否定表达,表示强烈的否定或忌惮(“因为如此作想断断不可”)。

  3. 1.1.3εἰς τὸ ἐκδανεῖσαι

    介词 εἰς 接带冠词不定式 τὸ ἐκδανεῖσαι 表示目的,修饰前面的 τὸ πιστευθὲν ἀργύριον,意为“为了出借获利而托付的银子”。

  4. 1.1.4συνελόντι εἰπεῖν

    由表示参照/主观判断的与格分词 συνελόντι 与不定式 εἰπεῖν 构成的习语,字面意为“合而言之”,即“简而言之”、“概括地说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.1.1-1.1.4