← 亚历山太的革利免

杂记

§1.1.14-1.1.15

备忘录的撰写宗旨与隐匿奥秘的方针

作者说明这些笔记只是对卓越口传教导的微弱备忘,因避免未受训者误用而故意采用隐喻与保留,并表明将利用哲学与对异端的驳斥作为通向真正秘契传统的预备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.14

Ἡ μὲν οὖν τῶνδέ μοι τῶν ὑπομνημάτων γραφὴ ἀσθενὴς μὲν εὖ οἶδ’ ὅτι παραβαλλομένη πρὸς τὸ πνεῦμα ἐκεῖνο τὸ κεχαριτωμένον, οὗ κατηξιώθημεν ὑπακοῦσαι, εἰκὼν δ’ ἂν εἴη ἀναμιμνῄσκουσα τοῦ ἀρχετύπου τὸν θύρσῳ πεπληγότα·1 σοφῷ γάρ, φησί, λάλει, καὶ σοφώτερος ἔσται, καὶ τῷ ἔχοντι δὲ προστεθήσεται. ἐπαγγέλλεται δὲ οὐχ ὥστε ἑρμηνεῦσαι τὰ ἀπόρρητα ἱκανῶς, πολλοῦ γε καὶ δεῖ, μόνον δὲ τὸ ὑπομνῆσαι, εἴτε ὁπότε ἐκλαθοίμεθα εἴτε ὅπως μηδ’ ἐκλανθανώμεθα. πολλὰ δὲ εὖ οἶδα παρερρύηκεν ἡμᾶς χρόνου μήκει ἀγράφως διαπεσόντα. ὅθεν τὸ ἀσθενὲς τῆς μνήμης τῆς ἐμῆς ἐπικουφίζων, κεφαλαίων συστηματικὴν ἔκθεσιν μνήμης ὑπόμνημα σωτήριον πορίζων ἐμαυτῷ, ἀναγκαίως κέχρημαι τῇδε τῇ ὑποτυπώσει. ἔστι μὲν οὖν τινα μηδὲ ἀπομνημονευθέντα ἡμῖν (πολλὴ γὰρ ἡ παρὰ τοῖς μακαρίοις δύναμις ἦν ἀνδράσιν), ἔστιν δὲ καὶ ἃ ἀνυποσημείωτα μεμενηκότα τῷ χρόνῳ νῦν ἀπέδρα, τὰ δὲ ὅσα ἐσβέννυτο ἐν αὐτῇ μαραινόμενα τῇ διανοίᾳ, ἐπεὶ μὴ ῥᾴδιος ἡ τοιάδε διακονία τοῖς μὴ δεδοκιμασμένοις, ταῦτα δὲ ἀναζωπυρῶν ὑπομνήμασι τὰ μὲν ἑκὼν παραπέμπομαι ἐκλέγων ἐπιστημόνως, φοβούμενος γράφειν ἃ καὶ λέγειν ἐφυλαξάμην, οὔ τί που φθονῶν (οὐ γὰρ θέμις), δεδιὼς δὲ ἄρα περὶ τῶν ἐντυγχανόντων, μή πῃ ἑτέροσε σφαλεῖεν καὶ παιδὶ μάχαιραν, ᾗ φασιν οἱ παροιμιαζόμενοι, ὀρέγοντες εὑρεθῶμεν. οὐ γὰρ ἔστι τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν2 καίτοι ἀνέκδοτα ὑπό γ’ ἐμοῦ μεμενηκότα. κυλιόμενα δὲ ἀεὶ μόνῃ μιᾷ χρώμενα τῇ ἐγγράφῳ φωνῇ πρὸς τὸν ἐπανερόμενον οὐδὲν πλέον παρὰ τὰ γεγραμμένα ἀποκρίνεται· δεῖται γὰρ ἐξ ἀνάγκης βοηθοῦ ἤτοι τοῦ συγγραψαμένου ἢ καὶ ἄλλου του εἰς τὸ αὐτὸ ἴχνος ἐμβεβηκότος.

因此,我这些备忘录的写作成文,与我们曾有幸聆听的那位蒙恩之灵相比,我深知是何等软弱,但对于被神杖所触动的人而言,它或许能成为一个使人忆及原型的画像;因为经上说: “指教智慧人,他就更有智慧”;又说: “凡有的,还要加给他。” 然而它并不承诺能充分阐明隐秘之事——远非如此——而仅仅承诺提醒我们,无论是在我们遗忘之时,还是为了让我们根本不致遗忘。我也深知,有许多事因岁月久远而未被记录下来,已从我们身边流逝飘散。由此,为了补救我记忆的软弱,为自己提供一份系统阐明要点的纲领,作为保护记忆的备忘录,我迫不得已采用了这番勾勒。固然,有些事甚至未曾被我们牢记(因为那些蒙福之人的能力确实极大),也有些事由于未被笔记记录如今已随时间流逝,还有许多事在思索本身中逐渐衰退而熄灭——因为对于未经受检验的人而言,这样的服事绝非易事——然而借着笔记重燃这些残余时,我自愿忽略掉某些内容,凭借认知审慎地加以筛选,害怕写下我连言说都加以防备的事;这绝非出于吝惜(因为那是违背规矩的),而是出于为读者担忧,唯恐他们在某处偏离方向跌倒,以致我们被发现落入俗谚所说的“给小孩递上利刃”。 因为成文之物断不可能不流传于外,纵使它在我手中尚未公开发表。书卷总是转辗流传,唯独使用书写的单一声调,对于进一步发问的人,它绝不可能在已写文字之外作任何回答;因为它必然需要一个助手,或为作者本人,或为步其后尘的另一个人。

§1.1.15

ἔστι δὲ ἃ καὶ αἰνίξεταί μοι γραφή, καὶ τοῖς μὲν παραστήσεται,τὰ δὲ μόνον ἐρεῖ, πειράσεται δὲ καὶ λανθάνουσα εἰπεῖν καὶ ἐπικρυπτομένη ἐκφῆναι καὶ δεῖξαι σιωπῶσα. τά τε παρὰ τῶν ἐπισήμων δογματιζόμενα αἱρέσεων παραθήσεται, καὶ τούτοις ἀντερεῖ πάνθ’ ὅσα προοικονομηθῆναι καθήκει τῆς κατὰ τὴν ἐποπτικὴν θεωρίαν γνώσεως, ἣ προβήσεται ἡμῖν κατὰ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως κανόνα ἀπὸ τῆς τοῦ κόσμου γενέσεως προϊοῦσιν,3 τὰ ἀναγκαίως ἔχοντα προδιαληφθῆναι τῆς φυσικῆς θεωρίας προπαρατιθεμένη καὶ τὰ ἐμποδὼν ἱστάμενα τῇ ἀκολουθίᾳ προαπολυομένη, ὡς ἑτοίμους ἔχειν τὰς ἀκοὰς πρὸς τὴν παραδοχὴν τῆς γνωστικῆς παραδόσεως προκεκαθαρμένης τῆς γῆς ἀπό τε τῶν ἀκανθῶν καὶ τῆς πόας ἁπάσης γεωργικῶς εἰς καταφύτευσιν ἀμπελῶνος. ἀγὼν γὰρ καὶ ὁ προαγὼν καὶ μυστήρια τὰ πρὸ μυστηρίων, οὐδὲ ὀκνήσει συγχρήσασθαι φιλοσοφίας καὶ τῆς ἄλλης προπαιδείας τοῖς καλλίστοις τὰ ὑπομνήματα ἡμῖν. οὐ γὰρ μόνον δι’ Ἑβραίους καὶ τοὺς ὑπὸ νόμον κατὰ τὸν ἀπόστολον εὔλογον Ἰουδαῖον γενέσθαι, ἀλλὰ καὶ διὰ τοὺς Ἕλληνας Ἕλληνα, ἵνα πάντας κερδάνωμεν. κἀν τῇ πρὸς Κολασσαεῖς ἐπιστολῇ νουθετοῦντες γράφει πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ.

而且,这篇写作对于我将有所隐喻,对某些事将驻足停留,对另一些事则仅仅提及;它将尝试在隐匿中言说,在遮掩中揭示,在沉默中指明。它将列出各显赫宗派所主张的信条,并对这些加以反驳,预先安排好关于密契直观之认识所宜预先处理的一切。这认识将按照荣耀而尊严的传统准则,随着我们从创世开始推进而向前发展,预先陈列关于自然考察必须预先领会之事,并预先扫除阻碍逻辑顺畅的障碍,好叫耳朵准备好接受灵知传统,犹如土地经过耕作除去了荆棘和一切杂草,以便栽植葡萄园。因为预备赛也是竞赛,秘仪前的事物也是秘仪;我们的备忘录绝不迟疑于去并用哲学及其他预备教育中最美好的部分。因为照使徒所说,不仅为了希伯来人和律法之下的人应当作犹太人,为了希腊人也应当作希腊人,好叫我们能得着所有人。在致歌罗西人书中他也写道: “警戒各人,用诸般的智慧教导各人,要把各人在基督里作为完全人呈献出来。”

语法注3 条
  1. 1.1.14ἀναμιμνῄσκουσα τοῦ ἀρχετύπου τὸν θύρσῳ πεπληγότα

    动词 ἀναμιμνῄσκω 采用“人(宾格)+ 事物(属格)”的句式,意为“使某人想起某事”。此处 τὸν ... πεπληγότα 为接受提醒的人(宾格),τοῦ ἀρχετύπου 为所忆及的事物(属格)。“被神杖击打的人”借用了狄奥尼索斯秘仪的意象,代指真正获得灵感启迪的密契入会者。

  2. 1.1.14οὐ γὰρ ἔστι τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν

    带有否定词 οὐ 的无人称句式 οὐκ ἔστι 后接 μὴ οὐ 与不定式,构成双重否定结构,意为“……绝不可能不流落出去(必然会流传开来)”。不定式 ἐκπεσεῖν 的逻辑主语是宾格 τὰ γραφέντα。此处化用了柏拉图《斐德罗篇》(275d–e) 中关于书写文字一旦写就便无法控制其受众的论述。

  3. 1.1.15προβήσεται ἡμῖν κατὰ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως κανόνα ἀπὸ τῆς τοῦ κόσμου γενέσεως προϊοῦσιν

    分词 προϊοῦσιν 为与格复数,与 ἡμῖν 一致(意为“随着我们从……推进”)。动词 προβήσεται 的主语是由关系代词 ἥ 引出的 γνῶσις(知识)。后文的分词 προπαρατιθεμένη 与 προαπολυομένη 为阴性单数主格,作为修饰 ἥ 的分词,描述这一知识在展开过程中如何预作准备。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.1.14-1.1.15