← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§8.7.1-8.7.12

海里亚斯在公民大会叙述过往际遇

在叙拉古公民大会受到群众的热烈欢呼后,卡莉罗厄退席休息,海里亚斯则在岳父赫摩克拉提斯的鼓励下,向市民详细讲述离境后的际遇,透露狄奥尼修斯对妻子的以礼相待以及自己在米利都留有后嗣之事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7.1

Ἀθρόον δὲ τὸ πλῆθος ἀνεβόησεν “ἀπίωμεν εἰς τὴν ἐκκλησίαν·” ἐπεθύμουν γὰρ αὐτοὺς καὶ ἰδεῖν καὶ ἀκοῦσαι· λόγου δὲ θᾶττον ἐπληρώθη τὸ θέατρον ἀνδρῶν τε καὶ γυναικῶν. Εἰσελθόντος δὲ μόνου Χαιρέου πᾶσαι καὶ πάντες ἐπεβόησαν “Καλλιρρόην παρακάλει.” Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν,1 εἰσάγων καὶ τὴν θυγατέρα. Πρῶτον οὖν ὁ δῆμος εἰς τὸν οὐρανὸν ἀναβλέψας εὐφήμει τοὺς θεοὺς καὶ χάριν ἠπίστατο μᾶλλον ὑπὲρ τῆς ἡμέρας ταύτης ἢ τῆς τῶν ἐπινικίων· εἶτα ποτὲ μὲν ἐσχίζοντο, καὶ οἱ μὲν ἄνδρες ἐπῄνουν Χαιρέαν αἱ δὲ γυναῖκες Καλλιρρόην, ὁτὲ δ’ αὖ πάλιν ἀμφοτέρους κοινῇ· καὶ τοῦτο ἐκείνοις ἥδιον ἦν.

群众异口同声地呼喊道:“我们去公民大会吧!”因为他们渴望见到他们,也想聆听他们的声音;转瞬之间,剧场里就挤满了男男女女。当海里亚斯独自一人走进来时,全体男女齐声高呼:“请把卡莉罗厄唤来!”赫摩克拉提斯在这一点上也顺应了民众的意愿,把女儿也领了进来。 于是,民众首先仰望苍天赞美诸神,为这特殊的一天所表达的感恩甚至超过了昔日战胜之日;接着,他们有时分成两派,男人们赞美海里亚斯,女人们赞美卡莉罗厄,有时又一同合力赞美两人;而这后一种赞颂让两人更觉欣慰。

§8.7.3

Καλλιρρόην μὲν οὖν ὡς ἂν ἐκ πλοῦ καὶ ἀγωνίας εὐθὺς ἀσπασαμένην τὴν πατρίδα ἀπήγαγον ἐκ τοῦ θεάτρου, Χαιρέαν δὲ κατεῖχε τὸ πλῆθος, ἀκοῦσαι βουλόμενον πάντα τὰ τῆς ἀποδημίας διηγήματα. Κἀκεῖνος ἀπὸ τῶν τελευταίων ἤρξατο, λυπεῖν οὐ θέλων τοῖς πρώτοις καὶ σκυθρωποῖς τὸν λαόν. Ὁ δὲ δῆμος ἐνεκελεύετο “ἐρωτῶμεν, ἄνωθεν ἄρξαι, πάντα ἡμῖν λέγε, μηδὲν παραλίπῃς.” Ὤκνει Χαιρέας, ὡς ἂν ἐπὶ πολλοῖς τῶν οὐ κατὰ γνώμην συμβάντων αἰδούμενος, Ἑρμοκράτης δὲ ἔφη “μηδὲν αἰδεσθῇς, ὦ τέκνον, κἂν λέγῃς τι λυπηρότερον ἢ μικρότερον ἡμῶν·2 τὸ γὰρ τέλος λαμπρὸν γενόμενον ἐπισκοτεῖ τοῖς προτέροις ἅπασι, τὸ δὲ μὴ ῥηθὲν ὑπόνοιαν ἔχει χαλεπωτέραν ἐξ αὐτῆς τῆς σιωπῆς.

卡莉罗厄经历航海与磨难后自然疲惫不堪,在向祖国致以问候之后立刻被护送离开了剧场;但民众却留下了海里亚斯,渴望听他详述异域漂泊的所有故事。他本不愿以最初那些阴郁的往事让民众难过,便从最后发生的事情讲起。民众却催促道:“我们求求你,从头开始吧,把一切都告诉我们,切莫遗漏任何细节!” 海里亚斯仍感迟疑,对诸多未能如愿的往事自然心怀羞愧,但赫摩克拉提斯说道:“孩子,无须感到任何羞耻,即便你说出的事情有些令人痛心,或有失我们的尊严。因为辉煌的结局足以掩盖先前的一切瑕疵,而未曾道出的隐情则会从沉默本身中招致更为严苛的猜忌。

§8.7.5

Πατρίδι λέγεις καὶ γονεῦσιν, ὧν ἰσόρροπος ἡ πρὸς ἀμφοτέρους ὑμᾶς φιλοστοργία. Τὰ μὲν οὖν πρῶτα τῶν διηγημάτων ἤδη καὶ ὁ δῆμος ἐπίσταται, καὶ γὰρ τὸν γάμον ὑμῶν αὐτὸς ἔζευξε·

你是在面对自己的祖国和父母倾诉,他们对你们两人的慈爱是均等而深厚的。故事的前半段民众早已知晓,毕竟是他们亲自撮合了你们的婚事。

§8.7.6

τὴν τῶν ἀντιμνηστευομένων ἐπιβουλὴν3 εἰς ψευδῆ ζηλοτυπίαν καιρίως ἔπληξας τὴν γυναῖκα πάντες ἔγνωμεν καὶ ὅτι δόξασα τεθνάναι πολυτελῶς ἐκηδεύθη, σὺ δὲ εἰς φόνου δίκην ὑπαχθεὶς σεαυτοῦ κατεψηφίσω, συναποθανεῖν θέλων τῇ γυναικί.

那些求婚竞争者诱发虚妄嫉妒的阴谋,以及你失手重击妻子致命之处,我们人人都已明了;还有她被认为已死而隆重下葬,你被控犯有谋杀罪,一心想随妻子同死而判定自己死罪。

§8.7.7

Ἀλλ’ ὁ δῆμός σε ἀπέλυσεν, ἀκούσιον ἐπιγνοὺς τὸ συμβάν. Τὰ δὲ τούτων ἐφεξῆς, ὅτι Θήρων ὁ τυμβωρύχος νυκτὸς τὸν τάφον διασκάψας Καλλιρρόην ζῶσαν εὑρὼν μετὰ τῶν ἐνταφίων ἐνέθηκε τῷ πειρατικῷ κέλητι καὶ εἰς Ἰωνίαν ἐπώλησε, σὺ δὲ κατὰ τὴν ζήτησιν τῆς γυναικὸς ἐξελθὼν αὐτὴν μὲν οὐχ εὗρες, ἐν δὲ τῇ θαλάσσῃ τῷ πειρατικῷ πλοίῳ περιπεσὼν τοὺς μὲν ἄλλους λῃστὰς τεθνεῶτας κατέλαβες ὑπὸ δίψους, Θήρωνα δὲ μόνον ἔτι ζῶντα εἰσήγαγες εἰς τὴν ἐκκλησίαν, κἀκεῖνος μὲν βασανισθεὶς ἀνεσκολοπίσθη, τριήρη δὲ ἐξέπεμψεν ἡ πόλις καὶ πρεσβευτὰς ὑπὲρ Καλλιρρόης, ἑκούσιος δὲ συνεξέπλευσέ σοι Πολύχαρμος ὁ φίλος, ταῦτα ἴσμεν· σὺ δὲ ἡμῖν διήγησαι τὰ μετὰ τὸν ἔκπλουν συνενεχθέντα τὸν σὸν ἐντεῦθεν.”

然而民众宽宥了你,认定发生的一切实属无心之过。随后的那些事:盗墓贼泰隆在夜间掘开坟墓,发现卡莉罗厄尚存人世,便将她连同随葬品一并置入海盗轻艇卖往伊奥尼亚;你出海寻妻未果,却在海上遭遇了那艘海盗船,发现其余海盗皆因渴毙命,仅将奄奄一息的泰隆一人押送至公民大会受审,经严刑拷打后处以磔刑;城邦为了卡莉罗厄派出一艘三列桨座战船和使节,而你的好友波利卡摩斯也毅然自愿与你同行出海——这些我们都一清二楚。现在,请你向我们讲述你自此地扬帆出航之后所遭遇的一切吧。”

§8.7.9

Ὁ δὲ Χαιρέας ἔνθεν ἑλὼν4 διηγεῖτο “πλεύσαντες τὸν Ἰόνιον ἀσφαλῶς εἰς χωρίον κατήχθημεν ἀνδρὸς Μιλησίου, Διονυσίου τοὔνομα, πλούτῳ καὶ γένει καὶ δόξῃ πάντων Ἰώνων ὑπερέχοντος. Οὗτος δὲ ὁ παρὰ Θήρωνος Καλλιρρόην ταλάντου πριάμενος.

海里亚斯便承接上文叙述道:“我们平安渡过伊奥尼亚海,在一位米利都人的庄园靠岸,那人名叫狄奥尼修斯,其财富、门第与声望在全伊奥尼亚首屈一指。他便是从泰隆手中以一塔兰同买下卡莉罗厄的人。

§8.7.10

Μὴ φοβηθῆτε· οὐκ ἐδούλωσεν· εὐθὺς γὰρ τὴν ἀργυρώνητον αὑτοῦ δέσποιναν ἀπέδειξε, καὶ ἐρῶν αὐτῆς βιάσασθαι οὐκ ἐτόλμησε τὴν εὐγενῆ, πέμψαι δὲ πάλιν εἰς Συρακούσας οὐχ ὑπέμεινεν ἧς ἤρα.

请大家勿要担忧:他并未将她沦为奴隶。他随即奉这位用银钱购得的女子为自家的女主;他虽深爱着她,却不敢冒犯这位贵妇,但出于爱意,他也无法下定决心将她送回叙拉古。

§8.7.11

Ἐπεὶ δὲ ᾔσθετο Καλλιρρόη κύουσαν ἑαυτὴν ἐξ ἐμοῦ, σῶσαι τὸν πολίτην ὑμῖν θέλουσα, ἀνάγκην ἔσχε Διονυσίῳ γαμηθῆναι, σοφιζομένη τοῦ τέκνου τὴν γονήν, ἵνα ἐκ Διονυσίου δόξῃ γεγεννηκέναι, καὶ τραφῇ τὸ παιδίον ἐπαξίως.

当卡莉罗厄察觉自己怀上了我的骨肉,一心想为你们保全这位同胞公民,无奈之下只得嫁给狄奥尼修斯,巧掩孩子的生父,以便被认为是与狄奥尼修斯生下〔孩子〕,从而让这幼子获得相称的抚育。

§8.7.12

Τρέφεται γὰρ ὑμῖν, ἄνδρες Συρακούσιοι, πολίτης ἐν Μιλήτῳ πλούσιος ὑπ’ ἀνδρὸς ἐνδόξου· καὶ γὰρ ἐκείνου τὸ γένος Ἑλληνικόν. Μὴ φθονήσωμεν αὐτῷ μεγάλης κληρονομίας.”

叙拉古的男人们啊,你们的一位城邦公民此刻正由一位显赫的男子在米利都富裕地抚育着;因为那位男子的门第同样也是希腊人。我们何必嫉恨他继承如此一份巨大的家业呢!”

语法注4 条
  1. 8.7.1Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν

    动词 δημαγωγέω 后接代词 τοῦτο 作为内宾格(同源宾格用法),意为“在这件事上也顺应了民众的呼声/迎合了群众的心意”。该动词由表示“作民众领袖”引申为迎合群众要求以顺从民意。

  2. 8.7.4μικρότερον ἡμῶν

    比较级形容词 μικρότερον 后接表示比较的属格 ἡμῶν,意为“低于我们身份的/有失我们尊严的(微不足道之事)”。

  3. 8.7.6τὴν τῶν ἀντιμνηστευομένων ἐπιβουλὴν

    该宾格名词短语被置于句首,作为后方统辖动词 πάντες ἔγνωμεν 的前置宾语(提前/预取结构 prolepsis),与后续的 ὅτι 引导的宾语从句并列,起到突出“求婚竞争者之阴谋”这一主题的作用。

  4. 8.7.9ἔνθεν ἑλών

    源自荷马史诗(如《奥德赛》第8卷500行)的文学定型套语。副词 ἔνθεν(从那里)与动词 αἱρέω 的不定过去时主动分词 ἑλών 结合,意为“从那一处接续讲起/打那儿开头”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.7.1-8.7.12