← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§8.6.1-8.6.12

海里亚斯与卡莉罗厄归返叙拉古

海里亚斯携卡莉罗厄及巨额波斯战利品平安返回叙拉古,面对这一对被认定已死之人的戏剧性归来,赫摩克拉提斯与全城百姓陷入了极度的狂喜与欢腾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6.1

Τὰ μὲν οὖν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν, ὁ δὲ Χαιρέας ἤνυσε τὸν πλοῦν εἰς Σικελίαν εὐτυχῶς ʽεἱστήκει γὰρ ἀεὶ κατὰ πρύμναν.ʼ1 καὶ ναῦς ἔχων μεγάλας ἐπελαγίζετο, περιδεῶς ἔχων μὴ πάλιν αὐτὸν σκληροῦ δαίμονος προσβολὴ καταλάβῃ.

亚细亚的局势大体如此,而海里亚斯则幸运地完成了前往西西里的航程,因为顺风始终从船尾吹拂;他拥有高大的舰船,航行于开阔海域,心中惶恐不安,生怕残酷的神明再次降下灾厄袭击自己。

§8.6.2

ἐπεὶ δὲ ἐφάνησαν Συρακοῦσαι, τοῖς τριηράρχαις ἐκέλευσε κοσμῆσαι τὰς τριήρεις καὶ ἅμα συντεταγμέναις πλεῖν· καὶ γὰρ ἦν γαλήνη. ὡς δὲ εἶδον αὐτοὺς οἱ ἐκ τῆς πόλεως, εἶπέ τις “πόθεν τριήρεις προσπλέουσι; μή τι Ἀττικαί;2

当叙拉古的身影映入眼帘时,他命令各三列桨座战船的指挥官装饰船只,并以整齐的队形并排航行;因为海面上风平浪静。城里的人望见他们时,有人说道:“这是从哪里驶来的三列桨座战船?莫非是阿提卡的船只?

§8.6.3

φέρε οὖν μηνύσωμεν Ἑρμοκράτει.” καὶ ταχέως ἐμήνυσε “στρατηγέ, βουλεύου τί ποιήσεις· τοὺς λιμένας ἀποκλείσωμεν ἢ ἐπαναχθῶμεν; οὐ γὰρ ἴσμεν εἰ μείζων ἕπεται στόλος, πρόδρομοι δέ εἰσιν αἱ βλεπόμεναι.” καταδραμὼν οὖν ὁ Ἑρμοκράτης ἐκ τῆς ἀγορᾶς ἐπὶ τὴν θάλασσαν κωπῆρες ἐξέπεμψε πλοῖον ἀπαντᾶν αὐτοῖς.

来吧,我们快去报告赫摩克拉提斯。”他便急忙报信道:“将军,请定夺应当如何处置:我们是封锁港口,还是出海迎敌?因为我们不知道后面是否尾随着更大的舰队,而眼前的船只只是先遣队。”于是赫摩克拉提斯从广场奔赴海滨,派出一艘划桨小艇前去迎上他们。

§8.6.4

ὁ δὲ ἀποσταλεὶς ἐπυνθάνετο πλησίον ἐλθὼν τίνες εἴησαν, Χαιρέας δὲ ἐκέλευσεν ἀποκρίνασθαί τινα τῶν Αἰγυπτίων “ἡμεῖς ἐξ Αἰγύπτου πλέομεν ἔμποροι, φορτία φέροντες, ἃ Συρακοσίους εὐφρανεῖ.” “μὴ ἀθρόοι τοίνυν εἰσπλεῖτε” φησίν, “ἕως ἂν γνῶμεν εἰ ἀληθεύετε· φορτίδας γὰρ οὐ βλέπω ναῦς ἀλλὰ μακρὰς καὶ ὡς ἐκ πολέμου τριήρεις, ὥστε αἱ μὲν πλείους ἔξω τοῦ λιμένος μετέωροι μεινάτωσαν, μία δὲ καταπλευσάτω.” “ποιήσομεν οὕτως.”

被派遣的人靠近后,询问他们究竟是何人;海里亚斯吩咐一名埃及人回答:“我们是从埃及驶来的商人,运载着会让叙拉古人欣喜的货物。”使者便说:“那么在查明你们是否言之属实之前,切勿整队一并驶入;因为我所见到的并非货船,而是兵舰和仿若经历过海战的三列桨座战船。因此,让大部分船只留在港外开阔水面待命,仅准许一艘驶入。”“便依此而行。”

§8.6.5

Εἰσέπλευσεν οὖν τριήρης ἡ Χαιρέου πρώτη. εἶχε δὲ ἐπάνω σκηνὴν συγκεκαλυμμένην Βαβυλωνίοις παραπετάσμασιν. ἐπεὶ δὲ καθωρμίσθη, πᾶς ὁ λιμὴν ἀνθρώπων ἐνεπλήσθη· φύσει μὲν γὰρ ὄχλος ἐστὶ περίεργόν τι χρῆμα, τότε δὲ καὶ πλείονας εἶχον αἰτίας τῆς συνδρομῆς.

于是海里亚斯的三列桨座战船率先驶入港湾。甲板上方建有一座以巴比伦帷幔紧紧遮蔽的帐幕。船只靠岸泊定后,整个港口都挤满了人群;因为群众天性便好猎奇,而此时他们汇聚于此的由头更胜以往。

§8.6.6

βλέποντες δὲ εἰς τὴν σκηνὴν ἔνδον ἐνόμιζον οὐκ ἀνθρώπους ἀλλὰ φόρτον εἶναι πολυτελῆ, καὶ ἄλλος ἄλλο τι ἐμαντεύετο, πάντα δὲ μᾶλλον ἢ τὸ ἀληθὲς εἴκαζον· καὶ γὰρ ἦν ἄπιστον ὡς ἀληθῶς, ἤδη πεπεισμένων αὐτῶν ὅτι Χαιρέας τέθνηκε, ζῶντα δόξαι καταπλεῖν καὶ μετὰ τοσαύτης πολυτελείας.

他们望着帐幕,以为里面并非活人,而是贵重的货物,人们议论纷纷,各执一词,所揣测的无一不是远离真相之事;因为在他们早已深信海里亚斯已死的情况下,若要相信他还活着返航且伴随着如此盛大的排场,实在是令人难以置信。

§8.6.7

οἱ μὲν οὖν Χαιρέου γονεῖς οὐδὲ προῄεσαν ἐκ τῆς οἰκίας, Ἑρμοκράτης δὲ ἐπολιτεύετο μέν, ἀλλὰ πενθῶν, καὶ τότε εἱστήκει μέν, λανθάνων δέ. πάντων δὲ ἀπορούντων καὶ τοὺς ὀφθαλμοὺς ἐκτετακότων αἰφνίδιον εἱλκύσθη τὰ παραπετάσματα, καὶ ὤφθη Καλλιρόη μὲν ἐπὶ χρυσηλάτου κλίνης ἀνακειμένη, Τυρίαν ἀμπεχομένη πορφύραν, Χαιρέας δὲ αὐτῇ παρακαθήμενος, σχῆμα ἔχων στρατηγοῦ.

海里亚斯的双亲甚至闭门不出,赫摩克拉提斯虽然仍在料理政务,却深陷哀思,此刻也悄然肃立于一旁。正当众人茫然不解、极目注视之际,帷幔突然被拉开,只见卡莉罗厄斜倚在金箔打造的长榻上,身披推罗紫袍,海里亚斯则以统帅的英姿端坐身旁。

§8.6.8

οὔτε βροντή ποτε οὕτως ἐξέπληξε τὰς ἀκοὰς οὔτε ἀστραπὴ τὰς ὄψεις τῶν ἰδόντων, οὔτε θησαυρὸν εὑρών τις χρυσίου τοσοῦτον ἐξεβόησεν, ὡς τότε τὸ πλῆθος, ἀπροσδοκήτως ἰδὸν θέαμα λόγου κρεῖττον. Ἑρμοκράτης δὲ ἀνεπήδησεν ἐπὶ τὴν σκηνὴν καὶ περιπτυξάμενος τὴν θυγατέρα εἶπε “ζῇς, τέκνον, ἢ καὶ τοῦτο πεπλάνημαι;” “ζῶ, πάτερ, νῦν ἀληθῶς, ὅτι σε ζῶντα τεθέαμαι.” δάκρυα πᾶσιν ἐχεῖτο μετὰ χαρᾶς.

雷霆从未如此震颤聆听者的耳鼓,闪电亦未曾如此夺去观者的视线,即便是拾获巨额黄金宝藏的人也未曾发出过如此惊叹,正如当时那群骤然得见超越言语所能形容的奇景的民众。赫摩克拉提斯纵身跃向帐幕,一把抱住女儿喊道:“孩子,你真的还活着,还是我又深陷于这虚妄的幻象?”“父亲,我现在真正活着了,因为我见到了健在的您。”所有人都在狂喜中流下热泪。

§8.6.9

Μεταξὺ δὲ Πολύχαρμος ἐπικαταπλεῖ ταῖς ἄλλαις τριήρεσιν· αὐτὸς γὰρ ἦν πεπιστευμένος τὸν ἄλλον στόλον ἀπὸ Κύπρου διὰ τὸ μηκέτι Χαιρέαν ἄλλῳ τινὶ σχολάζειν δύνασθαι πλὴν Καλλιρόῃ μόνῃ.

在此期间,波利卡摩斯率领其余的三列桨座战船相继驶入港口;自塞浦路斯出发以来,这支余下的舰队便托付于他,因为海里亚斯除了卡莉罗厄一人之外,已无法顾及其他任何事。

§8.6.10

ταχέως οὖν ὁ λιμὴν ἐπληροῦτο, καὶ ἦν ἐκεῖνο τὸ σχῆμα τὸ μετὰ τὴν ναυμαχίαν τὴν Ἀττικήν· καὶ αὗται γὰρ αἱ τριήρεις ἐκ πολέμου κατέπλεον ἐστεφανωμέναι, χρησάμεναι Συρακοσίῳ στρατηγῷ· συνεμίχθησαν δὲ αἱ φωναὶ τῶν ἀπὸ τῆς θαλάσσης τοὺς ἀπὸ γῆς ἀσπαζομένων καὶ πάλιν ἐκείνων τοὺς ἐκ θαλάσσης, εὐφημίαι τε καὶ ἔπαινοι καὶ συνευχαὶ πυκναὶ παρʼ ἀμφοτέρων πρὸς ἀλλήλους. ἧκε δὲ μεταξὺ φερόμενος καὶ ὁ Χαιρέου πατήρ, λιποψυχῶν ἐκ τῆς παραδόξου χαρᾶς.

港口迅即被挤得水泄不通,那场面宛如阿提卡海战胜利后的盛况重现;盖因这些战船也是在叙拉古将军的率领下,头戴花冠从战场凯旋。来自海上的问候与陆上人群的应答汇为一体,双方彼此交织着不断的欢呼、赞美与互相祈福。在此之际,海里亚斯的父亲也被人抬着来到这里,因这难以置信的巨大喜悦而几乎晕厥。

§8.6.11

ἐπεκυλίοντο δὲ ἀλλήλοις συνέφηβοι καὶ συγγυμνασταί, Χαιρέαν ἀσπάσασθαι θέλοντες, Καλλιρόην δὲ αἱ ναῖκες. Ἔδοξε δὲ ἔτι καλλίων ἑαυτῆς Καλλιρρόη γεγονέναι,3 ὥστε ἀληθῶς εἶπες ἂν4 αὐτὴν ὁρᾶν τὴν Ἀφροδίτην ἀναδυομένην ἐκ τῆς θαλάσσης. Προσελθὼν δὲ Χαιρέας τῷ Ἑρμοκράτει καὶ τῷ πατρὶ. “παραλάβετε” ἔφη “τὸν πλοῦτον τοῦ μεγάλου βασιλέως.”

同龄的朋友和摔跤场的同伴们彼此推搡,争相拥抱海里亚斯,妇女们则纷纷涌向卡莉罗厄。卡莉罗厄看起来比以往的自己更为娇艳动人,以至于人们真会以为自己亲眼见到了正从海浪中升起的阿佛洛狄忒。海里亚斯走近赫摩克拉提斯和父亲,说道:“请接纳大王的财富吧。”

§8.6.12

Καὶ εὐθὺς ἐκέλευσεν ἐκκομίζεσθαι ἄργυρον καὶ χρυσὸν ἀναρίθμητον, εἶτα ἐλέφαντα καὶ ἤλεκτρον καὶ ἐσθῆτα καὶ πᾶσαν ὕλης τέχνης τε πολυτέλειαν ἐπέδειξε Συρακουσίοις καὶ κλίνην καὶ τράπεζαν τοῦ μεγάλου βασιλέως, ὥστε ἐνεπλήσθη πᾶσα ἡ πόλις οὐχ ὡς πρότερον ἐκ τοῦ πολέμου τοῦ Σικελικοῦ πενίας Ἀττικῆς, ἀλλά, τὸ καινότατον ἐν εἰρήνῃ, λαφύρων Μηδικῶν.

他随即下令搬出数不尽的金银,接着将象牙、琥珀、华服以及材料与工艺登峰造极的种种奢侈珍玩,乃至大王的长榻和餐桌一一展现给叙拉古人,致使整座城邦充斥的不再是昔日西西里战争中阿提卡式的困顿,而是在和平年代前所未闻的、琳琅满目的米底亚战利品。

语法注4 条
  1. 8.6.1εἱστήκει γὰρ ἀεὶ κατὰ πρύμναν

    省略主语(如 ἄνεμος“风”)的航海惯用表达,意为“(风)始终立于船尾后方”,即持续吹着顺风。

  2. 8.6.2μή τι Ἀττικαί;

    由否定小词 μή (μή τι) 引导的独立疑问句,表达说话者的担忧与顾虑:“莫非是阿提卡(雅典)的船只?”反映了叙拉古人对昔日雅典远征西西里的深刻记忆与警惕。

  3. 8.6.11ἔδοξε δὲ ἔτι καλλίων ἑαυτῆς Καλλιρρόη γεγονέναι

    比较级形容词(καλλίων)后接反身代词属格(ἑαυτῆς)的惯用结构,意为“看起来比以往的自己更为娇艳美丽”。

  4. 8.6.11ἀληθῶς εἶπες ἂν

    直陈式过去时第二人称(εἶπες)搭配 ἄν 构成的过去潜在句式,表示过去情境中不特定观察者的假设性判断:“任谁都会真心说……/人们真会认为……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.6.1-8.6.12