- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.8.1-8.8.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海里亚斯在公民大会上陈述了他沦为奴隶、险遭钉十字架、转投埃及立下战功并归还波斯俘虏的经历,并为波利卡摩斯求婚及为部下争取到公民权。与此同时,卡莉罗厄前往阿佛洛狄忒神庙献上感恩与祈求,全书就此圆满落幕。
“ταῦτα μὲν οὖν ἔμαθον ὕστερον· τότε δὲ καταχθεὶς ἐν τῷ χωρίῳ Καλλιρρόης εἰκόνα θεασάμενος ἐν ἱερῷ ἐγὼ μὲν εἶχον ἀγαθὰς ἐλπίδας, νύκτωρ δὲ Φρύγες λῃσταὶ καταδραμόντες ἐπὶ θάλασσαν ἐνέπρησαν μὲν τὴν τριήρη, τοὺς δὲ πλείστους κατέσφαξαν, ἐμὲ δὲ καὶ Πολύχαρμον δήσαντες ἐπώλησαν εἰς Καρίαν.” Θρῆνον ἐξέρρηξεν ἐπὶ τούτοις τὸ πλῆθος, εἶπε δὲ Χαιρέας “ἐπιτρέψατε ἐμοὶ τὰ ἑξῆς σιωπᾶν, σκυθρωπότερα γάρ ἐστι τῶν πρώτων·” ὁ δὲ δῆμος ἐξεβόησε “λέγε πάντα.” Καὶ ὃς ἔλεγεν “ὁ πριάμενος ἡμᾶς, δοῦλος Μιθριδάτου, στρατηγοῦ Καρίας, ἐκέλευσε σκάπτειν ὄντας πεπεδημένους. Ἐπεὶ δὲ τὸν δεσμοφύλακα τῶν δεσμωτῶν ἀπέκτεινάν τινες, ἀνασταυρωθῆναι πάντας ἡμᾶς Μιθριδάτης ἐκέλευσε.
“这些事我都是后来才得知的。而在当时,我在庄园靠岸,在神庙中见到了卡莉罗厄的画像,心中满怀美好的希望;然而夜间弗里吉亚海盗突袭海滨,焚毁了三列桨座战船,屠杀了我们绝大多数人,并将我和波利卡摩斯捆绑起来,卖往卡里亚。”听到这里,人群失声痛哭,海里亚斯说道:“请准许我对接下来的事情保持沉默吧,因为它们比先前的遭遇更加阴郁。”民众却高喊道:“把一切都说出来!”于是他说道:“买下我们的那人是卡里亚总督米特里达梯的奴隶,他命令我们戴着镣铐开掘泥土。由于囚犯中有人杀死了看守,米特里达梯便下令将我们所有人处以十字架刑。
Κἀγὼ μὲν ἀπηγόμην· μέλλων δὲ βασανίζεσθαι Πολύχαρμος εἶπέ μου τοὔνομα καὶ Μιθριδάτης ἐγνώρισε· Διονυσίου γὰρ ξένος γενόμενος ἐν Μιλήτῳ, Χαιρέου θαπτομένου παρῆν· πυθομένη γὰρ Καλλιρρόη τὰ περὶ τὴν τριήρη καὶ τοὺς λῃστάς, κἀμὲ δόξασα τεθνάναι, τάφον ἔχωσέ μοι πολυτελῆ.
我正被押赴刑场;但正要受刑的波利卡摩斯呼喊了我的名字,米特里达梯认出了这个名字;因为他在米利都曾是狄奥尼修斯的座上宾,在为海里亚斯举行葬礼时曾在场。原来卡莉罗厄听闻了战船与海盗的消息,以为我已死,便为我修筑了一座奢华的坟茔。
Ταχέως οὖν ὁ Μιθριδάτης ἐκέλευσε καθαιρεθῆναί με τοῦ σταυροῦ σχεδὸν ἤδη πέρας ἔχοντα,1 καὶ ἔσχεν ἐν τοῖς φιλτάτοις· ἀποδοῦναι δέ μοι Καλλιρρόην ἔσπευδε καὶ ἐποίησέ με γράψαι πρὸς αὐτήν.
于是米特里达梯迅速下令将我从十字架上解救下来——当时我几乎已经奄奄一息,并将我列入最亲密的朋友之中;他急于将卡莉罗厄归还给我,并让我写信给她。
Ἀμελείᾳ δὲ τοῦ διακονουμένου τὴν ἐπιστολὴν ἔλαβεν αὐτὸς Διονύσιος· ἐμὲ δὲ ζῆν οὐκ ἐπίστευεν, ἐπίστευε δὲ Μιθριδάτην ἐπιβουλεύειν αὑτοῦ τῇ γυναικί, καὶ εὐθὺς αὐτῷ μοιχείαν ἐγκαλῶν ἐπέστειλε βασιλεῖ· βασιλεὺς δὲ ἀνεδέξατο τὴν δίκην καὶ πάντας ἐκάλεσε πρὸς αὑτόν.
然而由于送信人的疏忽,狄奥尼修斯本人截获了这封信;他不信我还活着,反而认为米特里达梯在图谋拐骗他的妻子,便立刻给波斯大王写信,控告他通奸之罪;大王受理了这桩诉讼,传唤所有人到他御前。
Οὕτως ἀνέβημεν εἰς Βαβυλῶνα. Καὶ Καλλιρρόην μὲν Διονύσιος ἄγων περίβλεπτον ἐποίησε κατὰ τὴν Ἀσίαν ὅλην, ἐμὲ δὲ Μιθριδάτης ἐπηγάγετο· γενόμενοι δὲ ἐκεῖ μεγάλην ἐπὶ βασιλέως δίκην εἴπομεν. Μιθριδάτην μὲν οὖν εὐθὺς ἀπέλυσεν, ἐμοὶ δὲ καὶ Διονυσίῳ διαδικασίαν περὶ τῆς γυναικὸς ἐπήγγειλε, Καλλιρρόην παραθέμενος ἐν τῷ μεταξὺ Στατείρᾳ τῇ βασιλίδι.
我们便这样登程前往巴比伦。狄奥尼修斯带着卡莉罗厄,使她成为全亚洲瞩目的焦点,而米特里达梯则带上了我;到了那里之后,我们在大王面前进行了一场重大诉讼。大王随即宣判米特里达梯无罪,却下令我和狄奥尼修斯之间就这名女子展开确权诉讼,其间将卡莉罗厄托付给王后斯塔泰拉照管。
Ποσάκις, ἄνδρες Συρακούσιοι, δοκεῖτε, θάνατον ἐβουλευσάμην ἀπεζευγμένος τῆς γυναικός, εἰ μή με Πολύχαρμος ἔσωσεν ὁ μόνος ἐν πᾶσι φίλος πιστός; Καὶ γὰρ βασιλεὺς ἠμελήκει τῆς δίκης, ἔρωτι Καλλιρρόης φλεγόμενος.
叙拉古的男人们啊,若非波利卡摩斯这位在众人之中唯一忠诚的朋友救了我,你们能想象因与妻子分离,我曾多少次决意自寻短见吗?因为大王也因被对卡莉罗厄的爱欲所焚烧,搁置了审判。
Ἀλλ’ οὔτε ἔπεισε οὔτε ὕβρισεν· εὐκαίρως δὲ Αἴγυπτος ἀποστᾶσα βαρὺν ἐκίνησε πόλεμον, ἐμοὶ δὲ μεγάλων ἀγαθῶν αἴτιον. Καλλιρρόην μὲν γὰρ ἡ βασιλὶς ἐπήγετο, ψευδῆ δὲ ἀκούσας ἀγγελίαν ἐγὼ φήσαντός τινος ὅτι Διονυσίῳ παρεδόθη, θέλων ἀμύνασθαι βασιλέα, πρὸς τὸν Αἰγύπτιον αὐτομολήσας ἔργα μεγάλα διεπραξάμην.
然而他既未说服她,也未施加非礼;恰在此时,埃及叛乱并挑起了一场大战,这反而成了我获得巨大利好的契机。原来王后将卡莉罗厄带走,而我听到有人传来的虚假消息,说她已被交付给狄奥尼修斯,我一心想向大王复仇,便投奔了埃及王,建立了显赫的功勋。
Καὶ γὰρ Τύρον δυσάλωτον οὖσαν ἐχειρωσάμην αὐτὸς καὶ ναύαρχος ἀποδειχθεὶς κατεναυμάχησα τὸν μέγαν βασιλέα καὶ Ἀράδου κύριος ἐγενόμην, ἔνθα καὶ τὴν βασιλίδα καὶ τὸν πλοῦτον, ὃν ἑωράκατε, βασιλεὺς ἀπέθετο.
事实上,我亲自攻克了难以攻陷的推罗,被任命为海军统帅后在海战中击溃了波斯大王,并掌控了阿罗多斯岛——大王曾将王后以及你们所见到的财富存放在那里。
Ἐδυνάμην οὖν καὶ τὸν Αἰγύπτιον ἀποδεῖξαι πάσης τῆς Ἀσίας δεσπότην, εἰ μὴ χωρὶς ἐμοῦ μαχόμενος ἀνῃρέθη.2 Τὸ δὲ λοιπὸν φίλον ὑμῖν ἐποίησα τὸν μέγαν βασιλέα, τὴν γυναῖκα δωρησάμενος αὐτῷ καὶ Περσῶν τοῖς ἐντιμοτάτοις μητέρας τε καὶ ἀδελφὰς καὶ γυναῖκας καὶ θυγατέρας πέμψας.
因此,若不是埃及王未与我并肩作战便战死沙场,我本可以让他成为全亚洲的主人。至于其余的事情,我将王后归还给大王,将母亲、姐妹、妻子和女儿送还给波斯最显贵的人,从而使大王成为你们的朋友。
Αὐτὸς δὲ Ἕλληνας τοὺς ἀρίστους Αἰγυπτίων τε τοὺς θέλοντας ἤγαγον ἐνθάδε. Ἐλεύσεται καὶ ἄλλος στόλος ἐξ Ἰωνίας ὑμέτερος· ἄξει δὲ αὐτὸν ὁ Ἑρμοκράτους ἔγγονος.”
而我自己则带领着最优秀的希腊人以及愿意前来的埃及人来到了这里。另一支属于你们的船队也将从伊奥尼亚驶来,率领它的将是赫摩克拉提斯的孙子。”
Εὐχαὶ παρὰ πάντων ἐπὶ τούτοις ἐπηκολούθησαν. Καταπαύσας δὲ τὴν βοὴν Χαιρέας εἶπεν “ἐγὼ καὶ Καλλιρρόη χάριν ἔχομεν ἐφ’ ἡμῶν Πολυχάρμῳ τῷ φίλῳ· καὶ γὰρ εὔνοιαν ἐπεδείξατο καὶ πίστιν ἀληθεστάτην πρὸς ἡμᾶς· κἂν ὑμῖν δοκῇ, δῶμεν αὐτῷ γυναῖκα τὴν ἀδελφὴν τὴν ἐμήν· προῖκα δὲ ἔξει μέρος τῶν λαφύρων.” Ἐπηυφήμησεν ὁ δῆμος “ἀγαθῷ ἀνδρὶ Πολυχάρμῳ, φίλῳ πιστῷ, ὁ δῆμός σοι χάριν ἐπίσταται. Τὴν πατρίδα εὐηργέτηκας· ἄξιος Ἑρμοκράτους καὶ Χαιρέου.” Μετὰ ταῦτα πάλιν Χαιρέας εἶπε “καὶ τούσδε τοὺς τριακοσίους, Ἕλληνας ἄνδρας, στρατὸν ἐμὸν ἀνδρεῖον, δέομαι ὑμῶν, πολίτας ποιήσατε.” Πάλιν ὁ δῆμος ἐπεβόησεν “ἄξιοι μεθ’ ἡμῶν πολιτεύεσθαι· χειροτονείσθω ταῦτα.” Ψήφισμα ἐγράφη καὶ εὐθὺς ἐκεῖνοι καθίσαντες μέρος ἦσαν τῆς ἐκκλησίας. Καὶ Χαιρέας ἐδωρήσατο τάλαντον ἑκάστῳ, τοῖς δὲ Αἰγυπτίοις ἀπένειμε χώραν Ἑρμοκράτης, ὥστε ἔχειν αὐτοὺς γεωργεῖν.
众人闻言随即报以祈福与祝愿。海里亚斯平息了喧声,说道:“我和卡莉罗厄就我们自身而言,向挚友波利卡摩斯致以谢意;因为他对我们表现出了善意与至诚的忠信;若是你们同意,我们愿将我的妹妹许配给他为妻;而她将获得战利品的一部分作为嫁妆。”民众欢呼道:“对高尚之人波利卡摩斯这位忠实的朋友,民众由衷表达感激!你造福了祖国,配得上赫摩克拉提斯与海里亚斯!”在此之后,海里亚斯再次说道:“还有这三百名希腊壮士,我英勇的军旅,我恳求你们,授予他们公民权。”民众再次齐呼:“他们配与我们共享城邦公民权;对此付诸举手表决吧!”决议案随即被起草,他们立刻坐下,成为公民大会的一员。海里亚斯赐予每人一塔兰同,赫摩克拉提斯则为埃及人分配了土地,以便他们有地耕种。
Ἕως δὲ ἦν τὸ πλῆθος ἐν τῷ θεάτρῳ, Καλλιρρόη, πρὶν εἰς τὴν οἰκίαν εἰσελθεῖν, εἰς τὸ τῆς Ἀφροδίτης ἱερὸν ἀφίκετο. Λαβομένη δὲ αὐτῆς τῶν ποδῶν καὶ ἐπιθεῖσα τὸ πρόσωπον καὶ λύσασα τὰς κόμας, καταφιλοῦσα “χάρις σοὶ” φησίν, “Ἀφροδίτη· πάλιν γάρ μοι Χαιρέαν ἐν Συρακούσαις ἔδειξας, ὅπου καὶ παρθένος εἶδον αὐτὸν σοῦ θελούσης.
当民众留在剧场中时,卡莉罗厄在步入家门之前,先前往了阿佛洛狄忒的神庙。她抱住女神的双足,将脸贴在上面,散开秀发,不住地亲吻,说道:“感谢您,阿佛洛狄忒;因为您在叙拉古让我再次见到了海里亚斯,当年我还是少女时,便是在这里承蒙您的意旨初次见到了他。
Οὐ μέμφομαί σοι, δέσποινα, περὶ ὧν πέπονθα· ταῦτα εἵμαρτό μοι. Δέομαί σου, μηκέτι με Χαιρέου διαζεύξῃς, ἀλλὰ καὶ βίον μακάριον καὶ θάνατον κοινὸν κατάνευσον ἡμῖν.” Τοσάδε περὶ Καλλιρρόης συνέγραψα. Χαρίτωνος Ἀφροδισιέως τῶν περὶ Χαιρέαν καὶ Καλλιρρόην η λόγων τέλος3
女主人啊,对于我所遭受的痛苦,我并不怨恨您;这些本是我注定的命运。我恳求您,切莫再让我与海里亚斯分离,请赐予我们幸福的一生与相伴的死亡。”关于卡莉罗厄的故事,我所记述的便至此为止。阿佛洛狄西亚的夏利顿所著《海里亚斯与卡莉罗厄传奇》全八卷终。
- 8.8.4σχεδὸν ἤδη πέρας ἔχοντα
宾格分词 ἔχοντα 与前面的代词 με 保持性数格一致。短语 πέρας ἔχω 为惯用表达,意为“走到终点”或“垂死”,结合副词 σχεδόν(几乎)与 ἤδη(已经),生动描绘了海里亚斯在十字架上几乎奄奄一息的情状。
- 8.8.10εἰ μὴ χωρὶς ἐμοῦ μαχόμενος ἀνῃρέθη
此句为与过去事实相反的虚拟条件从句,由 εἰ 引出,谓语为被动不定过去时直陈语气 ἀνῃρέθη,呼应主句的 Ἐδυνάμην οὖν(我本能够)。在希腊语中,表示能力、可能或义务的动词(如 δύναμαι)在过去虚拟条件句的主句中通常省略小词 ἄν。
- 8.8.16τῶν περὶ Χαιρέαν καὶ Καλλιρρόην η λόγων τέλος
作品结尾的跋语(colophon)。其中的字母 η 作为数码记号表示数字“8”(ὀκτώ),全句意为“阿佛洛狄西亚的夏利顿所著《海里亚斯与卡莉罗厄传》全八卷终”。
