- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.5.8-8.5.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王读信后备受嫉妒折磨,但依卡莉罗厄之愿召见狄奥尼修斯并赐予其爱奥尼亚统治权以作宽慰;狄奥尼修斯强忍悲痛谢恩退下,闭门痛哭展读来信,辞别幼子并决意返回爱奥尼亚。
Βασιλεὺς δὲ ἀναγινώσκων μυρίων παθῶν ἐπληροῦτο· καὶ γὰρ ὠργίζετο διὰ τὴν ἅλωσιν τῶν φιλτάτων καὶ μετενόει διὰ τὸ παρασχεῖν αὐτομολίας ἀνάγκην, καὶ χάριν δὲ αὐτῷ πάλιν ἠπίστατο ὅτι Καλλιρρόην μηκέτι δύναιτο θεάσασθαι. Μάλιστα δὲ πάντων φθόνος ἥπτετο αὐτοῦ, καὶ ἔλεγε “μακάριος Χαιρέας, εὐτυχέστερος ἐμοῦ.”
国王读着书信,百感交集:他既为至亲之人被俘而愤怒,又为迫使对方背叛而悔恨,然而反过来又对他心存感激,因为自己将再也无法见到卡莉罗厄。但在这一切之上,嫉妒紧紧揪住了他,他叹道:“幸福的海里亚斯啊,比我更得眷顾!”
Ἐπεὶ δὲ ἅλις ἦν τῶν διηγημάτων, Στάτειρα εἶπε “παραμύθησαι, βασιλεῦ, Διονύσιον· τοῦτο γάρ σε παρακαλεῖ Καλλιρρόη.” Ἐπιστραφεὶς οὖν ὁ Ἀρταξέρξης πρὸς τὸν εὐνοῦχον “ἐλθέτω” φησὶ “Διονύσιος.”
叙述既毕,斯妲特拉说道:“大王,去安慰一下狄奥尼修斯吧;因为这是卡莉罗厄恳请您做的事。”于是阿尔塔薛西斯转向宦官道:“叫狄奥尼修斯进来。”
Καὶ ἦλθε ταχέως, μετέωρος ταῖς ἐλπίσι· τῶν γὰρ περὶ Χαιρέαν ἠπίστατο οὐδέν, μετὰ δὲ τῶν ἄλλων γυναικῶν ἐδόκει Καλλιρρόην παρεῖναι καὶ βασιλέα καλεῖν αὐτόν, ἵνα ἀποδῷ τὴν γυναῖκα, γέρας τῆς ἀριστείας. Ἐπεὶ δὲ εἰσῆλθε, διηγήσατο αὐτῷ βασιλεὺς πάντα τὰ γεγενημένα. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ φρόνησιν Διονύσιος ἐπεδείξατο καὶ παιδείαν ἐξαίρετον.
他满怀希冀,快步赶来;盖因他对关于海里亚斯的一切毫不知情,只以为卡莉罗厄正与其他妇人在一起,国王召他是要将妻子归还予他,作为勇冠三军的嘉奖。待他步入室内,国王便将所发生的一切向他讲述了一遍。在那一时刻,狄奥尼修斯展现了非凡的沉着与教养。
Ὥσπερ γάρ τις κεραυνοῦ πεσόντος πρὸ τῶν ποδῶν αὐτοῦ μὴ ταραχθείη,1 κἀκεῖνος ἀκούσας λόγων σκηπτοῦ βαρυτέρων, ὅτι Χαιρέας Καλλιρρόην εἰς Συρακούσας ἀπάγει, ὅμως εὐσταθὴς ἔμεινε καὶ οὐκ ἔδοξεν ἀσφαλὲς αὐτῷ τὸ λυπεῖσθαι, σωθείσης τῆς βασιλίδος.
因为正如一个人在雷霆落于足下时亦能泰然自若,他听闻了比霹雳更为沉重的话语——海里亚斯正将卡莉罗厄带往叙拉古——却依然保持镇静,深知在王后平安归来之际,让自己沉溺于悲痛对自己而言绝非明智安全之举。
Ὁ δὲ Ἀρταξέρξης “εἰ μὲν ἐδυνάμην” ἔφη, “Καλλιρρόην ἂν ἀπέδωκά σοι, Διονύσιε· πᾶσαν γὰρ εὔνοιαν εἰς ἐμὲ καὶ πίστιν ἐπεδείξω· τούτου δὲ ὄντος ἀμηχάνου, δίδωμί σοι πάσης Ἰωνίας ἄρχειν, καὶ πρῶτος εὐεργέτης εἰς οἶκον βασιλέως ἀναγραφήσῃ.” Προσεκύνησεν ὁ Διονύσιος καὶ χάριν ὁμολογήσας ἔσπευδεν ἀπαλλαγῆναι καὶ δακρύων ἐξουσίαν ἔχειν· ἐξιόντι δὲ αὐτῷ Στάτειρα τὴν ἐπιστολὴν ἡσυχῆ δίδωσιν.
阿尔塔薛西斯说道:“狄奥尼修斯,若我能为之力,定会将卡莉罗厄归还于你;因为你对我展现了全部的善意与忠诚。但这既然已不可挽回,我便将整个爱奥尼亚的统治权赐予你,并令你的名字作为第一位恩人载入王室名册。”狄奥尼修斯伏地叩拜,谢恩之后急欲退下,以便能够任由泪水流淌;正当他退出之时,斯妲特拉悄悄将书信递给了他。
Ὑποστρέψας δὲ καὶ κατακλείσας ἑαυτόν, γνωρίσας τὰ Καλλιρρόης γράμματα πρῶτον τὴν ἐπιστολὴν κατεφίλησεν, εἶτα ἀνοίξας τῷ στήθει προσετίθει ὡς ἐκείνην παροῦσαν, καὶ ἐπὶ πολὺν χρόνον κατεῖχεν, ἀναγινώσκειν μὴ δυνάμενος διὰ τὰ δάκρυα. Ἀποκλαύσας δὲ μόλις ἀναγινώσκειν ἤρξατο καὶ πρῶτόν γε Καλλιρρόης τοὔνομα κατεφίλησεν. Ἐπεὶ δὲ ἦλθεν εἰς τὸ ΔΙΟΝΥΣΙΩι ΕΥΕΡΓΕΤΗι, “οἴμοι” φησὶν “οὐκέτ’ ἀνδρί.”2 Σὺ γὰρ εὐεργέτης ἐμός.
他回去将自己反锁房中,认出卡莉罗厄的笔迹,先是亲吻了信笺,随后展信贴在胸前,仿佛她就在身旁,拥抱了许久,因泪水模糊而无法阅读。痛哭之后,他勉强开始展读,首先亲吻了卡莉罗厄的名字。及至读到“致恩人狄奥尼修斯”,他悲呼道:“哀哉,不再是丈夫了!‘因为您是我的恩人’
“Τί γὰρ ἄξιον ἐποίησά σοι;” Ἥσθη δὲ τῆς ἐπιστολῆς τῇ ἀπολογίᾳ καὶ πολλάκις ἀνεγίνωσκε τὰ αὐτά· ὑπεδήλου γὰρ ὡς ἄκουσα αὐτὸν καταλίποι. Οὕτω κοῦφόν ἐστιν ἔρως καὶ ἀναπείθει ῥᾳδίως ἀντερᾶσθαι.
——可我又为你做过什么相称之事呢?”他因信中的辩白而欣慰,反复诵读同一段话;因为信中隐约流露出她是身不由己才离他而去的。爱情便是这般盲目轻信,极易教人相信自己亦被深爱着。
Ἀσπασάμενος δὲ τὸ παιδίον καὶ πήλας ταῖς χερσὶν “ἀπελεύσῃ ποτέ μοι καὶ σύ, τέκνον, πρὸς τὴν μητέρα· καὶ γὰρ αὐτὴ τοῦτο κεκέλευκεν· ἐγὼ δὲ ἔρημος βιώσομαι, πάντων αἴτιος ἐμαυτῷ γενόμενος. Ἀπώλεσέ με κενὴ ζηλοτυπία καὶ σύ, Βαβυλών.” Ταῦτα εἰπὼν συνεσκευάζετο τὴν ταχίστην καταβαίνειν εἰς Ἰωνίαν, μέγα νομίζων παραμύθιον πολλὴν ὁδὸν καὶ πόλεων ἡγεμονίαν καὶ τὰς ἐν Μιλήτῳ Καλλιρρόης οἰκήσεις.
他抱起幼子,用双手轻摇着他,说道:“孩子啊,终有一日你也必将离开我前往母亲身边;因为她亲自下了这道嘱托。而我将孑然一身度过余生,所有这一切皆是我自作自受。虚妄的嫉妒,还有你,巴比伦,毁灭了我。”言罢,他便收拾行装,以最快的速度动身前往爱奥尼亚,深信那漫长的旅途、诸城的统治权以及米利都卡莉罗厄的故居,将是对他莫大的慰藉。
- 8.5.11Ὥσπερ γάρ τις κεραυνοῦ πεσόντος πρὸ τῶν ποδῶν αὐτοῦ μὴ ταραχθείη
在由ὥσπερ引导的从句中,使用了不带ἄν的希求语气(μὴ ταραχθείη),表达假设性的比喻(“犹如有人能毫不动摇一般”)。使用否定词μή而非οὐ,亦证实此处并非陈述单纯事实,而是表示条件性或假想性的观念。
- 8.5.13οὐκέτ’ ἀνδρί
此句是对信件开头以与格书写的收件人抬头“ΔΙΟΝΥΣΙΩι ΕΥΕΡΓΕΤΗι”(致恩人狄奥尼修斯)所作的叹息。狄奥尼修斯感叹信件抬头称他为“恩人”而非“丈夫”(意即“不再是[致]丈夫了”)。紧随其后的“Σὺ γὰρ εὐεργέτης ἐμός”引自书信正文,随后则是狄奥尼修斯自省式的反问(“Τί γὰρ...”)。
