← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§8.5.1-8.5.7

波斯王与王后斯妲特拉重逢及海里亚斯的书信

波斯大统领获悉阿拉多斯失陷及王后罹难之耗而大恸,却在归航船只上与安然归来的斯妲特拉欣喜重逢;斯妲特拉向大统领叙明始末并呈上海里亚斯的书信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.5.1

Καὶ οὗτοι μὲν ἔπλεον, βασιλεὺς δὲ ὁ μέγας κρατήσας τῶν πολεμίων εἰς Αἴγυπτον μὲν ἐξέπεμπε τὸν καταστησόμενον τὰ ἐν αὐτῇ βεβαίως,1 αὐτὸς δ’ ἔσπευδεν εἰς Ἄραδον πρὸς τὴν γυναῖκα.

正当他们扬帆远航之际,大王在克敌制胜之后,派人前往埃及以稳固整顿当地局势,自己则急赴阿拉多斯去见妻子。

§8.5.2

Ὄντι δὲ αὐτῷ περὶ Χίον καὶ Τύρον καὶ θύοντι τῷ Ἡρακλεῖ τὰ ἐπινίκια προσῆλθέ τις ἀγγέλλων ὅτι “Ἄραδος ἐκπεπόρθηται καί ἐστι κενή, πάντα δὲ τὰ ἐν αὐτῇ φέρουσιν αἱ ναῦς τῶν Αἰγυπτίων·” μέγα δὲ πένθος κατήγγειλε βασιλεῖ, ὡς ἀπολωλυίας τῆς βασιλίδος· ἐπένθουν δὲ Περσῶν οἱ ἐντιμότατοι Στάτειραν πρόφασιν,2 σφῶν δ’ αὐτῶν κήδε’ ἕκαστος, ὁ μὲν γυναῖκα, ὁ δὲ ἀδελφήν, ὁ δὲ θυγατέρα, πάντες δέ τινα, ἕκαστος οἰκεῖον· ἐκπεπλευκότων δὲ τῶν πολεμίων ἄγνωστον ἦν διὰ ποίας θαλάσσης.

当他行至希俄斯与推罗一带、正向赫拉克勒斯献纳胜利祭品之时,有人前来禀报道:“阿拉多斯已被劫掠一空,城中所有财物皆被埃及人的战船运走。”他向大统领报告了这一巨大的噩耗,言王后已遭不测。波斯显贵们亦陷入哀恸,表面上以斯妲特拉为名,实则各自为自家的丧失而悲伤:有的痛悼妻子,有的痛悼姐妹,有的痛悼女儿,人人皆有所失,各自悲泣亲人。而敌人已经起航,不知经由何处海域而去。

§8.5.3

Τῇ δευτέρᾳ δὲ τῶν ἡμερῶν ὤφθησαν αἱ Αἰγυπτίων ναῦς προσπλέουσαι. Καὶ τὸ μὲν ἀληθὲς ἄδηλον ἦν, ἐθαύμαζον δὲ ὁρῶντες, καὶ ἔτι μᾶλλον ἐπέτεινεν αὐτῶν τὴν ἀπορίαν σημεῖον ἀρθὲν ἀπὸ τῆς νεὼς τῆς Δημητρίου βασιλικόν, ὅπερ εἴωθεν αἴρεσθαι μόνου πλέοντος βασιλέως· τοῦτο δὲ ταραχὴν ἐποίησεν, ὡς πολεμίων ὄντων.

次日,只见埃及人的战船扬帆驶来。真相尚未明朗,望见者皆惊愕不已,而德米特里乌斯的战船上扬起的王室旗号更大大加深了他们的困惑——此旗号向来唯有在大统领亲临航行时方得升起;这反而引发了一场骚乱,人们以为强敌来袭。

§8.5.4

Εὐθὺς δὲ θέοντες ἐμήνυον Ἀρταξέρξῃ “τάχα δή τις εὑρεθήσεται βασιλεὺς Αἰγυπτίων.” Ὁ δὲ ἀνέθορεν ἐκ τοῦ θρόνου καὶ ἔσπευδεν ἐπὶ τὴν θάλασσαν καὶ σύνθημα πολεμικὸν ἐδίδου· τριήρεις μὲν γὰρ οὐκ ἦσαν αὐτῷ· πᾶν δὲ τὸ πλῆθος ἔστησεν ἐπὶ τοῦ λιμένος παρεσκευασμένον εἰς μάχην.

人们立刻奔跑着向阿尔塔薛西斯通报:“或许会发现某位埃及人的国王!”大统领从王座上一跃而起,奔向海边,传下迎战口令;盖因他身边别无战船。他将全部人马在港口列成阵势,严阵以待。

§8.5.5

Ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος3 καὶ τοῦτο ἐμήνυσε τῇ βασιλίδι. Ἡ δὲ Στάτειρα προελθοῦσα τῆς σκηνῆς ἔδειξεν ἑαυτήν. Εὐθὺς οὖν τὰ ὅπλα ῥίψαντες προσεκύνησαν· βασιλεὺς δὲ οὐ κατέσχεν, ἀλλὰ πρὶν καλῶς τὴν ναῦν καταχθῆναι πρῶτος εἰσεπήδησεν εἰς αὐτήν, περιχυθεὶς δὲ τῇ γυναικὶ ἐκ τῆς χαρᾶς δάκρυα ἀφῆκε καὶ εἶπε “τίς ἄρα μοι θεῶν ἀποδέδωκέ σε, γύναι φιλτάτη; ἀμφότερα γὰρ ἄπιστα καὶ ἀπολέσθαι βασιλίδα καὶ ἀπολομένην εὑρεθῆναι.

当时甚至有人已拉开弓弦、正欲掷出标枪,所幸德米特里乌斯洞察了情势,迅速告知王后。斯妲特拉便走出帐幕现身。众人见状立刻弃下兵器跪拜叩首;大统领再也无法克制,不等战船稳妥靠岸,便率先跃上船去,紧紧抱住妻子,喜极而泣道:“爱妻啊,究竟是哪位神明将你送还予我?王后之失,与失而复得,两者皆令人难以置信。

§8.5.6

Πῶς δέ σε εἰς γῆν καταλιπὼν ἐκ θαλάσσης ἀπολαμβάνω;” Στάτειρα δὲ ἀπεκρίνατο “δῶρον ἔχεις με παρὰ Καλλιρρόης.” Ἀκούσας δὲ τοὔνομα βασιλεὺς ὡς ἐπὶ τραύματι παλαιῷ πληγὴν ἔλαβε καινήν· βλέψας δὲ εἰς Ἀρταξάτην τὸν εὐνοῦχον “ἄγε με” φησὶ “πρὸς Καλλιρρόην, ἵνα αὐτῇ χάριν γνῶ.” Εἶπεν ἡ Στάτειρα “μαθήσῃ πάντα παρ’ ἐμοῦ,” ἅμα δὲ προῄεσαν ἐκ τοῦ λιμένος εἰς τὰ βασίλεια. Τότε δὲ πάντας ἀπαλλαγῆναι κελεύσασα καὶ μόνον τὸν εὐνοῦχον παρεῖναι διηγεῖτο τὰ ἐν Ἀράδῳ, τὰ ἐν Κύπρῳ, καὶ τελευταίαν ἔδωκε τὴν ἐπιστολὴν τὴν Χαιρέου.

我将你留于陆上,何以竟从大海之中将你迎回?”斯妲特拉答道:“你乃是从卡莉罗厄那里收到了我这件厚礼。”大统领闻其芳名,如在旧创之上再添新痕;他望向宦官阿尔塔克萨特斯,说道:“带我去见卡莉罗厄, 好让我向她致谢。”斯妲特拉道:“你将从我这里获知一切。”他们便一同从港口步入王宫。随后她命众人退下,仅留该宦官随侍在侧,细细讲述了在阿拉多斯与塞浦路斯经历之事,最后将海里亚斯的书信呈了上去。

语法注3 条
  1. 8.5.1τὸν καταστησόμενον τὰ ἐν αὐτῇ βεβαίως

    带有定冠词的将来时分词(τὸν καταστησόμενον)充当动词 ἐξέπεμπε 的宾语,意为“前往整顿/确立……之人”,将来时分词在此兼含目的意义(“以便稳固当地局势”)。

  2. 8.5.2Στάτειραν πρόφασιν

    名词 πρόφασιν 作副词性宾格(或同位语性宾格),意为“以斯妲特拉为借口/托词”。它与紧随其后的 σφῶν δ’ αὐτῶν κήδε’ ἕκαστος(“各自痛悼自身的哀痛”)构成鲜明对照。

  3. 8.5.5Ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος

    主句使用未带助词 ἄν 的陈述式过去时(ἔμελλεν),与条件从句 εἰ μὴ συνῆκε(陈述式不定过去时)搭配,生动表现了险些发生但最终化险为夷的非真实假想(“若非德米特里乌斯洞察局势,早有人几乎就要掷出标枪了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.5.1-8.5.7