- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.4.1-8.4.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在行将启航的纷杂情境中,海里亚斯致信大统领遣还斯妲特拉并请求赦免埃及人,而卡莉罗厄则背着易妒的丈夫悄悄给狄奥尼修斯写信托付幼子。卡莉罗厄在为斯妲特拉送行时将此信相托,并向阿佛洛狄忒献上归航的祈祷后登船启程。
Τίς ἂν φράσειε τὴν ἡμέραν ἐκείνην πόσας ἔσχε πράξεις,1 πόσα πάθη διάφορα, εὐχομένων, συντασσομένων, χαιρόντων, λυπουμένων, ἀλλήλοις ἐντολὰς διδόντων, τοῖς οἴκοι γραφόντων; Ἔγραψε δὲ καὶ Χαιρέας ἐπιστολὴν πρὸς βασιλέα τοιαύτην Σὺ μὲν ἔμελλες τὴν δίκην κρίνειν, ἐγὼ δὲ ἤδη νενίκηκα παρὰ τῷ δικαιοτάτῳ δικαστῇ· πόλεμος γὰρ ἄριστος κριτὴς τοῦ κρείττονός τε καὶ χείρονος. Οὗτός μοι ἀποδέδωκεν οὐ μόνον τὴν γυναῖκα τὴν ἐμήν, ἀλλὰ καὶ τὴν σήν.
有谁能够道尽那一日容纳了多少作为,激荡了多少纷繁的情感:人们有的祈愿,有的道别,有的欣喜,有的悲泣,有的彼此叮嘱托付,有的给家中致信?海里亚斯也致信大王,言辞如下:“你原拟裁决这场诉讼,但我已在至公至义的法官面前赢得了胜利;盖因战争正是判定孰优孰劣的最佳裁判。它不仅将我自己的妻子归还予我,亦将你的妻子交到了我手中。
Οὐκ ἐμιμησάμην δέ σου τὴν βραδυτῆτα, ἀλλὰ ταχέως σοι μηδὲ ἀπαιτοῦντι Στάτειραν ἀποδίδωμι καθαρὰν καὶ ἐν αἰχμαλωσίᾳ μείνασαν βασιλίδα. Ἴσθι δὲ οὐκ ἐμέ σοι τὸ δῶρον ἀλλὰ Καλλιρρόην ἀποστέλλουσαν.2 Ἀνταπαιτοῦμεν δέ σε χάριν Αἰγυπτίοις διαλλαγῆναι·3 πρέπει γὰρ βασιλεῖ μάλιστα πάντων ἀνεξικακεῖν. Ἕξεις δὲ στρατιώτας ἀγαθοὺς φιλοῦντάς σε· τοῦ γὰρ ἐμοὶ συνακολουθεῖν ὡς φίλοι παρὰ σοὶ μᾶλλον εἵλοντο μένειν.
我并未仿效你的拖沓迟延,而是在你甚至尚未索要之时,便迅速将斯妲特拉奉还于你——她玉洁冰清,即便身陷囹圄亦始终不失王后之尊。然而请你知晓,将此厚礼赠予你的并非是我,而是卡莉罗厄。我们所求于你的回报,乃是宽恕并接纳埃及人;因为宽宏大度最为君王所当为。你将拥有爱戴你的勇健将士;盖因他们并未选择随我离去,而是宁愿作为忠友留侍在你的身旁。”
Ταῦτα μὲν ἔγραψε Χαιρέας, ἔδοξε δὲ καὶ Καλλιρρόῃ δίκαιον εἶναι καὶ εὐχάριστον Διονυσίῳ γράψαι. Τοῦτο μόνον ἐποίησε δίχα Χαιρέου· εἰδυῖα γὰρ αὐτοῦ τὴν ἔμφυτον ζηλοτυπίαν ἐσπούδαζε λαθεῖν. Λαβοῦσα δὲ γραμματίδιον ἐχάραξεν οὕτως ΚΑΛΛΙΡΡΟΗ ΔΙΟΝΥΣΙΩι ΕΥΕΡΓΕΤΗι ΧΑΙΡΕΙΝ Σὺ γὰρ, ὁ καὶ λῃστείας καὶ δουλείας με ἀπαλλάξας. Δέομαί σου, μηδὲν ὀργισθῇς· εἰμὶ γὰρ τῇ ψυχῇ μετὰ σοῦ διὰ τὸν κοινὸν υἱόν, ὃν παρακατατίθημί σοι ἐκτρέφειν τε καὶ παιδεύειν ἀξίως ἡμῶν. Μὴ λάβῃ δὲ πεῖραν μητρυιᾶς· ἔχεις οὐ μόνον υἱόν, ἀλλὰ καὶ θυγατέρα· ἀρκεῖ σοι δύο τέκνα.
海里亚斯便写下了这封信。而卡莉罗厄亦觉得给狄奥尼修斯修书一封方合乎情理且见恩义。唯有此事她是背着海里亚斯所行;因为深知其生就的妒心,她极力避开其耳目。她取来一块小书板,刻写如下:“卡莉罗厄致恩主狄奥尼修斯,谨致问候。因你正是 救我脱离盗匪与奴役之人。我恳求你,切勿心怀恚怒;盖因为了我们共同的儿子,我的灵魂永与你同在。我将他托付于你,望你能以不负我等门楣之姿将他抚育成人并加教诲。切莫让他尝受继母之苦;你不仅有了儿子,亦有了女儿,两个子嗣对你已然足矣。
Ὃν γάμῳ ζεῦξον, ὅταν ἀνὴρ γένηται, καὶ πέμψον αὐτὸν εἰς Συρακούσας, ἵνα καὶ τὸν πάππον θεάσηται. Ἀσπάζομαί σε, Πλαγγών. Ταῦτά σοι γέγραφα τῇ ἐμῇ χειρί. Ἔρρωσο, ἀγαθὲ Διονύσιε, καὶ Καλλιρρόης μνημόνευε τῆς σῆς.
待他长大成人,为他完婚,并遣他前往叙拉古,以便他亦得见外祖父。普兰戈恩,向你致意。以上字句皆由我亲手为你写就。珍重,善良的狄奥尼修斯,亦愿你时常忆及属于你的卡莉罗厄。”
Σφραγίσασα δὲ τὴν ἐπιστολὴν ἀπέκρυψεν ἐν τοῖς κόλποις καὶ ὅτε ἔδει λοιπὸν ἀνάγεσθαι καὶ ταῖς τριήρεσι πάντας ἐμβαίνειν, αὐτὴ χεῖρα δοῦσα τῇ Στατείρᾳ εἰς τὸ πλοῖον εἰσήγαγε. Κατεσκευάκει δὲ Δημήτριος ἐν τῇ νηὶ σκηνὴν βασιλικήν, πορφυρίδα καὶ χρυσοϋφῆ Βαβυλώνια περιθείς.
她将信密封后藏在胸怀之中。待到最终即将起航、所有人都须登上战船之时,她亲自携着斯妲特拉的手引其登船。德米特里乌斯已在船上建置了王室专用的华帐,四壁覆以紫色布幔与金线织就的巴比伦织锦。
Πάνυ δὲ κολακευτικῶς κατακλίνασα αὐτὴν Καλλιρρόη “ἔρρωσό μοι” φησίν, “ὦ Στάτειρα, καὶ μέμνησό μου καὶ γράφε μοι πολλάκις εἰς Συρακούσας· ῥᾴδια γὰρ πάντα βασιλεῖ. Κἀγὼ δέ σοι χάριν εἴσομαι παρὰ τοῖς γονεῦσί μου καὶ τοῖς θεοῖς τοῖς Ἑλληνικοῖς. Συνίστημί σοι τὸ τέκνον μου, ὃ καὶ σὺ ἡδέως εἶδες· νόμιζε ἐκεῖνο παραθήκην ἔχειν ἀντ’ ἐμοῦ.” Ταῦτα λέγουσα δακρύων ἐνεπλήσθη καὶ γόον ἤγειρε ταῖς γυναιξίν· ἐξιοῦσα δὲ τῆς νεὼς ἡ Καλλιρρόη, ἠρέμα προσκύψασα τῇ Στατείρᾳ καὶ ἐρυθριῶσα τὴν ἐπιστολὴν ἐπέδωκε καὶ “ταύτην” εἶπε “δὸς Διονυσίῳ τῷ δυστυχεῖ, ὃν παρατίθημι σοί τε καὶ βασιλεῖ. Παρηγορήσατε αὐτόν. Φοβοῦμαι μὴ ἐμοῦ χωρισθεὶς ἑαυτὸν ἀνέλῃ.” Ἔτι δὲ ἂν ἐλάλουν αἱ γυναῖκες καὶ ἔκλαον καὶ ἀλλήλας κατεφίλουν, εἰ μὴ παρήγγειλαν οἱ κυβερνῆται τὴν ἀναγωγήν. Μέλλουσα δὲ ἐμβαίνειν εἰς τὴν τριήρη ἡ Καλλιρρόη τὴν Ἀφροδίτην προσεκύνησε. “Χάρις σοι” φησὶν “ὦ δέσποινα, τῶν παρόντων. Ἤδη μοι διαλλάττῃ· δὸς δέ μοι καὶ Συρακούσας ἰδεῖν. Πολλὴ μὲν ἐν μέσῳ θάλασσα, καὶ ἐκδέχεταί με φοβερὰ πελάγη, πλὴν οὐ φοβοῦμαι σοῦ μοι συμπλεούσης.” Ἀλλ’ οὐδὲ τῶν Αἰγυπτίων οὐδεὶς ἐνέβη ταῖς Δημητρίου ναυσίν, εἰ μὴ πρότερον συνετάξατο Χαιρέᾳ καὶ κεφαλὴν καὶ χεῖρας αὐτοῦ κατεφίλησε· τοσοῦτον ἵμερον πᾶσιν ἐνέθηκε. Καὶ πρῶτον ἐκεῖνον εἴασεν ἀναχθῆναι τὸν στόλον, ὡς ἀκούεσθαι μέχρι πόρρω τῆς θαλάσσης ἐπαίνους μεμιγμένους εὐχαῖς.
卡莉罗厄极其温存体贴地服侍她卧下,说道:“请珍重,斯妲特拉,愿你常念及我,并频频致信叙拉古;因为对于大王而言一切皆轻而易举。我亦将在父母与希腊众神面前深感你的恩德。我将自己的孩子托付于你,你亦曾喜悦地见过他;请将他视作替代我留在身旁的寄托。”言及此处,她泪流满面,令众妇人亦哀号恸哭。在步出战船之际,卡莉罗厄悄然俯向斯妲特拉,面泛红晕地将那封信递了过去,说道:“请将此信交予不幸的狄奥尼修斯,我将他托付于你与大王。请善加抚慰他。我唯恐他因与我分离而自寻短见。” 若非舵手们下达了起航之令,女人们本还会继续倾谈、啼哭并相互亲吻。即将登上战船的卡莉罗厄向阿佛洛狄忒伏地敬拜。“女主啊,为眼下的诸般恩典向你致谢。你如今已与我和解;亦求你恩赐我得见叙拉古。纵然中途烟波浩渺,前方有凶险的大海等候着我,但只要有你同舟 共济,我便无所畏惧。”而埃及将士无一人登上德米特里乌斯的战船,除非已先行与海里亚斯辞行,并亲吻他的头与双手;他让所有人都生出了这般深切的恋慕。海里亚斯让那支舰队先行起航,以致海面极远处仍回荡着交织着祈祷的颂扬之声。
- 8.4.1Τίς ἂν φράσειε τὴν ἡμέραν ἐκείνην πόσας ἔσχε πράξεις
提置句式(prolepsis/先行先取)。在逻辑上属于间接疑问从句 πόσας ἔσχε πράξεις 的主语 τὴν ἡμέραν ἐκείνην,被提置为主句动词 φράσειε 的直接宾语(“谁能述说那一日,它容纳了多少作为……”)。
- 8.4.3Ἴσθι δὲ οὐκ ἐμέ σοι τὸ δῶρον ἀλλὰ Καλλιρρόην ἀποστέλλουσαν
知识动词 ἴσθι(οἶδα 的祈使语气)引导的带分词补足语的对格宾语结构。阴性单数对格分词 ἀποστέλλουσαν 在性数格上与实际的动作主体 Καλλιρρόην 一致,与 ἐμέ 形成对比(“应当知晓,向你呈献此礼的非我而是卡莉罗厄”)。
- 8.4.3Ἀνταπαιτοῦμεν δέ σε χάριν Αἰγυπτίοις διαλλαγῆναι
动词 ἀνταπαιτέω 支配双对格:请求的对象(σε)与请求的内容(χάριν)。随后的被动不定式 διαλλαγῆναι 作为同格/说明性不定式(epexegetic infinitive),进一步阐明 χάριν 的具体内涵,即“与埃及人和解这一恩惠”。
