- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.3.1-8.3.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
经卡莉罗厄劝说,海里亚斯决定不将斯妲特拉王后一行作为俘虏,而是护送其返回波斯大统领身边。海里亚斯委派哲学家德米特里乌斯护送斯妲特拉,随后率领精选的二十艘战船启程返回叙拉古。
Ταῦτα μέν, ὡς ἐκέλευσεν, ἐγίνετο· Καλλιρρόη δὲ λαβομένη Χαιρέου τῆς δεξιᾶς, μόνον αὐτὸν ἀπαγαγοῦσα “τί” ἔφη “βεβούλευσαι, Χαιρέα; καὶ Στάτειραν ἄγεις εἰς Συρακούσας καὶ Ῥοδογύνην τὴν καλήν;” Ἠρυθρίασεν ὁ Χαιρέας καὶ “οὐκ ἐμαυτοῦ” φησὶν “ἕνεκα ἄγω ταύτας, ἀλλά σοι θεραπαινίδας.”
这些事便依照他的吩咐逐步施行。卡莉罗厄拉住海里亚斯的右手,将他单独带到一旁说道:“海里亚斯,你作何打算?难道你要把斯妲特拉和美丽的罗多古涅也一同带往叙拉古吗?”海里亚斯面色泛红,说道:“我带走她们并非为了我自己,而是为了给你作女仆。”
Ἀνέκραγεν ἡ Καλλιρρόη “μὴ ποιήσειαν οἱ θεοὶ τοσαύτην ἐμοὶ γενέσθαι μανίαν, ὥστε τὴν τῆς Ἀσίας βασιλίδα δούλην ἔχειν, ἄλλως τε καὶ ξένην γεγενημένην.1 Εἰ δέ μοι θέλεις χαρίζεσθαι, βασιλεῖ πέμψον αὐτήν· καὶ γὰρ αὕτη μέ σοι διεφύλαξεν ὡς ἀδελφοῦ γυναῖκα παραλαβοῦσα.” “Οὐδέν ἐστιν” ἔφη Χαιρέας, “ὃ σοῦ θελούσης οὐκ ἂν ἐγὼ ποιήσαιμι·2 σὺ γὰρ κυρία Στατείρας καὶ πάντων τῶν λαφύρων καὶ πρὸ πάντων τῆς ἐμῆς ψυχῆς.” Ἥσθη Καλλιρρόη καὶ κατεφίλησεν αὐτόν, εὐθὺς δὲ ἐκέλευσε τοῖς ὑπηρέταις ἄγειν αὐτὴν πρὸς Στάτειραν.
卡莉罗厄惊呼道:“愿众神切勿让我生出如此疯狂之念,竟然去将亚细亚的王后收作奴隶,况且她还曾是待我有恩的收容庇护之人!你若想让我欣喜,便将她送回大统领身边;因为她当初接纳我如同接纳兄弟之妻,替你完好守护了我。”海里亚斯说道:“只要出于你的意愿,便绝无我不可行之事;因为你是斯妲特拉与所有战利品的主人,更是我性命的主人。”卡莉罗厄喜出望外,亲吻了他,随即吩咐仆从引领她前往斯妲特拉之处。
Ἐτύγχανε δὲ ἐκείνη μετὰ τῶν ἐνδοξοτάτων Περσίδων ἐν κοίλῃ νηί, ὅλως οὐδὲν ἐπισταμένη τῶν γεγενημένων, οὐδ’ ὅτι Καλλιρρόη Χαιρέαν ἀπείληφε· πολλὴ γὰρ ἦν, παραφυλακὴ καὶ οὐδενὶ ἐξῆν προσελθεῖν, οὐκ ἰδεῖν, οὐ μηνῦσαί τι τῶν πραττομένων.
当时斯妲特拉正与最显赫的波斯贵妇们同在底舱之中,对所发生的一切全然不知,甚至不知晓卡莉罗厄已经与海里亚斯重聚;因为戒备极其森严,任何人皆不得靠近、窥视或通报外面的变故。
ὡς δὲ ἧκεν ἐπὶ τὴν ναῦν, τοῦ τριηράρχου δορυφοροῦντος αὐτήν, κατάπληξις εὐθὺς ἦν πάντων καὶ ταραχὴ διαθεόντων, εἶτά τις ἡσυχῆ πρὸς ἄλλον ἐλάλησεν “ἡ τοῦ ναυάρχου γυνὴ παραγίνεται.” Μέγα δὲ καὶ βύθιον ἀνεστέναξεν ἡ Στάτειρα καὶ κλάουσα εἶπεν “εἰς ταύτην με τὴν ἡμέραν, ὦ τύχη, τετήρηκας, ἵνα ἡ βασιλὶς ἴδω κυρίαν· πάρεστι γὰρ ἴσως ἰδεῖν οἵαν παρείληφε δούλην.” Ἤγειρε θρῆνον ἐπὶ τούτοις καὶ τότε ἔμαθε τίς αἰχμαλωσία σωμάτων εὐγενῶν. Ἀλλὰ ταχεῖαν ἐποίησεν ὁ θεὸς τὴν μεταβολήν· Καλλιρρόη γὰρ εἰσδραμοῦσα περιεπλάκη τῇ Στατείρᾳ “χαῖρε” φησίν, “ὦ βασίλεια· βασιλὶς γὰρ εἶ καὶ ἀεὶ διαμενεῖς.
当卡莉罗厄在战船船长的护卫下来到船上时,众人顿时惊惶失色,四处奔走骚动;随即有人悄声对另一人低语:“统帅的夫人到了。”斯妲特拉发出深沉而巨大的叹息,泣不成声地说道:“命运啊,你留我活到今日,竟是要让我这昔日的王后亲眼觐见自己的女主!她此番前来,想必是要看看自己得到了怎样的女奴。”言罢她放声哀哭,直到此刻方才深知高贵之躯沦为俘虏究竟是何滋味。然而神明使局势迅速逆转;卡莉罗厄快步奔入,拥抱着斯妲特拉说道:“请安心欢喜,王后殿下;因为你本是王后,且将永远贵为王后。
Οὐκ εἰς πολεμίων χεῖρας ἐμπέπτωκας, ἀλλὰ τῆς σοι φιλτάτης, ἣν εὐηργέτησας. Χαιρέας ὁ ἐμός ἐστι ναύαρχος· ναύαρχον δὲ Αἰγυπτίων ἐποίησεν αὐτὸν ὀργὴ πρὸς βασιλέα, διὰ τὸ βραδέως ἀπολαμβάνειν ἐμέ· πέπαυται δὲ καὶ διήλλακται καὶ οὐκέτι ὑμῖν ἐστι πολέμιος.
你并未落入仇敌之手,而是落入了一位曾蒙你恩惠的挚友手中。我的丈夫海里亚斯便是统帅;他因未能早日将我寻回而对大统领心怀忿怒,这才受命成为埃及人的水师统帅。如今忿怒已消,彼此和解,他不再是你们的仇敌。
Ἀνίστασο δέ, φιλτάτη, καὶ ἄπιθι χαίρουσα· ἀπόλαβε καὶ σὺ τὸν ἄνδρα τὸν σεαυτῆς· ζῇ γὰρ βασιλεύς, κἀκείνῳ σε Χαιρέας πέμπει. Ἀνίστασο καὶ σύ, Ῥοδογύνη, πρώτη μοι φίλη Περσίδων, καὶ βάδιζε πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, καὶ ὅσας ἡ βασιλὶς ἂν ἄλλας θέλῃ, καὶ μέμνησθε Καλλιρρόης.”
请起身吧,挚友,欣然离去;你亦当与自己的丈夫重聚;因为大统领尚在人世,海里亚斯正要将你护送还给他。你也起身吧,罗多古涅,你在波斯人中是我最初的友人,去同你自己的丈夫相聚吧,王后所愿同行的其他女子亦复如是;也请你们时常怀念卡莉罗厄。”
Ἐξεπλάγη Στάτειρα τούτων ἀκούσασα τῶν λόγων καὶ οὔτε πιστεύειν εἶχε οὔτε ἀπιστεῖν· τὸ δὲ ἦθος Καλλιρρόης τοιοῦτον ἦν, ὡς μὴ δοκεῖν εἰρωνεύεσθαι ἐν μεγάλαις συμφοραῖς· ὁ δὲ καιρὸς ἐκέλευε ταχέως πάντα πράττειν.
斯妲特拉闻听此言惊异万分,既不敢轻信,又难以置疑;然而卡莉罗厄素来的品性使人不致以为她会在巨大的厄运中加以嘲弄;且当时的局势催促一切皆须速速决断。
Ἦν οὖν τις ἐν Αἰγυπτίοις Δημήτριος, φιλόσοφος, βασιλεῖ γνώριμος, ἡλικίᾳ προήκων, παιδείᾳ καὶ ἀρετῇ τῶν ἄλλων Αἰγυπτίων διαφέρων. Τοῦτον καλέσας Χαιρέας εἶπεν “ἐγὼ ἐβουλόμην μετ’ ἐμαυτοῦ σε ἄγειν, ἀλλὰ μεγάλης πράξεως ὑπηρέτην σε ποιοῦμαι· τὴν γὰρ βασιλίδα τῷ μεγάλῳ βασιλεῖ πέμπω διὰ σοῦ.
彼时在埃及人中有一位哲学家德米特里乌斯,深得大统领熟识,年事已高,学养与德行皆超拔于其他埃及人。海里亚斯将他召来,说道:“我本欲携你同归,但如今命你担当重任;我要借你之手将王后送还大王。
Τοῦτο δὲ καὶ σὲ ποιήσει τιμιώτερον ἐκείνῳ καὶ τοὺς ἄλλους διαλλάξει.” Ταῦτα εἰπὼν στρατηγὸν ἀπέδειξε Δημήτριον τῶν ὀπίσω κομιζομένων τριηρῶν· πάντες γὰρ ἤθελον ἀκολουθεῖν Χαιρέᾳ καὶ προυτίμων αὐτὸν πατρίδων καὶ τέκνων.
此举既能让你在大统领面前备受器重,亦能使其他人获得赦免修好。”说罢,他任命德米特里乌斯为返航战船的指挥官;因为所有将士皆渴望追随海里亚斯,重他甚于重故土与骨肉。
Ὁ δὲ μόνας εἴκοσι τριήρεις ἐπελέξατο τὰς ἀρίστας καὶ μεγίστας, ὡς ἂν ὑπὲρ τὸν Ἰόνιον μέλλων περαιοῦσθαι,3 καὶ ταύταις ἐνεβίβασεν Ἕλληνας μὲν ἅπαντας, ὅσοι παρῆσαν, Αἰγυπτίων δὲ καὶ Φοινίκων ὅσους ἔμαθεν εὐζώνους· πολλοὶ καὶ Κυπρίων ἐθελονταὶ ἐνέβησαν. Τοὺς δὲ ἄλλους πάντας ἔπεμψεν οἴκαδε, διανείμας αὐτοῖς μέρη τῶν λαφύρων, ἵνα χαίροντες ἐπανίωσι πρὸς τοὺς ἑαυτῶν, ἐντιμότεροι γενόμενοι· καὶ οὐδεὶς ἠτύχησεν οὐδενός, αἰτήσας παρὰ Χαιρέου. Καλλιρρόη δὲ προσήνεγκε τὸν κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ.
然而海里亚斯因料想将要横渡爱奥尼亚海,仅挑选了二十艘最精良庞大的战船,令在场的所有希腊士兵,以及他所知敏捷勇健的埃及与腓尼基士兵登船;许多塞浦路斯人亦自愿登船。其余所有士兵,他皆分予战利品,遣送回乡,好让他们满怀喜悦、倍享荣耀地归见亲族;凡向海里亚斯有所求者,无一人空手而归。与此同时,卡莉罗厄将所有王室首饰悉数呈献予斯妲特拉。
Ἡ δὲ οὐκ ἐβουλήθη λαβεῖν, ἀλλὰ “τούτῳ” φησὶ “κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι κόσμος βασιλικός, Δεῖ γὰρ ἔχειν σε ἵνα καὶ μητρὶ χαρίσῃ καὶ πατρίοις ἀναθήματα θεοῖς. Ἐγὼ δὲ πλείω τούτων καταλέλοιπα ἐν Βαβυλῶνι.
斯妲特拉却不愿接受,说道:“用这些妆点你自己吧;因为唯有王室首饰方才配得上如此绝美之躯。你务须收下,以便赠予母亲并向祖先之神献上供奉之物。我在巴比伦留下的远胜于此。
Θεοὶ δέ σοι παρέχοιεν εὔπλοιαν καὶ σωτηρίαν καὶ μηδέποτε διαζευχθῆναι Χαιρέου. Πάντα πεποίηκας εἰς ἐμὲ δικαίως· χρηστὸν ἦθος ἐπεδείξω καὶ τοῦ κάλλους ἄξιον. Καλήν μοι βασιλεὺς ἔδωκε παραθήκην.”
愿众神赐予你顺风与平安,永不与海里亚斯分离。你对待我恪守一切义理;展现出配得上你绝伦容貌的崇高德行。大统领确曾托付给我一份极其美好的寄托!”
- 8.3.2ἄλλως τε καὶ ξένην γεγενημένην
惯用短语 ἄλλως τε καί(“尤其是……”、“况且作为……”)与分词 γεγενημένην 连用。名词 ξένη 在此不仅指“异邦人”,更指曾接纳并庇护卡莉罗厄的“女主人/结下宾主款待之谊的庇护者”,后文中的 παραλαβοῦσα(接纳收容)亦印证了这种款待庇护之情。
- 8.3.3ὃ σοῦ θελούσης οὐκ ἂν ἐγὼ ποιήσαιμι
由关系代词 ὃ 引导的定语从句,先行词为 οὐδέν。属格独立结构 σοῦ θελούσης 相当于条件从句 εἰ σὺ θέλοις,与定语从句中带 ἄν 的祈愿语气(οὐκ ἂν ... ποιήσαιμι)相呼应,构成假设句的主从呼应(“只要你有所愿,便绝无我不可行之事”)。
- 8.3.12ὡς ἂν ὑπὲρ τὸν Ἰόνιον μέλλων περαιοῦσθαι
连词 ὡς ἄν 与分词 μέλλων 连用的结构。通常 ὡς 搭配分词表示主观意图或理由,而加上 ἄν 则强化了预想或预期条件之语气(“意欲/料想横渡爱奥尼亚海”)。
