- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.2.1-8.2.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知波斯大统领反击的消息后,海里亚斯以大捷的假消息稳住军心并撤往塞浦路斯,在帕福斯向全军坦白真相后,决意率自愿跟随者返回西西里。
Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο ποῦ Χαιρέας ἐστίν. Ἀχθεὶς οὖν πρὸς Πολύχαρμον ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν, ὑπὲρ ἧς ἀφῖκται.
夜色尚未褪去,一位地位显赫的埃及人乘船驶来,他匆忙走下轻舟,急切打听海里亚斯在何处。他被带到波利查姆斯面前后,表示这桩绝密之事不能告知他人,且自己为此而来的要务刻不容缓。
Καὶ ἐπὶ πολὺ μὲν ἀνεβάλλετο Πολύχαρμος τὴν πρὸς Χαιρέαν εἴσοδον, ἐνοχλεῖν ἀκαίρως οὐ θέλων· ἐπεὶ δὲ ὁ ἄνθρωπος κατήπειγε, παρανοίξας τοῦ θαλάμου τὴν θύραν ἐμήνυσε τὴν σπουδήν. Ὡς δὲ στρατηγὸς ἀγαθὸς Χαιρέας “κάλει” φησί· “πόλεμος γὰρ ἀναβολὴν οὐ περιμένει.” Εἰσαχθεὶς δὲ ὁ Αἰγύπτιος, ἔτι σκότους ὄντος, τῇ κλίνῃ παραστὰς “ἴσθι” φησὶν “ὅτι βασιλεὺς ὁ Περσῶν ἀνῄρηκε τὸν Αἰγύπτιον καὶ τὴν στρατιὰν τὴν μὲν εἰς Αἴγυπτον πέπομφε καταστησομένην τὰ ἐκεῖ,1 τὴν δὲ λοιπὴν ἄγει πᾶσαν ἐνθάδε καὶ ὅσον οὔπω2 παρέσται· πεπυσμένος γὰρ Ἄραδον ἑαλωκέναι λυπεῖται μὲν καὶ περὶ τοῦ πλούτου παντός, ὃν ἐνθάδε καταλέλοιπεν, ἀγωνιᾷ δὲ μάλιστα περὶ Στατείρας τῆς γυναικός.”
波利查姆斯不愿在不合时宜的时辰打扰海里亚斯,因而迟疑良久未予通报;然而那人再三催促,波利查姆斯便微开寝室之门,向海里亚斯通报了这件急事。身为良将的海里亚斯说道:“传他进来;因为战事从不容许迟延。”埃及人遂被引引入内,天色依然昏暗,他立于床侧说道:“你要知道,波斯王已经斩杀了埃及王;他的大军一部已被派往埃及以平定那里的局势,其余全部军力正由他亲自率领开往此处,即刻便至。因为得知阿拉杜斯岛已经陷落,大统领不仅为留在此处的所有财富悲痛不已,更尤其为王后斯妲特拉焦虑不安。”
Ταῦτα ἀκούσας Χαιρέας ἀνέθορε· Καλλιρρόη δὲ αὐτοῦ λαβομένη “ποῖ σπεύδεις” εἶπε “πρὶν βουλεύσασθαι περὶ τῶν ἐφεστηκότων; ἂν γὰρ τοῦτο δημοσιεύσῃς, μέγαν πόλεμον κινήσεις σεαυτῷ, πάντων ἐπισταμένων ἤδη καὶ καταφρονούντων· πάλιν δὲ ἐν χερσὶ γενόμενοι πεισόμεθα τῶν πρότερον βαρύτερα.”
海里亚斯闻言猛然跃起;但卡莉罗厄拉住他说道:“在对眼前的局势谋划停当之前,你急着去往何方?若将此事公之于众,人人尽皆知晓且心生轻蔑,你反会为自己挑起巨大的变乱;一旦再次落入敌手,我们将遭受比以往更为沉重的灾祸。”
Ταχέως ἐπείσθη τῇ συμβουλῇ καὶ τοῦ θαλάμου προῆλθε μετὰ τέχνης. Κρατῶν γὰρ τῆς χειρὸς τὸν Αἰγύπτιον, συγκαλέσας τὸ πλῆθος “νικῶμεν, ἄνδρες” εἶπε, “καὶ τὴν πεζὴν στρατιὰν βασιλέως· οὗτος γὰρ ὁ ἀνὴρ τὰ εὐαγγέλια ἡμῖν φέρει καὶ γράμματα παρὰ τοῦ Αἰγυπτίου· δεῖ δὲ τὴν ταχίστην ἡμᾶς πλεῖν, ἔνθα ἐκεῖνος ἐκέλευσε. Συσκευασάμενοι οὖν πάντες ἐμβαίνετε.”
海里亚斯迅速听从了她的劝告,并巧妙施计走出寝室。他牵着那个埃及人的手,召集全军说道:“将士们,我们在大统领的步兵军团面前同样大获全胜!此人正为我们带来了捷报与埃及王的信函;我们必须尽速扬帆,开往他所指示之处。全军收拾行装,即刻登船!”
Ταῦτα εἰπόντος ὁ σαλπιστὴς τὸ ἀνακλητικὸν εἰς τὰς τριήρεις ἐσήμαινε. Λάφυρα δὲ καὶ αἰχμαλώτους τῆς προτεραίας ἦσαν ἐντεθειμένοι, καὶ οὐδὲν ἐν τῇ νήσῳ κατελέλειπτο, πλὴν εἰ μή τι βαρὺ καὶ ἄχρηστον.
言毕,号兵吹响了召集登上三列桨座战船的号角。战利品与俘虏在前一日便已装船,岛上除沉重无用之物外未留下任何东西。
Ἔπειτα ἔλυον τὰ ἀπόγεια καὶ ἀγκύρας ἀνῄρουν καὶ βοῆς καὶ ταραχῆς ὁ λιμὴν ἐπεπλήρωτο καὶ ἄλλος ἄλλο τι ἔπραττε. Παριὼν δὲ Χαιρέας εἰς τὰς τριήρεις σύνθημα λεληθὸς τοῖς τριηράρχοις δέδωκεν ἐπὶ Κύπρου πλεῖν, ὡς δῆτα ἀναγκαῖον ἔτι ἀφύλακτον οὖσαν αὐτὴν προκαταλαβεῖν· πνεύματι δὲ φορῷ χρησάμενοι τῆς ὑστεραίας κατήχθησαν εἰς Πάφον, ἔνθα ἐστὶν ἱερὸν Ἀφροδίτης.
接着他们解开缆绳,起锚启航,港湾中充满了喧嚣与纷乱,各人忙着不同的事。海里亚斯巡视各艘战船,向船长们暗中下达密令驶往塞浦路斯,假称在塞浦路斯尚无戒备之时先行占领乃是势在必行;他们借着顺风,次日便抵达了建有阿佛洛狄忒神庙的帕福斯。
Ἐπεὶ δὲ ὡρμίσαντο, Χαιρέας, πρὶν ἐκβῆναί τινα τῶν τριηρῶν, πρώτους ἐξέπεμψε τοὺς κήρυκας, εἰρήνην καὶ σπονδὰς τοῖς ἐπιχωρίοις καταγγεῖλαι.3 Δεξαμένων δὲ αὐτὸν ἐξεβίβασε τὴν δύναμιν ἅπασαν εἰς γῆν καὶ ἀναθήμασι τὴν Ἀφροδίτην ἐτίμησε· πολλῶν δὲ ἱερείων συναχθέντων εἱστίασε τὴν στρατιάν.
泊锚之后,在任何人离船登岸之前,海里亚斯率先派出使者,向当地居民宣告和平与休战。在居民接纳后,他让全军登岸,并以奉献祭品尊崇阿佛洛狄忒;众人集齐众多牺牲,犒赏三军。
Σκεπτομένου δὲ αὐτοῦ περὶ τῶν ἑξῆς ἀπήγγειλαν οἱ ἱερεῖς ʽοἱ αὐτοὶ δέ εἰσι καὶ μάντεισ̓ ὅτι καλὰ γέγονε τὰ ἱερεῖα. Τότε οὖν θαρρήσας ἐκάλεσε τοὺς τριηράρχους καὶ τοὺς Ἕλληνας τοὺς τριακοσίους καὶ ὅσους τῶν Αἰγυπτίων εὔνους ἑώρα πρὸς αὑτὸν καὶ ἔλεξεν ὧδε “Ἄνδρες συστρατιῶται καὶ φίλοι, κοινωνοὶ μεγάλων κατορθωμάτων, ἐμοὶ καὶ εἰρήνη καλλίστη καὶ πόλεμος ἀσφαλέστατος μεθ’ ὑμῶν· πείρᾳ γὰρ μεμαθήκαμεν ὅτι ὁμονοοῦντες ἐκρατήσαμεν τῆς θαλάσσης· καιρὸς δὲ ὀξὺς ἐφέστηκεν ἡμῖν εἰς τὸ βουλεύσασθαι περὶ τοῦ μέλλοντος ἀσφαλοῦς· ἴστε γὰρ ὅτι ὁ μὲν Αἰγύπτιος ἀνῄρηται μαχόμενος, κρατεῖ δὲ βασιλεὺς ἁπάσης τῆς γῆς, ἡμεῖς δὲ ἀπειλήμμεθα ἐν μέσοις τοῖς πολεμίοις.
正当他思量后续对策之时,祭司们(他们同时兼具预言者之职)报告牺牲呈现吉兆。于是海里亚斯备受鼓舞,召集了战船船长们、三百名希腊士兵以及那些他所见对自己心怀忠诚的埃及人,开口说道:“同袍与挚友们,伟大功业的同舟者,与你们在一起,对于我而言和平最为美好,战事最为稳固;因为我们通过经验懂得,我们齐心协力制霸了大海。然而如今已面临迫切关头,需要我们谋划未来的安全;须知埃及王已战死沙场,大统领掌控着整个大地,而我们已被围困在群敌之中。
Εἶτα οὖν συμβουλεύει τις ἡμῖν ἀπιέναι πρὸς βασιλέα καὶ εἰς τὰς ἐκείνου χεῖρας φέροντας αὑτοὺς ἐμβαλεῖν;” Ἀνεβόησαν εὐθὺς ὡς πάντα μᾶλλον ἢ τοῦτο ποιητέον. “Ποῖ τοίνυν ἄπιμεν; πάντα γάρ ἐστιν ἡμῖν πολέμια καὶ οὐκέτι οὐδὲ τῇ θαλάττῃ προσήκει πιστεύειν, τῆς γῆς κρατουμένης ὑπὸ τῶν πολεμίων· οὐ δήπου γὰρ ἀναπτῆναι δυνάμεθα”
那么,难道有谁建议我们投向大统领,自缚双手送入其掌中吗?”众人随即高呼,无论如何也绝不行此事。“那么我们又当去往何处?四处皆为敌境,陆地既已被敌军掌控,甚至大海也再不足以依仗;因为我们断不可能凌空飞翔!”
Σιωπῆς ἐπὶ τούτοις γενομένης Λακεδαιμόνιος ἀνήρ, Βρασίδου συγγενής, κατὰ μεγάλην ἀνάγκην τῆς Σπάρτης ἐκπεσών, πρῶτος ἐτόλμησεν εἰπεῖν “τί δὲ ζητοῦμεν ποῖ φύγωμεν βασιλέα; ἔχομεν γὰρ θάλασσαν καὶ τριήρεις· ἀμφότερα δὲ ἡμᾶς εἰς Σικελίαν ἄγει καὶ Συρακούσας, ὅπου οὐ μόνον Πέρσας οὐκ ἂν δείσαιμεν, ἀλλ’ οὐδὲ Ἀθηναίους.”4 Ἐπῄνεσαν πάντες τὸν λόγον· μόνος Χαιρέας προσεποιεῖτο μὴ συγκατατίθεσθαι, τὸ μῆκος τοῦ πλοῦ προφασιζόμενος, τὸ δὲ ἀληθὲς ἀποπειρώμενος εἰ βεβαίως αὐτοῖς δοκεῖ. Σφόδρα δὲ ἐγκειμένων καὶ πλεῖν ἤδη θελόντων “ἀλλ’ ὑμεῖς μέν, ἄνδρες Ἕλληνες, βουλεύεσθε καλῶς καὶ χάριν ὑμῖν ἔχω τῆς εὐνοίας τε καὶ πίστεως· οὐκ ἐάσω δὲ ὑμᾶς μετανοῆσαι, θεῶν προσλαμβανομένων.
话音落下,四座寂静,一位身为巴西达斯族人、因重大变故而被逐出斯巴达的拉栖代梦男子率先挺身而言:“我们何必苦求逃避大统领的去处?我们拥有大海与战船;而这两者足可将我们引向西西里与叙拉古,在那里我们不仅不必畏惧波斯人,甚至连雅典人也何足道哉!”全军对这番话齐声赞赏。唯有海里亚斯借口航程漫长而佯装不同意,实则是为了试探他们的决心是否坚定。在众人极力坚持且执意立刻启程之际,他说道:“希腊将士们,你们谋划得极为周全,我深谢你们的深情厚谊与忠信;有众神相助,我决不会让你们心生懊悔。
Τοὺς δὲ Αἰγυπτίους ʽπολλοὶ γάρ εἰσιν’ οὐ προσῆκεν ἄκοντας βιάζεσθαι· καὶ γὰρ γυναῖκας καὶ τέκνα ἔχουσιν οἱ πλείους, ὧν οὐκ ἂν ἡδέως ἀποσπασθεῖεν. Κατασπαρέντες οὖν εἰς τὸ πλῆθος διαπυνθάνεσθαι ἑκάστου σπεύσατε, ἵνα μόνον τοὺς ἑκόντας παραλάβωμεν.”
至于那些埃及人——毕竟人数众多——违背其意愿施加强迫殊为不当;他们大多数人有妻有子,绝不愿被强行拆散。因此你们散入军中,速去详加探问每一个人,务必只带走心甘情愿跟随之人。”
- 8.2.3καταστησομένην τὰ ἐκεῖ
将来时分词 καταστησομένην 与动词 πέπομφε 连用,作状语表示目的,意为“为了平定那里的局势”。
- 8.2.3ὅσον οὔπω
意为“即刻”、“眼看就要”的习语(ὅσον οὐ(πω)),修饰动词 παρέσται(将要到达)。
- 8.2.8εἰρήνην καὶ σπονδὰς τοῖς ἐπιχωρίοις καταγγεῖλαι
不定式 καταγγεῖλαι 依附于主动词 ἐξέπεμψε,表示目的(“派出使节……以宣告和平与休战”)。
- 8.2.12ὅπου οὐ μόνον Πέρσας οὐκ ἂν δείσαιμεν, ἀλλ’ οὐδὲ Ἀθηναίους
在由关系副词 ὅπου 引导的从句中,ἄν 搭配希求法(δείσαιμεν)表示潜在可能。οὐ μόνον οὐκ... ἀλλ' οὐδέ 的呼应否定结构加强语气,意为“不仅无需畏惧波斯人,甚至连雅典人也何足道哉”。
