← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§8.1.9-8.1.17

海里亚斯与卡莉罗厄的相认与重谐连理

海里亚斯与卡莉罗厄苏醒后确认了彼此的身份,狂喜重聚,并在众人的欢呼簇拥下步入王室寝殿。两人通宵倾诉别后的苦难磨折,冰释前嫌,终于重修旧好,重谐连理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1.9

λιποψυχήσαντες ἔπεσον. Ἄφωνος δὲ καὶ Πολύχαρμος τὸ πρῶτον εἱστήκει πρὸς τὸ παράδοξον, χρόνου δὲ προϊόντος “ἀνάστητε” εἶπεν, “ἀπειλήφατε ἀλλήλους· πεπληρώκασιν οἱ θεοὶ τὰς ἀμφοτέρων εὐχάς. Μέμνησθε δὲ ὅτι οὐκ ἐν πατρίδι ἐστέ, ἀλλ̓ ἐν πολεμίᾳ γῇ, καὶ δεῖ ταῦτα πρότερον οἰκονομῆσαι καλῶς, ἵνα μηδεὶς ἔτι ὑμᾶς διαχωρίσῃ.” Τοιαῦτα ἐμβοῶντος1 ὥσπερ τινὲς ἐν φρέατι βαθεῖ βεβαπτισμένοι μόλις ἄνωθεν φωνὴν ἀκούσαντες βραδέως ἀνήνεγκαν, εἶτα ἰδόντες ἀλλήλους καὶ καταφιλήσαντες πάλιν παρείθησαν καὶ δεύτερον καὶ τρίτον τοῦτο ἔπραξαν, μίαν φωνὴν ἀφιέντες “ἔχω σε, εἰ ἀληθῶς εἶ Καλλιρρόη· εἰ ἀληθῶς εἶ Χαιρέας.”

昏厥倒地。波利查姆斯起初也因这不可思议的奇事而惊得哑口无言,但随着时间流逝,他开口道:“起来吧,你们已经找回了彼此;众神应允了你们双方的祈求。但请记住,你们并非置身于故土,而是在敌人的土地上,必须首先将眼前之事妥善处置,以免再有人将你们分开。”在他这般大声呼喊之际,他们宛如深陷水井深处的人隐约听见了上方的呼唤,缓缓苏醒过来;随后他们凝视彼此,热烈相吻,接着又再次瘫倒脱力,如此再三,异口同声地呼喊着:“我抱住你了,如果你真的是卡莉罗厄;”“如果你真的是海里亚斯。”

§8.1.11

Φήμη δὲ διέτρεχεν ὅτι ὁ ναύαρχος εὕρηκε τὴν γυναῖκα. Οὐ στρατιώτης ἔμεινεν ἐν σκηνῇ, οὐ ναύτης ἐν τριήρει, οὐ θυρωρὸς ἐν οἰκίᾳ· πανταχόθεν συνέτρεχον λαλοῦντες “ὢ γυναικὸς μακαρίας,2 εἴληφε τὸν εὐμορφότατον ἄνδρα.” Καλλιρρόης δὲ φανείσης οὐδεὶς ἔτι Χαιρέαν ἐπῄνεσεν, ἀλλ’ εἰς ἐκείνην πάντες ἀφεώρων, ὡς μόνην οὖσαν.

海军统帅找回妻子的消息迅速传开。没有一个士兵留在营帐中,没有一个水手留在三列桨座战船上,没有一个看门人留在屋宅内;众人从四面八方奔聚而来,议论纷纷:“啊,多么幸福的女人,她得到了世上最俊美的男子!”然而当卡莉罗厄现身时,再没有人称赞海里亚斯,而是全都注视着她,仿佛唯有她一人存在。

§8.1.12

Ἐβάδιζε δὲ σοβαρά, Χαιρέου καὶ Πολυχάρμου μέσην αὐτὴν δορυφορούντων. Ἄνθη καὶ στεφάνους ἔβαλλον αὐτοῖς, καὶ οἶνος καὶ μύρα πρὸ τῶν ποδῶν ἐχεῖτο, καὶ πολέμου καὶ εἰρήνης ἦν ὁμοῦ τὰ ἥδιστα, ἐπινίκια καὶ γάμοι.

她步伐庄重地走着,海里亚斯与波利查姆斯在两侧护卫着中间的她。众人向他们抛掷鲜花与花冠,并在他们足前泼洒美酒与香膏,战争与和平中最甜美之事交汇于一处:凯旋之庆与新婚之喜同在。

§8.1.13

Χαιρέας δὲ εἴθιστο μὲν ἐν τριήρει καθεύδειν καὶ νυκτὸς καὶ μεθ’ ἡμέραν πολλὰ πράττων· τότε δὲ Πολυχάρμῳ πάντα ἐπιτρέψας, αὐτὸς οὐδὲ νύκτα περιμείνας εἰσῆλθεν εἰς θάλαμον τὸν βασιλικόν· καθ̓ ἑκάστην γὰρ πόλιν οἶκος ἐξαίρετος ἀποδέδεικται τῷ μεγάλῳ βασιλεῖ.

海里亚斯原本习惯于在三列桨座战船上就寝,夜以继日地操劳诸事;但此时他将一切委托给波利查姆斯,自己甚至不等夜幕降临便径直走入了国王的寝殿;因为在每一座城邑中,都为大王预留了一处格外华美的府邸。

§8.1.14

Κλίνη μὲν ἔκειτο χρυσήλατος, στρωμνὴ δὲ Τυρία πορφυρᾶ, ὕφασμα Βαβυλώνιον. Τίς ἂν φράσειε τὴν νύκτα ἐκείνην πόσων διηγημάτων μεστή, πόσων δὲ δακρύων ὁμοῦ καὶ φιλημάτων; Πρώτη μὲν ἤρξατο Καλλιρρόη διηγεῖσθαι, πῶς ἀνέζησεν ἐν τῷ τάφῳ, πῶς ὑπὸ Θήρωνος ἐξήχθη, πῶς ἔπλευσε, πῶς ἐπράθη.

那里安放着嵌金的卧榻,铺设着推罗产的紫色褥子与巴比伦的织锦。谁能道尽那一夜的情形,它充满了何等丰盛的倾诉,又伴随着何等众多的泪水与亲吻!起初卡莉罗厄先开始叙述,讲述她如何在坟墓中苏醒,如何被塞隆带走,如何航海,以及如何被贩卖。

§8.1.15

Μέχρι τούτων Χαιρέας ἀκούων ἔκλαεν· ἐπεὶ δὲ ἧκεν εἰς Μίλητον τῷ λόγῳ, Καλλιρρόη μὲν ἐσιώπησεν αἰδουμένη, Χαιρέας δὲ τῆς ἐμφύτου ζηλοτυπίας ἀνεμνήσθη, παρηγόρησε δὲ αὐτὸν τὸ περὶ τοῦ τέκνου διήγημα. Πρὶν δὲ πάντα ἀκοῦσαι “λέγε μοι” φησὶ “πῶς εἰς Ἄραδον ἦλθες καὶ ποῦ Διονύσιον καταλέλοιπας καὶ τί σοι πέπρακται πρὸς βασιλέα.” Ἡ δ’ εὐθὺς ἀπώμνυτο μὴ ἑωρακέναι Διονύσιον μετὰ τὴν δίκην, βασιλέα δὲ ἐρᾶν μὲν αὐτῆς, μὴ κεκοινωνηκέναι δὲ αὐτῷ μηδὲ μέχρι φιλήματος. “Ἄδικος οὖν” ἔφη Χαιρέας “ἐγὼ καὶ ὀξὺς εἰς ὀργήν, τηλικαῦτα δεινὰ διατεθεικὼς βασιλέα μηδὲν ἀδικοῦντά σε· σοῦ γὰρ ἀπαλλαγεὶς εἰς ἀνάγκην κατέστην αὐτομολίας.

听到这里,海里亚斯一直流着泪倾听;但当故事讲到米利都时,卡莉罗厄因羞惭而沉默不语,海里亚斯也忆起了天生的嫉妒之心,然而关于孩子的那番叙述抚慰了他。在听完所有事情之前,海里亚斯说道:“告诉我,你是如何来到阿拉杜斯岛的,你把狄奥尼修斯留在了何处,以及你与国王之间究竟发生了什么。” 她随即发誓,在审判之后便再未见过狄奥尼修斯,国王虽深爱着她,但她与他连一个亲吻的接触都未曾有过。“那么无理的人正是我,”海里亚斯说道,“是我性情暴躁,竟对未曾亏负于你的国王施加了如此惨痛的打击;正是由于失去了你,我才被迫沦落到投敌叛变的境地。

§8.1.17

Ἀλλ’ οὐ κατῄσχυνά σε· πεπλήρωκα γῆν καὶ θάλασσαν τροπαίων.” Καὶ πάντα ἀκριβῶς διηγήσατο, ἐναβρυνόμενος τοῖς κατορθώμασιν. Ἐπεὶ δὲ ἅλις ἦν δακρύων καὶ διηγημάτων, περιπλακέντες ἀλλήλοις ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.3

但我并未令你蒙羞:我已使陆地与海洋布满战功勋标。”他为自己的成就感到自豪,将一切详尽无遗地叙述了一番。在泪水与长谈皆已尽兴之后,两人欣喜地相互拥抱,重温了旧日床榻的法度。

语法注3 条
  1. 8.1.10Τοιαῦτα ἐμβοῶντος

    属格独立结构,以波利查姆斯为隐含的逻辑主语。此句承接紧接在前文波利查姆斯所说的话,因名词主语(Πολυχάρμου)在语境中显而易见而被省略。

  2. 8.1.11ὢ γυναικὸς μακαρίας

    由感叹词 ὢ 引出的感叹属格,用以表达惊叹与赞美之情,意为“啊,多么幸福的女人!”

  3. 8.1.17λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο

    直接借用荷马《奥德赛》第23卷第296行(奥德修斯与珀涅罗珀重聚场景)的诗句。词形 λέκτροιο 保留了史诗/伊奥尼亚方言特有的属格词尾 -οιο,在散文语境中刻意唤起崇高典雅的重聚意境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.1.9-8.1.17