← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§8.1.1-8.1.8

美满结局的预告与阿拉杜斯岛的重逢

作者总结了前文背景并预告本卷将是历经苦难后的欢喜结局,继而叙述了海里亚斯在阿拉杜斯岛与沦为俘虏的卡莉罗厄意外重逢的场面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1.1

Ὡς μὲν οὖν Χαιρέας ὑποπτεύσας Καλλιρρόην Διονυσίῳ παραδεδόσθαι, θέλων ἀμύνασθαι βασιλέα πρὸς τὸν Αἰγύπτιον ἀπέστη καὶ ναύαρχος ἀποδειχθεὶς ἐκράτησε τῆς θαλάσσης, νικήσας δὲ κατέσχεν Ἄραδον, ἔνθα βασιλεὺς καὶ τὴν γυναῖκα τὴν ἑαυτοῦ καὶ πᾶσαν τὴν θεραπείαν ἀπέθετο καὶ Καλλιρρόην, ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται. Ἔμελλε δὲ ἔργον ἡ τύχη πράττειν οὐ μόνον παράδοξον, ἀλλὰ καὶ σκυθρωπόν, ἵνα ἔχων Καλλιρρόην Χαιρέας ἀγνοήσῃ1 καὶ τὰς ἀλλοτρίας γυναῖκας ἀναλαβὼν ταῖς τριήρεσιν ἀπαγάγῃ, μόνην δὲ τὴν ἰδίαν ἐκεῖ καταλίπῃ οὐχ ὡς Ἀριάδνην καθεύδουσαν, οὐδὲ Διονύσῳ νυμφίῳ, λάφυρον δὲ τοῖς ἑαυτοῦ πολεμίοις.

至于海里亚斯因怀疑卡莉罗厄已被交给了狄奥尼修斯,为了向波斯王复仇而叛投埃及人,被任命为海军统帅后控制了海洋,并在获胜后占领了阿拉杜斯岛——波斯王正是将自己的妻子、全部侍从以及卡莉罗厄留在那里——这些在上一卷中已经说明。然而,命运却正打算做出一件不仅出人意料、而且令人沮丧的事:海里亚斯本已得到了卡莉罗厄,却未能认出她,他将他人的妻子接上三列桨座战船带走,却唯独将自己的妻子遗留在那里,既非像阿里阿德涅在沉睡中被抛下,也非留给新郎狄俄尼索斯,而是作为战利品留给自己的仇敌。

§8.1.3

Ἀλλ’ ἔδοξε τοῦτο δεινὸν Ἀφροδίτῃ· ἤδη γὰρ αὐτῷ διηλλάττετο, πρότερον ὀργισθεῖσα χαλεπῶς διὰ τὴν ἄκαιρον ζηλοτυπίαν, ὅτι δῶρον παρ’ αὐτῆς λαβὼν τὸ κάλλιστον, οἷον οὐδὲ Ἀλέξανδρος ὁ Πάρις, ὕβρισεν εἰς τὴν χάριν. Ἐπεὶ δὲ καλῶς ἀπελογήσατο τῷ Ἔρωτι Χαιρέας ἀπὸ δύσεως εἰς ἀνατολὰς διὰ μυρίων παθῶν πλανηθείς, ἠλέησεν αὐτὸν Ἀφροδίτη καί, ὅπερ ἐξ ἀρχῆς δύο τῶν καλλίστων ἥρμοσε ζεῦγος,2 γυμνάσασα διὰ γῆς καὶ θαλάσσης, πάλιν ἠθέλησεν ἀποδοῦναι.

但阿佛洛狄忒认为这太过残酷;因为她已经在与他和解,此前她曾因他不合时宜的嫉妒而大发雷霆,因为他从女神那里获得了最美好的礼物——即使帕里斯·亚历山大也不曾得到过——他却亵渎了这恩惠。但是,当海里亚斯历经无数苦难、从西方到东方一路漂泊,向爱神埃罗斯作出了充分的申辩之后,阿佛洛狄忒怜悯了他,并且在通过陆地与海洋对她最初撮合的这对最美丽的伴侣进行了磨砺之后,决意再次将他们复原归好。

§8.1.4

Νομίζω δὲ καὶ τὸ τελευταῖον τοῦτο σύγγραμμα τοῖς ἀναγινώσκουσιν ἥδιστον γενήσεσθαι· καθάρσιον γάρ ἐστι τῶν ἐν τοῖς πρώτοις σκυθρωπῶν. Οὐκέτι λῃστεία καὶ δουλεία καὶ δίκη καὶ μάχη καὶ ἀποκαρτέρησις καὶ πόλεμος καὶ ἅλωσις, ἀλλ’ ἔρωτες δίκαιοι ἐν τούτῳ νόμιμοι γάμοι.

我认为,这最后一卷对于读者而言也将是最愉悦的;因为它是对前几卷中阴沉之事的净化。不再有海盗行径、奴役、审判、战斗、绝食赴死、战争与攻陷,而在这一卷中只有正当的爱情与合法的婚姻。

§8.1.5

Πῶς οὖν ἡ θεὸς ἐφώτισε τὴν ἀλήθειαν καὶ τοὺς ἀγνοουμένους ἔδειξεν ἀλλήλοις λέξω. Ἑσπέρα μὲν ἦν, ἔτι δὲ πολλὰ τῶν αἰχμαλώτων κατελέλειπτο. Κεκμηκὼς οὖν ὁ Χαιρέας ἀνίσταται, ἵνα διατάξηται τὰ πρὸς τὸν πλοῦν. Παριόντι δὲ αὐτῷ τὴν ἀγορὰν ὁ Αἰγύπτιος ἔλεξεν “ἐνταῦθά ἐστιν ἡ γυνή, ὦ δέσποτα, ἡ μὴ βουλομένη προσελθεῖν, ἀλλ̓ ἀποκαρτεροῦσα· τάχα δὲ σὺ πείσεις αὐτὴν ἀναστῆναι· τί γάρ σε δεῖ καταλείπειν τὸ κάλλιστον τῶν λαφύρων;” συνεπελάβετο καὶ Πολύχαρμος τοῦ λόγου, βουλόμενος ἐμβαλεῖν αὐτόν, εἴ πως δύναιτο, εἰς ἔρωτα καινὸν καὶ Καλλιρρόης παραμύθιον. “Εἰσέλθωμεν”

那么,女神是如何彰显真相并使这对互不相认的人彼此相认的,我现在就来叙述。当时已是黄昏,但俘虏中仍有许多未及处理。海里亚斯虽然疲惫不堪,却仍站起身来,以便安排有关航行之事。当他经过广场时,那个埃及人说道:“主人,那个不愿出来、正在绝食求死的妇人就在这里;也许你能说服她站起来;你何必遗弃战利品中最美丽的人呢?”波利查姆斯也随声附和,希望尽己所能让他陷入一段新的恋情,以此作为〔失去〕卡莉罗厄的慰藉。“我们进去吧,”

§8.1.7

ἔφη, “Χαιρέα.” Ὑπερβὰς οὖν τὸν οὐδὸν καὶ θεασάμενος ἐρριμμένην καὶ ἐγκεκαλυμμένην εὐθὺς ἐκ τῆς ἀναπνοῆς καὶ τοῦ σχήματος ἐταράχθη τὴν ψυχὴν καὶ μετέωρος ἐγένετο· πάντως δ’ ἂν καὶ ἐγνώρισεν, εἰ μὴ σφόδρα ἐπέπειστο Καλλιρρόην ἀπειληφέναι Διονύσιον.

他说,“海里亚斯。”于是他跨过门槛,看到她倒在地上、蒙着面纱,立刻因她的呼吸和身姿而心神震颤、悬心不安;若非他深信狄奥尼修斯已将卡莉罗厄带走,他定然早已认出她了。

§8.1.8

Ἠρέμα δὲ προσελθὼν “θάρρει” φησίν, “ὦ γύναι, ἥτις ἂν ᾖς, οὐ γάρ σε βιασόμεθα· ἕξεις δὲ ἄνδρα, ὃν θέλεις.” Ἔτι λέγοντος3 ἡ Καλλιρρόη γνωρίσασα τὴν φωνὴν ἀπεκαλύψατο καὶ ἀμφότεροι συνεβόησαν “Χαιρέα” “Καλλιρρόη,” περιχυθέντες δὲ ἀλλήλοις,

他悄步上前说道:“放心吧,妇人,无论你是谁,我们都不会强暴你;你将得到你想要的丈夫。”话音未落,卡莉罗厄便听出了他的声音,揭开面纱,两人齐声喊道:“海里亚斯!”“卡莉罗厄!”他们相拥在一起,

语法注3 条
  1. 8.1.2ἵνα ἔχων Καλλιρρόην Χαιρέας ἀγνοήσῃ

    ἵνα 引导的从句在此并非表示古典时期的纯粹目的(“为了……”),而是对前文 ἔμελλε δὲ ἔργον ἡ τύχη πράττειν(“命运正打算做出一件事……”)的具体内容进行补充说明或表示其结果(说明性/结果性用法)。

  2. 8.1.3ὅπερ ἐξ ἀρχῆς δύο τῶν καλλίστων ἥρμοσε ζεῦγος

    名词 ζεῦγος(一对/伴侣)被吸收入由关系代词 ὅπερ 引导的关系从句中(先行词内引)。该复合结构整体充当主句动词 ἀποδοῦναι 的直接宾语,即“决意将起初撮合的那对最美丽的伴侣再次复原”。

  3. 8.1.8Ἔτι λέγοντος

    独立属格结构,其中省略了代词主语(αὐτοῦ)。由于上下文清晰表明说话者是海里亚斯,因此属格主语被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:8.1.1-8.1.8