← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§7.6.1-7.6.12

凯雷阿斯占领阿剌杜斯与保护卡莉罗厄

凯雷阿斯在海战中全歼敌军并占领阿剌杜斯,但双方皆不知晓另一战场的胜负。被俘的卡莉罗厄听说将被统帅纳为妻子而宁死不从,凯雷阿斯闻其高洁气节,遂下令尊重其意愿并严禁施暴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6.1

Καὶ ἐν μὲν τῇ γῇ ταῦτα ἐπράσσετο· ἐν δὲ τῇ θαλάσσῃ Χαιρέας ἐνίκησεν, ὥστε μηδὲ ἀντίπαλον αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν·1 οὔτε γὰρ τὰς ἐμβολὰς ἐδέξαντο τῶν Αἰγυπτίων τριηρῶν, οὔτε ὅλως ἀντίπρῳροι κατέστησαν, ἀλλὰ αἱ μὲν εὐθὺς ἀνετράπησαν, τὰς δὲ καὶ πρὸς τὴν γῆν ἐξενεχθείσας ἐζώγρησεν αὐτάνδρους· ἐνεπλήσθη δὲ ἡ θάλασσα ναυαγίων Μηδικῶν.

陆上战事如此进行,但在海上,凯雷阿斯取得了完胜,以致敌方舰队根本无法与他匹敌。因为他们既承受不住埃及三层桨座战船的撞击,也完全未能摆开迎敌的阵势,有的当即覆没,有的被冲向岸边,被他连船带人全数俘获;海面上到处漂浮着米底人的船舶残骸。

§7.6.2

Ἀλλ’ οὔτε βασιλεὺς ἐγίνωσκε τὴν ἧτταν τὴν ἐν τῇ θαλάσσῃ τῶν ἰδίων οὔτε Χαιρέας τὴν ἐν τῇ γῇ τῶν Αἰγυπτίων, ἐνόμιζε δὲ ἑκάτερος κρατεῖν ἐν ἀμφοτέροις. Ἐκείνης οὖν τῆς ἡμέρας, ἧς ἐναυμάχησε, καταπλεύσας εἰς Ἄραδον ὁ Χαιρέας τὴν μὲν νῆσον ἐκέλευσε περιπλέοντας ἐν κύκλῳ παραφυλάττειν, ὡς αὐτῆς ἀποδώσοντας λόγον τῷ δεσπότῃ.2

然而,波斯大王不知己方在海上的败局,凯雷阿斯亦不知埃及人在陆上的溃败;双方皆以为己方在陆海两路皆已大获全胜。就在海战打响的当天,凯雷阿斯驶入阿剌杜斯,命令手下环岛巡弋并严加戒备,因为他们必须就此岛向主君交代。

§7.6.3

Κἀκεῖνοι τοὺς μὲν εὐνούχους καὶ θεραπαινίδας καὶ πάντα τὰ εὐωνότερα σώματα συνήθροισαν εἰς τὴν ἀγοράν, αὕτη γὰρ εὐρυχωρίαν εἶχε. Τοσοῦτο δὲ ἦν τὸ πλῆθος, ὥστε οὐ μόνον ἐν ταῖς στοαῖς, ἀλλὰ καὶ ὑπαίθριοι διενυκτέρευσαν.

他们将太监、女仆以及所有身价较低的奴隶聚集到集市上,因为那里场地开阔。人数如此之多,以致他们不仅露宿在柱廊下,更宿在露天之中。

§7.6.4

Τοὺς δὲ ἀξιώματός τι μετέχοντας εἰς οἴκημα τῆς ἀγορᾶς εἰσήγαγον, ἐν ᾧ συνήθως οἱ ἄρχοντες ἐχρημάτιζον. Αἱ δὲ γυναῖκες χαμαὶ ἐκαθέζοντο περὶ τὴν βασιλίδα καὶ οὔτε πῦρ ἀνῆψαν οὔτε τροφῆς ἐγεύσαντο· πεπυσμέναι γὰρ ἦσαν ἑαλωκέναι μὲν βασιλέα καὶ ἀπολωλέναι τὰ Περσῶν πράγματα, τὸν δὲ Αἰγύπτιον πανταχοῦ νικᾶν.

而那些享有一定身份地位的人,则被带入集市中的一座房屋内,官员们通常在此办公。女人们围坐在王后身旁的地面上,既不生火,也不进食;因为她们听闻波斯大王被俘、波斯社稷已亡,而埃及人四处告捷。

§7.6.5

Ἡ νὺξ ἐκείνη καὶ ἡδίστη καὶ χαλεπωτάτη κατέσχεν Ἄραδον. Αἰγύπτιοι μὲν γὰρ ἔχαιρον ἀπηλλαγμένοι πολέμου καὶ δουλείας Περσικῆς, οἱ δὲ ἑαλωκότες Περσῶν δεσμὰ καὶ μάστιγας καὶ ὕβρεις καὶ σφαγὰς προσεδόκων, τὸ φιλανθρωπότατον δέ, δουλείαν· ἡ δὲ Στάτειρα ἐνθεῖσα τὴν κεφαλὴν εἰς τὰ γόνατα Καλλιρρόης ἔκλαεν· ἐκείνη γάρ, ὡς ἂν Ἑλληνὶς καὶ πεπαιδευμένη καὶ οὐκ ἀμελέτητος κακῶν, παρεμυθεῖτο μάλιστα τὴν βασιλίδα.

那一夜,最甜蜜的欢乐与最深重的痛苦笼罩着阿剌杜斯。埃及人因摆脱了战争与波斯的奴役而欢喜,而被俘的波斯人则预料着枷锁、鞭笞、凌辱与屠杀,即便最仁慈的结局也不过是为奴;斯塔忒拉把头埋在卡莉罗厄的膝头痛哭,而卡莉罗厄身为希腊女子,受过良好教养且饱经磨难,竭力安慰着王后。

§7.6.6

Συνέβη δέ τι τοιοῦτον. Αἰγύπτιος στρατιώτης, ὁ πεπιστευμένος φυλάττειν τοὺς ἐν τῷ οἰκήματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα, κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων πρὸς τοὔνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελθεῖν οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ·

这时发生了这样一件事。一名受命看守屋内之人的埃及士兵,得知王后在内,出于蛮族人对王室名号天生的敬畏,不敢贸然走近她身旁,而是站在紧闭的门边说道: “宽心吧,我的女主人,”

§7.6.7

“θάρρει, δέσποινα” εἶπε, “νῦν μὲν γὰρ οὐκ οἶδεν ὁ ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου φιλανθρώπως· οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ γυναῖκα ποιήσεται·3 φύσει γάρ ἐστι φιλογύναιος.” Ταῦτα ἀκούσασα ἡ Καλλιρρόη μέγα ἀνεκώκυε καὶ τὰς τρίχας ἐσπάραττε λέγουσα “νῦν ἀληθῶς αἰχμάλωτός εἰμι. Φόνευσόν με μᾶλλον ἢ ταῦτα ἐπαγγέλλου.

他说,“如今海军统帅尚不知您也同俘虏一道被关在此处,一旦他知晓,必会宽厚地照拂您;因为他不仅英勇,还会纳您为妻,他天生是个多情体贴之人。”卡莉罗厄听闻此言,放声痛哭,撕扯着头发说道:“如今我才真正成了俘虏。杀了我吧,休要向我许下这等诺言!

§7.6.8

Γάμον οὐχ ὑπομένω· θάνατον εὔχομαι. Κεντείτωσαν καὶ καέτωσαν, ἐντεῦθεν οὐκ ἀναστήσομαι· τάφος ἐμὸς ἔσται οὗτος ὁ τόπος. Εἰ δέ, ὡς λέγεις, φιλάνθρωπός ἐστιν ὁ στρατηγός, ταύτην μοι δότω τὴν χάριν·

我绝不承受再嫁,我宁求一死。任凭他们刺我、烧我,我也绝不从这里站起来;此地便是我的坟墓。若真如你所言统帅是个仁厚之人,就请他赐我这个恩典:

§7.6.9

ἐνταῦθά με ἀποκτεινάτω.” Δεήσεις αὐτῇ πάλιν ἐκεῖνος προσέφερεν, ἡ δ’ οὐκ ἀνίστατο, ἀλλ’ ἐγκεκαλυμμένη πεσοῦσα ἐπὶ τῆς γῆς ἔκειτο. Σκέψις προύκειτο τῷ Αἰγυπτίῳ τί καὶ πράξειε· βίαν μὲν γὰρ οὐκ ἐτόλμα προσφέρειν, πεῖσαι δὲ πάλιν οὐκ ἐδύνατο. Διόπερ ὑποστρέψας προσῆλθε τῷ Χαιρέᾳ σκυθρωπός.

就让他在原地杀了我吧。”那士兵再次向她恳求,她却不肯起身,反而蒙住头颅仆倒在地。埃及士兵陷入沉思,不知该如何是好;因为他不敢动用武力,却又无法将其说服。于是他转身回去,愁眉苦脸地来到凯雷阿斯面前。

§7.6.10

Ὁ δὲ ἰδὼν “τοῦτο ἄλλο” φησὶν “ἦν. Κλέπτουσί τινες τὰ κάλλιστα τῶν λαφύρων, ἀλλ’ οὐ χαίροντες αὐτὸ πράξουσι.” Ὡς οὖν εἶπεν ὁ Αἰγύπτιος “οὐδεμιᾷ γέγονε κακόν, δέσποτα· τὴν γὰρ γυναῖκα, ἣν εὗρον ἐν πλαταίαις τεταγμένην, οὐ βούλεται ἐλθεῖν,4 ἀλλ’ ἔρριπται χαμαί, ξίφος αἰτοῦσα καὶ ἀποθανεῖν βουλομένη,” γελάσας ὁ Χαιρέας εἶπεν “ὦ πάντων ἀνθρώπων ἀφυέστατε, οὐκ οἶδας πῶς μεθοδεύεται γυνὴ παρακλήσεσιν, ἐπαίνοις, ἐπαγγελίαις, μάλιστα δέ, ἂν ἐρᾶσθαι δοκῇ; Σὺ δὲ βίαν ἴσως προσῆγες καὶ ὕβριν.” “Οὒ” φησί, “δέσποτα·

凯雷阿斯见状说道:“定是出了别的岔子。有人在偷盗战利品中最贵重之物,但他们休想占到便宜。”埃及士兵答道:“主上,并无一人受害;只是我在广场上发现看管的那个妇人,她不肯前去,而是扑倒在地上,索求利刃,一心求死。”凯雷阿斯大笑说道:“天底下最笨拙的人哪,难道你不知晓如何用恳求、赞扬、许诺来打动女人,尤其是让她觉得自己受人倾慕?你怕是用了强力和粗暴的手段吧。”“绝无此事,主上,”

§7.6.11

πάντα δὲ ταῦτα, ὅσα λέγεις, πεποίηκα ἐν διπλῷ μᾶλλον. Καὶ γάρ σου κατεψευσάμην ὅτι ἕξεις αὐτὴν γυναῖκα, ἡ δὲ πρὸς τοῦτο μάλιστα ἠγανάκτησεν.” Ὁ δὲ Χαιρέας “ἐπαφρόδιτος ἄρα” φησὶν “εἰμὶ καὶ ἐράσμιος, εἰ καὶ πρὶν ἰδεῖν ἀπεστράφη με καὶ ἐμίσησεν. Ἔοικε δὲ φρόνημα εἶναι τῆς γυναικὸς οὐκ ἀγεννές. Μηδεὶς αὐτῇ προσφερέτω βίαν, ἀλλὰ ἐᾶτε διάγειν ὡς προῄρηται· πρέπει γάρ μοι σωφροσύνην τιμᾶν. Καὶ αὐτὴ γὰρ ἴσως ἄνδρα πενθεῖ.”

他说,“您所说的一切,我都加倍照做了。我甚至编造了关于您的谎言,说您要娶她为妻,可她对此最为愤怒。”凯雷阿斯便说:“看来我真是极具魅力、讨人喜欢啊,竟能让人未见其面就已厌弃憎恨我!看来这女子的气节倒是不凡。任何人不得对她施暴,由她按照自己的心愿生活吧;尊重贞洁才合乎我的为人。因为她或许也正为丈夫哀恸呢。”

语法注4 条
  1. 7.6.1ὥστε μηδὲ ἀντίπαλον αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν

    由 ὥστε 引导的结果从句。不定式 γενέσθαι 的逻辑主语为宾格 τὸ πολέμιον ναυτικόν,否定词采用 μή 符合 ὥστε 搭配不定式的标准规则。ἀντίπαλον 用作表语性宾格。

  2. 7.6.2ὡς αὐτῆς ἀποδώσοντας λόγον τῷ δεσπότῃ

    连词 ὡς 连同宾格阳性复数未来分词 ἀποδώσοντας 表示主观意图或名义理由。其逻辑主语与前文的 περιπλέοντας 一致。αὐτῆς 为指代岛屿(νῆσος)的属格,作 λόγον ἀποδιδόναι(就……进行汇报/负责)的支配成分。

  3. 7.6.7οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ γυναῖκα ποιήσεται

    包含省略的紧缩句式。前半句 οὐ μόνον γὰρ ἀνδρεῖος 省略了系动词 ἐστι,紧接着连接 ἀλλὰ καὶ [σε] γυναῖκα ποιήσεται(而且还会纳[你]为妻),代词 σε 从上下文语境中省略。

  4. 7.6.10τὴν γὰρ γυναῖκα, ἣν εὗρον ἐν πλαταίαις τεταγμένην, οὐ βούλεται ἐλθεῖν

    先行词受反向吸引(attractio inversa)变为宾格,或作为前置的话题宾格。主句动词的逻辑主语(ἡ γυνή)受后续关系从句(ἣν εὗρον...)的影响呈现为宾格 τὴν γυναῖκα,而 οὐ βούλεται ἐλθεῖν 的主语则隐含在动词变位中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:7.6.1-7.6.12