- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:7.5.1-7.5.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被安置在阿剌杜斯岛的卡莉罗厄向阿佛洛狄忒哭诉自己的悲惨命运,而埃及王则将海军统帅之职托付给凯雷阿斯。陆战中波斯军队占据上风,狄奥尼修斯立下奇功逼死埃及王,波斯大王遂将卡莉罗厄许诺赐予狄奥尼修斯作为奖赏。
Νῆσος δέ ἐστιν αὕτη ἀπέχουσα τῆς ἠπείρου σταδίους τριάκοντα, παλαιὸν ἱερὸν ἔχουσα Ἀφροδίτης. Ὥσπερ οὖν ἐν οἰκίᾳ, μετὰ πάσης ἀδείας αἱ γυναῖκες ἐνταῦθα διῆγον.
这座岛屿距大陆三十斯塔德,岛上有一座阿佛洛狄忒的古老神庙。因此,女人们便如同在自己家中一般,毫无忧虑地在此生活。
Θεασαμένη δὲ Καλλιρρόη τὴν Ἀφροδίτην, στᾶσα καταντικρὺ τὸ μὲν πρῶτον ἐσιώπα καὶ ἔκλαεν, ὀνειδίζουσα τῇ θεῷ τὰ δάκρυα·1 μόλις δὲ ὑπεφθέγξατο “ἰδοὺ καὶ Ἄραδος, μικρὰ νῆσος ἀντὶ τῆς μεγάλης Σικελίας καὶ οὐδεὶς ἐνταῦθα ἐμός.
卡莉罗厄瞻仰了阿佛洛狄忒的神像,站在神像正对面,起初默默无言,只是流泪,用泪水责备着女神。随后她才勉强低声说道:“看哪,如今又沦落到阿剌杜斯,以这蕞尔小岛取代了广袤的西西里,而在这里我举目无亲。
Ἀρκεῖ δέσποινα. Μέχρι πότε με πολεμεῖς; εἰ καὶ ὅλως σοι προσέκρουσα, τετιμώρησαί με· εἰ καὶ νεμεσητὸν ἔδοξέ μοι τὸ δυστυχὲς κάλλος, ὀλέθρου μοι γέγονεν αἴτιον. Ὃ μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, ἤδη καὶ πολέμου πεπείραμαι.
够了,我的女主人。你要与我为敌到何时?即便我彻底冒犯了你,你也已经惩罚了我;即便这不幸的美貌被视为招致天谴,它也已经成了毁灭我的根源。在我的诸般不幸中原本唯独欠缺的一桩——如今我也尝到了战争的滋味。
Πρὸς τὴν σύγκρισιν τῶν παρόντων ἦν μοι καὶ Βαβυλὼν φιλάνθρωπος. Ἐγγὺς ἐκεῖ Χαιρέας ἦν. Νῦν δὲ πάντως τέθνηκεν· ἐμοῦ γὰρ ἐξελθούσης οὐκ ἂν ἔζησεν.2 Ἀλλ’ οὐκ ἔχω παρὰ τίνος πύθωμαι τί γέγονε.
比起眼下的处境,甚至连巴比伦对我都是仁慈的。在那里凯雷阿斯近在咫尺。而如今他必死无疑;因为我既已离去,他绝不可能苟活。但我甚至不知能向谁打听究竟发生了何事。
Πάντες ἀλλότριοι, πάντες βάρβαροι, φθονοῦντες, μισοῦντες, τῶν δὲ μισούντων χείρονες οἱ φιλοῦντες. Σύ μοι, δέσποινα, δήλωσον εἰ Χαιρέας ζῇ.” Ταῦτα λέγουσα ἔτι ἀπῄει· ἐπιστᾶσα δὲ Ῥοδογύνη, Ζωπύρου μὲν θυγάτηρ, γυνὴ δὲ Μεγαβύζου, καὶ πατρὸς καὶ ἀνδρὸς Περσῶν ἀρίστων αὕτη δὲ ἦν Καλλιρρόῃ ἀπαντήσασα πρώτη Περσίδων, ὅτε εἰς Βαβυλῶνα εἰσῄει.
所有人都是外人,所有人都是异族,心怀嫉妒,充满仇恨,而那些爱我的人比恨我的人更为可怕。我的女主人,求你向我明示,凯雷阿斯是否尚在人世。”她一边说着这番话一边正要离去,这时罗多古涅走上前来——她是佐皮鲁斯的女儿、美伽比祖斯的妻子,父亲与丈夫皆为波斯最显赫之人,正是卡莉罗厄进入巴比伦时最先出迎的波斯妇女。
Ὁ δὲ Αἰγύπτιος ἐπειδήπερ ἤκουσε βασιλέα πλησίον ὄντα καὶ παρεσκευασμένον κατὰ γῆν καὶ κατὰ θάλασσαν, καλέσας Χαιρέαν εἶπε “τὰ μὲν πρῶτά σου τῶν κατορθωμάτων ἀμείψασθαι καιρὸν οὐκ ἔσχον· σὺ γάρ μοι Τύρον ἔδωκας· περὶ δὲ τῶν ἑξῆς παρακαλῶ, μὴ ἀπολέσωμεν ἕτοιμα ἀγαθά, ὧν κοινωνόν σε ποιήσομαι.
与此同时,埃及王听说波斯大王已在近处并在陆海两路完成备战,便召来凯雷阿斯说道:“我尚未有机会酬谢你的首捷之功,因为你为我夺取了提尔;但关于接下来的战事,我恳请我们切莫坐失唾手可得的胜果,我将让你共享这些利益。
Ἐμοὶ μὲν γὰρ ἀρκεῖ Αἴγυπτος, σοὶ δὲ γενήσεται κτῆμα Συρία. Φέρ’ οὖν σκεψώμεθα τί ποιητέον· ἐν ἀμφοτέροις γὰρ τοῖς στοιχείοις ὁ πόλεμος ἀκμάζει. Σοὶ δὲ ἐπιτρέπω τὴν αἵρεσιν, εἴτε τῆς πεζῆς θέλεις στρατηγεῖν εἴτε τῆς ναυτικῆς δυνάμεως.
因为于我而言埃及已然足够,而叙利亚将成为你的属地。来吧,让我们谋划该当如何行动;战火在陆海两个领域都已进入白热化。我将选择权交予你,无论你想指挥陆军还是统率海军。
Οἴομαι δὲ οἰκειότερόν σοι εἶναι τὴν θάλασσαν· ὑμεῖς γὰρ οἱ Συρακούσιοι καὶ Ἀθηναίους κατεναυμαχήσατε. Σήμερον δὲ ἀγών ἐστί σοι πρὸς Πέρσας τοὺς ὑπὸ Ἀθηναίων νενικημένους. Ἔχεις τριήρεις Αἰγυπτίας, μείζονας καὶ πλείονας τῶν Σικελικῶν· μίμησαι τὸν κηδεστὴν Ἑρμοκράτην ἐν τῇ θαλάσσῃ.” Χαιρέας δὲ ἀπεκρίνατο “πᾶς ἐμοὶ κίνδυνος ἡδύς· ὑπὲρ σοῦ δὲ ἀναδέξομαι τὸν πόλεμον καὶ πρὸς τὸν ἔχθιστόν μοι βασιλέα.
不过我认为,海洋对你而言更为得心应手;因为你们叙拉古人甚至曾在海战中击溃过雅典人。而今天你的对手则是曾被雅典人击败的波斯人。你拥有埃及的三层桨座战船,比西西里的船只更庞大、数量更多;在海战中效法你的岳父赫尔莫克拉忒斯吧。”凯雷阿斯答道:“对我而言任何危险都是快事;我愿为你承担这场战争,哪怕面对我最痛恨的波斯大王。
Δὸς δέ μοι μετὰ τῶν τριηρῶν καὶ τοὺς τριακοσίους τοὺς ἐμούς.” “Ἔχε” φησὶ “καὶ τούτους καὶ ἄλλους, ὅσους ἂν θέλῃς.” Καὶ εὐθὺς ἔργον ἐγένετο ὁ λόγος· κατήπειγε γὰρ ἡ χρεία. Καὶ ὁ μὲν Αἰγύπτιος ἔχων τὴν πεζὴν στρατιὰν ἀπήντα τοῖς πολεμίοις, ὁ δὲ Χαιρέας ναύαρχος ἀπεδείχθη. Τοῦτο ἀθυμοτέρους ἐποίησε τοὺς πεζούς, ὅτι μετ’ αὐτῶν οὐκ ἐστρατεύσατο Χαιρέας, καὶ γὰρ ἐφίλουν αὐτὸν ἤδη καὶ ἀγαθὰς εἶχον ἐλπίδας ἐκείνου στρατηγοῦντος. Ἔδοξεν οὖν ὥσπερ ὀφθαλμὸς ἐξῃρῆσθαι μεγάλου σώματος.
请在战船之外,将属于我的那三百名勇士也拨付给我。”“你将他们带去吧,”国王说,“还有其他士卒,无论你想要多少。”言出必行,军情刻不容缓。埃及王率领陆军迎战敌军,而凯雷阿斯被任命为海军统帅。此事令步兵们颇为沮丧,因为凯雷阿斯未能与他们并肩出征;他们早已爱戴他,并在他的统帅下满怀美好的期望。因此,在他们看来,仿佛巨大的躯体被剜去了眼睛一般。
Τὸ δὲ ναυτικὸν ἐπήρθη ταῖς ἐλπίσι καὶ φρονήματος ἐνεπλήσθησαν, ὅτι τὸν ἀνδρειότατον καὶ κάλλιστον εἶχον ἡγούμενον. Ὀλίγον τε ἐπένθουν ἢ οὐδέν, ἀλλὰ ὥρμηντο καὶ τριήραρχοι καὶ κυβερνῆται καὶ ναῦται καὶ στρατιῶται πάντες ὁμοίως, τίς προθυμίαν ἐπιδείξεται Χαιρέᾳ πρῶτος.
海军却深受鼓舞,士气高涨,因为他们拥有了最英勇、最俊美的将领。他们几乎毫无悲戚之色,相反,舰长、舵手、水手与士兵所有人皆同样热血沸腾,争先恐后要在凯雷阿斯面前展现忠勇。
Τῆς δὲ αὐτῆς ἡμέρας καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἡ μάχη συνήφθη. Χρόνον μὲν οὖν πολὺν ἀντέσχεν ἡ πεζὴ στρατιὰ τῶν Αἰγυπτίων Μήδοις τε καὶ Πέρσαις, εἶτα πλήθει βιασθέντες ἐνέδωκαν. Καὶ βασιλεὺς δὲ ἔφιππος διώκων Σπουδὴ δὲ ἦν τοῦ Αἰγυπτίου καταφυγεῖν εἰς Πηλούσιον, τοῦ δὲ Πέρσου θᾶττον καταλαβεῖν· τάχα δ’ ἂν καὶ διέφυγεν, εἰ μὴ Διονύσιος ἔργον θαυμαστὸν ἐπεδείξατο.
就在同一天,陆上与海上的战斗同时打响。埃及陆军与米底人及波斯人苦苦相持了很久,但终因寡不敌众而溃败。波斯大王骑马追击。埃及王急于逃入培卢西昂,而波斯大王则急于更快追上;若非狄奥尼修斯展现出惊人之举,埃及王或许早已逃脱。
καὶ ἐν τῇ συμβολῇ ἠγωνίσατο λαμπρῶς, ἀεὶ μαχόμενος πλησίον βασιλέως, ἵνα αὐτὸν βλέπῃ, καὶ πρῶτος ἐτρέψατο τοὺς καθ’ αὑτόν· τότε δὲ τῆς φυγῆς μακρᾶς οὔσης καὶ συνεχοῦς ἡμέραις τε καὶ νυξίν, ὁρῶν ἐπὶ τούτοις λυπούμενον βασιλέα “μὴ λυποῦ” φησίν, “ὦ δέσποτα· κωλύσω γὰρ ἐγὼ τὸν Αἰγύπτιον διαφυγεῖν, ἄν μοι δῷς ἱππεῖς ἐπιλέκτους.” Ἐπῄνεσε βασιλεὺς καὶ δίδωσιν·
他在交战中奋勇杀敌,战功赫赫,始终在国王近旁搏杀以求国王瞩目,并最先击溃当面之敌。当时溃逃与追击日夜不息地持续了数日,见国王为此焦虑,他便说道:“请勿忧虑,我的主上;若您赐我精选骑兵,我定能阻止埃及王逃脱。”国王对此大加赞赏并拨给了骑兵。
ὁ δὲ πεντακισχιλίους λαβὼν συνῆψε σταθμοὺς δύο ἡμέρᾳ μιᾷ,3 καὶ νυκτὸς ἐπιπεσὼν τοῖς Αἰγυπτίοις ἀπροσδόκητος πολλοὺς μὲν ἐζώγρησε, πλείονας δὲ ἀπέκτεινεν. Ὁ δὲ Αἰγύπτιος ζῶν καταλαμβανόμενος ἀπέσφαξεν ἑαυτὸν καὶ Διονύσιος τὴν κεφαλὴν ἐκόμισε πρὸς βασιλέα.
他率领五千骑兵在一日之内兼程两日的驿程,夜间出其不意地突袭埃及军,生擒甚众,斩杀更多。埃及王在即将被生擒之际自刎身亡,狄奥尼修斯将首级献给了波斯大王。
Θεασάμενος δὲ ἐκεῖνος “ἀναγράψω σε” εἶπεν “εὐεργέτην εἰς τὸν οἶκον τὸν ἐμὸν καὶ ἤδη σοι δίδωμι δῶρον τὸ ἥδιστον, οὗ μάλιστα πάντων αὐτὸς ἐπιθυμεῖς, Καλλιρρόην. Κέκρικε τὴν δίκην ὁ πόλεμος.4 Ἔχεις τὸ κάλλιστον ἆθλον τῆς ἀριστείας.” Διονύσιος δὲ προσεκύνησε καὶ ἰσόθεον ἔδοξεν ἑαυτόν, πεπεισμένος ὅτι βεβαίως ἤδη Καλλιρρόης ἀνήρ ἐστι.
大王见状说道:“我将把你的名字作为王室恩人镌刻在册,如今便将你本人最渴望的至美礼物赐予你——卡莉罗厄。战争已经为那场官司做出了裁决。你赢得了对勇武最辉煌的奖赏。”狄奥尼修斯俯伏膜拜,自视与神明同等,深信自己如今已确凿无疑地成为卡莉罗厄的丈夫。
- 7.5.2ὀνειδίζουσα τῇ θεῷ τὰ δάκρυα
动词 ὀνειδίζω 支配与格(人)和宾格(指责的事项)。此处 τὰ δάκρυα 作宾格,意为“用泪水责备女神/将泪水作为对女神的指责”,将流下的泪水本身视作对女神无情命运安排的无声控诉。
- 7.5.4ἐμοῦ γὰρ ἐξελθούσης οὐκ ἂν ἔζησεν
独立属格 ἐμοῦ ἐξελθούσης 在此表原因或时间(“既然/在我离去之后”),与表过去可能性(否定即不可能性)的 ἄν +不定过去时直陈式 ἔζησεν 搭配,意为“因为我既已离去,他绝不可能生还”。
- 7.5.14συνῆψε σταθμοὺς δύο ἡμέρᾳ μιᾷ
名词 σταθμός 指军队一日行军的程距(两处宿营地之间的路程)。与 συνάπτω(连结、合并)连用,短语意为“在一日之内将两日的程距相连”,即在一天之内兼程完成了两天的行军距离,形容急行军之速。
- 7.5.15Κέκρικε τὴν δίκην ὁ πόλεμος
完成时 κέκρικε(动词 κρίνω)表示具有现时效力的裁决(“已做出决断”)。名词 δίκη 指此前在巴比伦波斯大王座前由狄奥尼修斯与凯雷阿斯就卡莉罗厄归属所进行的诉讼;国王用隐喻指出,这场战争的胜负已为未决的司法争端做出了终审裁判。
