- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:7.4.1-7.4.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯雷阿斯率领三百名希腊士兵假意投诚,突袭城门并迅速攻陷了提尔。在全军庆祝胜利之际,凯雷阿斯因思念妻子而独自悲泣;得知提尔失陷的波斯大王则轻装急进,准备迎敌。
Κοσμήσας δὲ αὐτοὺς ὁ Χαιρέας ταῖς καλλίσταις πανοπλίαις ἤγαγεν ἐπὶ τὴν βασιλέως σκηνήν. Ἰδὼν δὲ ὁ Αἰγύπτιος ἐθαύμασε καὶ ἄλλους ὁρᾶν ὑπελάμβανεν, οὐ τοὺς συνήθεις, ἐπηγγείλατο δὲ αὐτοῖς μεγάλας δωρεάς.
凯雷阿斯让他们穿戴上最精良的全套铠甲,领着他们来到国王的帐篷前。埃及王见状惊叹不已,以为自己看到的是另一批人,而非平时所见的那些士卒,便向他们许诺了重赏。
“Ταῦτα μὲν” ἔφη Χαιρέας “πιστεύομεν· σὺ δὲ ἔχε τὴν ἄλλην στρατιὰν ἐν τοῖς ὅπλοις καὶ μὴ πρότερον ἐπέλθῃς τῇ Τύρῳ, πρὶν κρατήσωμεν αὐτῆς καὶ ἀναβάντες ἐπὶ τὰ τείχη καλῶμεν ὑμᾶς.”
“这些赏赐,”凯雷阿斯说道,“我们坚信不疑;但请您让其余全军全副武装待命,在我们攻克该城并登上城墙召唤你们之前,切莫进军提尔。”
“Οὕτως” ἔφη “ποιήσειαν οἱ θεοί.” Συνεσπειραμένους οὖν ὁ Χαιρέας ἐκείνους ἤγαγεν ἐπὶ τὴν Τύρον, ὥστε πολὺ ἐλάττονας δόξαι· καὶ ὡς ἀληθῶς ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ.1 καὶ τὸ μὲν πρῶτον οὐδὲ καθεωρῶντο ὑπὸ τῶν πολεμίων· ὡς δ’ ἐγγὺς ἦσαν, βλέποντες αὐτοὺς ἀπὸ τῶν τειχῶν ἐσήμαινον τοῖς ἔνδον, πᾶν μᾶλλον ἢ πολεμίους εἶναι προσδοκῶντες.
“愿诸神成全此事!”国王答道。于是凯雷阿斯率领他们密集结阵向提尔进发,以致显得人数少得多;真可谓是盾抵着盾,盔挨着盔,人靠着人。起初他们甚至未被敌人看清;及至走近时,城墙上的守军看到了他们,便向城内发信号,以为他们绝非敌人。
Τίς γὰρ ἂν καὶ προσεδόκησε τοσούτους ὄντας ἐπὶ τὴν δυνατωτάτην πόλιν παραγίνεσθαι, πρὸς ἣν οὐδέποτε ἐθάρρησεν ἐλθεῖν οὐδὲ πᾶσα ἡ τῶν Αἰγυπτίων δύναμις; ἐπεὶ δὲ τοῖς τείχεσιν ἐπλησίαζον, ἐπυνθάνοντο τίνες εἶεν καὶ τί βούλοιντο.
因为谁又能料到,人数如此稀少之人,竟会逼近这最坚固的城池——那是连埃及人的全军都不曾敢于进犯的。当他们靠近城墙时,守军询问他们是谁,意欲何为。
Χαιρέας δὲ ἀπεκρίνατο “ἡμεῖς Ἕλληνες μισθοφόροι παρὰ τοῦ Αἰγυπτίου τὸν μισθὸν οὐκ ἀπολαμβάνοντες ἀλλὰ καὶ ἐπιβουλευθέντες ἀπολέσθαι πάρεσμεν πρὸς ὑμᾶς, μεθ’ ὑμῶν ἀμύνεσθαι θέλοντες τὸν κοινὸν ἐχθρόν.” Ἐμήνυσέ τις ταῦτα τοῖς ἔνδον καὶ ἀνοίξας τὰς πύλας προῆλθεν ὁ στρατηγὸς μετ’ ὀλίγων. Τοῦτον πρῶτον Χαιρέας ἀποκτείνας ὥρμησεν ἐπὶ τοὺς ἄλλους, τύπτε δ’ ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτ’ ἀεικής. ἄλλος δ’ ἄλλον ἐφόνευεν, ὥσπερ λέοντες εἰς ἀγέλην βοῶν ἐμπεσόντες ἀφύλακτον· οἰμωγὴ δὲ καὶ θρῆνος κατεῖχε τὴν πόλιν ἅπασαν, ὀλίγων μὲν τὸ γινόμενον ὁρώντων, πάντων δὲ θορυβουμένων.
凯雷阿斯答道:“我们是希腊佣兵,未能从埃及人那里领得军饷,反而遭其图谋杀害,故此前来投奔你们,愿与你们一同向共同的敌人复仇。”有人将此话通报给城内,守将便打开城门,带着少数随从走了出来。凯雷阿斯首先斩杀了这名统将,继而扑向其余之人,挥剑横扫四方,敌人中发出了惨不忍睹的哀号。他们犹如雄狮扑入无人防备的牛群一般,接连屠戮对方;尽管目睹事态者仅居少数,但全城陷入骚动,哭号与哀鸣笼罩了整座城市。
Καὶ ὄχλος ἄτακτος ἐξεχεῖτο διὰ τῆς πύλης, βουλόμενος θεάσασθαι τὸ συμβεβηκός. Τοῦτο μάλιστα τοὺς Τυρίους ἀπώλεσεν.
而且,一帮混乱的人群也穿过城门涌出,想要观望发生了何事。这更是彻底葬送了提尔人。
Οἱ μὲν γὰρ ἔνδοθεν ἐξελθεῖν ἐβιάζοντο, οἱ δὲ ἔξω παιόμενοι καὶ κεντούμενοι ξίφεσι καὶ λόγχαις εἴσω πάλιν ἔφευγον, ἀπαντῶντες δ’ ἀλλήλοις ἐν στενοχωρίᾳ πολλὴν ἐξουσίαν παρεῖχον τοῖς φονεύουσιν. Οὔκουν οὐδὲ τὰς πύλας δυνατὸν ἦν κλεῖσαι, σεσωρευμένων ἐν αὐταῖς τῶν νεκρῶν.
因为城内的人硬要往外挤,而在城外被刀枪击打穿刺的人又拼命往城内逃,在狭窄的通道中迎面相撞,为屠杀者提供了绝佳的机会。尸体在门道中堆积如山,以至于连城门都无法关闭。
Ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ μόνος ἐσωφρόνησε Χαιρέας· βιασάμενος γὰρ τοὺς ἀπαντῶντας καὶ εἴσω τῶν πυλῶν γενόμενος ἀνεπήδησεν ἐπὶ τὰ τείχη δέκατος αὐτὸς2 καὶ ἄνωθεν ἐσήμαινε καλῶν τοὺς Αἰγυπτίους, οἱ δὲ λόγου θᾶττον παρῆσαν καὶ Τύρος ἑαλώκει.
在这场难以言表的混乱中,唯有凯雷阿斯保持了清醒;他冲破迎面阻拦的人群,进入城门以内,亲自率领九人跃上城墙,在上面打信号召唤埃及军。埃及人比说话还要迅捷地赶到了,提尔城遂告陷落。
Τύρου δὲ ἁλούσης οἱ μὲν ἄλλοι πάντες ἑώρταζον, μόνος δὲ Χαιρέας οὔτε ἔθυσεν οὔτε ἐστεφανώσατο. “Τί γάρ μοι ὄφελος ἐπινικίων, ἂν σύ, Καλλιρρόη, μὴ βλέπῃς; οὐκέτι στεφανώσομαι μετ’ ἐκείνην τὴν γαμήλιον νύκτα. Εἴτε γὰρ τέθνηκας, ἀσεβῶ, εἴτε καὶ ζῇς, πῶς ἑορτάζειν δύναμαι δίχα σοῦ, κατακειμένης ἂν ἐν τοιούτοις;”3
提尔攻陷之后,其余众人皆在庆祝,唯有凯雷阿斯既不献祭,也不佩戴花冠。“卡莉罗厄啊,如果你看不到,这凯旋对我有何益处?自那个新婚之夜以后,我便不再佩戴花冠。因为你若已死,我便是不虔;你若尚存,在你也许多半正卧于这般苦难之中时,我又怎能撇下你独自欢庆?”
Βασιλεὺς δὲ ὁ Περσῶν διαβὰς τὸν Εὐφράτην ἔσπευδεν ὡς τάχιστα τοῖς πολεμίοις συμμίξαι. Πυθόμενος γὰρ Τύρον ἑαλωκέναι περὶ Σίδωνος ἐφοβεῖτο καὶ τῆς ὅλης Συρίας, ὁρῶν τὸν πολέμιον ἀντίπαλον ἤδη.
与此同时,波斯大王渡过了幼发拉底河,正全速赶来与敌军交战。因为他得知提尔已经陷落,便为西顿乃至整个叙利亚担忧,看出敌手已成劲敌。
Διὰ τοῦτο ἔδοξεν αὐτῷ μηκέτι μετὰ πάσης τῆς θεραπείας ὁδεύειν, ἀλλ’ εὐζωνότερον, ἵνα μηδὲν ἐμπόδιον ᾖ τῷ τάχει. Παραλαβὼν δὲ τῆς στρατιᾶς τὸ καθαρώτατον τὴν ἄχρηστον ἡλικίαν αὐτοῦ κατέλιπε μετὰ τῆς βασιλίδος καὶ τὰ χρήματα καὶ τὰς ἐσθῆτας καὶ τὸν πλοῦτον τὸν βασιλικόν.
因此,他决定不再率领全部侍从扈从行军,而是轻装前进,以免任何事物妨碍行军速度。他挑选了军中最精良的部队,将不堪征战的老弱幼小与王后一同留在后方,同时留下的还有金银、服饰以及王室财富。
Ἐπεὶ δὲ πάντα θορύβου καὶ ταραχῆς ἐπέπληστο καὶ μέχρις Εὐφράτου τὰς πόλεις κατειλήφει ὁ πόλεμος, ἔδοξεν ἀσφαλέστερον εἶναι, τοὺς καταλειπομένους εἰς Ἄραδον ἀποθέσθαι.
然而,既然各地都充斥着喧嚣与骚乱,战火已蔓延至幼发拉底河沿岸各城,将留守人员安置在阿剌杜斯岛上似乎更为安全。
- 7.4.3ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ
直接引用荷马史诗《伊利亚特》(第13卷131行及第16卷215行)的六音步诗行。该句未经接续词过渡或形态改变而直接嵌入散文叙事中,形象地描摹了希腊重装步兵极度紧凑的密集阵型。
- 7.4.9δέκατος αὐτός
序数词与 αὐτός 连用的惯用结构,字面意为“自己作为第十人”,实际表达“亲自率领另外九人”(共计十人)。这表明凯雷阿斯并非单人登上城墙,而是带领了十人小队。
- 7.4.10κατακειμένης ἂν ἐν τοιούτοις;
带有语气小词 ἄν 的属格独立结构。现在分词 κατακειμένης 以省略的代词 σου(“你”,即卡莉罗厄)为逻辑主语,借助 ἄν 表达潜在或非现实虚拟的语气(“当你或许正身陷如此苦难之中时”),用以说明让步或伴随的状况。
